109
δοξάζουσιν· καὶ οἱ μὲν τὸν γάμον ἀθετοῦσιν, οὐκ εἶναι τοῦ Θεοῦ ἔργον δοξάζοντες, ἄλλοι δέ τινα τῶν βρωμάτων βδελύσσονται, οἱ δὲ ἀναίδην ἐκπορνεύουσιν, οἷοι οἱ νῦν ψευδώνυμοι Νικολαΐται. Ὁ μέντοι Σίμων ἐμοὶ Πέτρῳ πρῶτον μὲν ἐν Καισαρείᾳ τῇ Στράτωνος, ἔνθα Κορνήλιος ὁ πιστὸς ἐπίστευ σεν ὢν ἐθνικὸς ἐπὶ τὸν Κύριον Ἰησοῦν δι' ἐμοῦ, συντυχών μοι ἐπειρᾶτο διαστρέφειν τὸν λόγον τοῦ Θεοῦ, συμπαρόντων μοι τῶν ἱερῶν τέκνων, Ζακχαίου τοῦ ποτε τελώνου καὶ Βαρνάβα, καὶ Νικήτου καὶ Ἀκύλα ἀδελφῶν Κλήμεντος τοῦ Ῥωμαίων ἐπισκόπου τε καὶ πολίτου, μαθητευθέντος δὲ καὶ Παύλῳ τῷ συναποστόλῳ ἡμῶν καὶ συνεργῷ ἐν τῷ Eὐαγγε λίῳ· καὶ τρίτον ἐπ' αὐτῶν διαλεχθεὶς αὐτῷ εἰς τὸν περὶ προφήτου λόγον καὶ περὶ Θεοῦ μοναρχίας, ἡττήσας αὐτὸν δυνάμει τοῦ Κυρίου καὶ εἰς ἀφωνίαν καταβαλὼν φυγάδα κατέστησα εἰς τὴν Ἰταλίαν. Γενόμενος δὲ ἐν Ῥώμῃ πολὺ τὴν Ἐκκλησίαν ἔσκυλεν, πολλοὺς ἀνατρέπων καὶ ἑαυτῷ περιποιούμενος, τά τε ἔθνη ἐξιστῶν μαγικῇ ἐμπειρίᾳ καὶ δαιμόνων ἐνεργείᾳ, ὡς καί ποτε μέσης ἡμέρας προελθὼν εἰς τὸ θέατρον αὐτῶν, κελεύσας τοῖς δήμοις ἁρπαγῆναι κἀμέ, ἐν τῷ θεάτρῳ ἐπηγγέλλετο πτῆναι δι' ἀέρος. Πάντων δὲ ἐπὶ τούτῳ μετεώρων τυγχανόντων ἐγὼ προσηυχόμην καθ' ἑαυτόν, καὶ δὴ μετεωρισθεὶς ὑπὸ δαιμόνων ἵπτατο μετάρσιος εἰς ἀέρα, λέγων εἰς οὐρανοὺς ἀνιέναι κἀκεῖθεν αὐτοῖς τὰ ἀγαθὰ ἐπιχορηγήσειν· τῶν δὲ δήμων ἐπευφημούντων αὐτὸν ὡς θεόν, ἐκτείνας ἐγὼ τὰς χεῖρας εἰς οὐρανὸν σὺν αὐτῇ τῇ διανοίᾳ ἱκέτευον τὸν Θεὸν διὰ Ἰησοῦ τοῦ Κυρίου ·ῆξαι τὸν λυμεῶνα καὶ τὴν ἰσχὺν τῶν δαιμόνων περικόψαι ἐπ' ἀπάτῃ καὶ ἀπωλείᾳ ἀνθρώπων κεχρημένων αὐτῇ, ·άξαντα δὲ μὴ θανατῶσαι, ἀλλὰ συντρῖψαι. Καὶ ὑπολαβών, ἀτενίσας εἶπον τῷ Σίμωνι· «Eἰ Θεοῦ ἄνθρωπος ἐγώ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ ἀληθὴς καὶ διδάσκαλος εὐσεβείας, ἀλλ' οὐ πλάνης, οἷος σὺ Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν τοῦ τῆς εὐσεβείας ἀποστάτου, ἐφ' αἷς ὀχεῖται Σίμων ὁ μάγος, ἀφεῖναι τῆς κρατήσεως, ὅπως ἐξ ὕψους κατενεχθῇ εἰς γέλωτα τῶν ἀπατηθέντων ὑπ' αὐτοῦ.» Καὶ εἰπόντος μου ταῦτα, περι κοπεὶς τῶν δυνάμεων ὁ Σίμων μετὰ μεγάλου ἤχου κατηνέχθη καὶ ·αγεὶς πτῶμα ἐξαίσιον συντρίβεται τὸ ἰσχίον καὶ τῶν ποδῶν τοὺς ταρσούς. Καὶ φωνὴ τῶν ὄχλων λέγουσα· «Eἷς Θεός, ὃν Πέτρος δικαίως καταγγέλλει τῇ ἀληθείᾳ μόνον.» Καὶ πολλοὶ ἀπέστησαν ἀπ' αὐτοῦ, τινὲς δὲ ἄξιοι