Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI

 νομικὸν, τὸν ἐν αὐτῷ κεκρυμμένον περιεργάζοιντο μαργαρίτην, τουτέστι, Χριστὸν, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως οἱ ἀπόκρυφοι, κατὰ

 Οὐκοῦν ἐπειδήπερ οὐκ ἂν ἐνδοιάσειέ τις, ὀρθὰ καὶ εἰκότα φρονεῖν ᾑρημένος, ὅτι καινὰ γέγονεν ἐν Χριστῷ, φέρε, καταθρήσωμεν τὴν παλαίωσιν ἥτις ποτέ ἐστι

 Ἄγαλμα δὲ διαπλάσας ἐκ γῆς, ζῶον αὐτὸ λογικὸν ἀποτελεῖ, καὶ ἵνα τοὺς τῆς ἰδίας φύσεως ἀνατρέχοι λόγους, ἄφθαρτον, ζωοποιὸν εὐθὺς ἐνεχάραττε πνεῦμα· γέ

 οἶμαι, τρόπον καὶ τοῖς ὡς ἥκιστα διακεισομένοις χρῆμα καλόν τε καὶ ἀξιόληπτον τὸ ἐν ὑπάρξει γενέσθαι καὶ ζῇν. Τί οὖν, εἰπέ μοι; Χρῆναι γὰρ ἔγωγέ φημι

 λέγουσα· Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς. ∆ιασώζεσθαι γὰρ ἐξὸν, εἰ βεβούλοιντο, καὶ διαδρᾶναι μὲν τῶν μεταξὺ παρεισδεδυκότων τὰ βλάβη,

 πεπλουτήκαμεν, Θεοῦ τὸ χρῆμα προεγνωκότος, καὶ ἐν ἰδίαις βουλαῖς τὰ ἐφ' ἡμῖν ἑπόμενα καταγράφοντος. Ἐπειδὴ γὰρ πεφενάκικε τὸν Ἀδὰμ, καὶ τοῖς τῆς ῥᾳστώ

 ἁμαρτίας ὀψώνιον καὶ παραβάσεως δίκην ἐδέχετο τὴν 69.32 φθοράν· ἔγκλημα δὲ ἦν ἡ δικαιοσύνη Χριστῷ, κατά γε τὴν τῶν Ἰουδαίων ἐμβροντησίαν. Τοιγάρτοι δι

 ἀρχαῖς τε καὶ πρώτης καὶ ἐπ' αὐτοῖς ἡ ἀνθρώπου φύσις ἐμελέτα τὸ καρπογόνον, καὶ τὸ αὐξάνεσθαι καὶ πληθύνεσθαι μόλις ἦν ἐν ἀρχῇ τοῦ φαίνεσθαι, καὶ ἐν ἰ

 μὲν ἐπ' ἀγροὺς ὡς ἐπόπτης ἔσοιτο τῆς ἐπιεικείας αὐτοῦ, καὶ τῆς τῶν ἀνθέων πολυειδοῦς ἀπολαύσοι θέας; Ἀνοσιεύεται δὲ, καὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχ

 ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε. Πατέρα δὲ αὐτοῖς ἀπονέμει τὸν Σατανᾶν, λέγων·

 θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Οὐκοῦν ἐν ἀμείνοσι τῶν

 ἀνθρώπου φύσεως ἀναπλαττομένης ἐν αὐτῷ, πρὸς τὴν ἐν ἀρχαῖς εἰκόνα, καθ' ἣν ὁ πρῶτος γέγονεν ἄνθρωπος. δʹ. Ἄξιον δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἡμᾶς πολυπραγμονεῖ

 ∆αβίδ· Ἄνες μοι, ὅτι ἐγὼ πάροικός εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Περὶ δὲ τῶν τὰ ἐπίγεια φρονούντων, ἐν τῷ μηʹ ψαλμῷ λέγει

 ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.

 κατά γε τὸ αὐτῷ μοι καλῶς τε καὶ ἀληθῶς ἔχειν δοκοῦν. Οἷον φέρε εἰπεῖν, βρῶσίς τε καὶ πόσις, καὶ ἡ γυναίων τυχὸν ὁμιλία φυσικὴ, σαρκὸς ἂν εἶεν ἔργα τε

 λογάδες, ποιηταὶ δὲ μάλιστα, κατὰ τὸ αὐτοῖς εὖ ἔχειν δοκοῦν, τὰς τῶν πραγμάτων ἀφηγεῖσθαί τε καὶ διαπλάττειν φύσεις· αἴρειν τε ὑψοῦ τὰ μικρὰ καὶ κατεῤ

 καὶ ὁλοκαυτοῦν ἐσπούδαζε τὰ καθαρὰ καὶ ἀβέβηλα τῶν κτηνῶν καὶ τῶν πετεινῶν· ἀνατιθεὶς, οἶμαί που, τὰ χαριστήρια τῷ διασώσαντι Θεῷ. Οὗ γεγονότος, Ὠσφρά

 δυσαχθὲς τῆς ἁμαρτίας ἀποβαλόντες φορτίον, ἀνιέμεθα λοιπὸν εἰς εὐημερίαν πνευματικήν; Ἐκάλει γὰρ ἡμᾶς εἰς τοῦτο λέγων αὐτός· ∆εῦτε πρὸς μὲ, πάντες οἱ

 πάντα μὲν ἀπεσπούδαζον φαυλότητος τρόπον, ἀπαραποίητά τε παντελῶς ὡς ἔν γε δή σφισιν αὐτοῖς, τῆς εὐκλεοῦς πολιτείας τετηρήκασι τὰ αὐχήματα. Ἐπειδὴ δὲ

 παντέλειον. Τοῦτο γὰρ ἡμῖν ὡς ἔν γε δὴ τοῖς προκειμένοις ἀριθμοῖς ὑποδηλούμενον κατίδοι τις ἂν, ἐκεῖνο διενθυμούμενος· ὡς ἔστιν ἔθος τῇ θεοπνεύστῳ Γρα

 ἐρχόμενος ἰσχυρότερός μου ἐστίν· οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι. Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Ἀπέψυκται μὲν γὰρ ἡ τῶν Ἰουδ

 γάρ. Ὑπολοφήσαντος δὲ τοῦ κατακλυσμοῦ, κεκάθικεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη Ἀραρὰτ, ἃ διερμηνεύεται μαρτυρία καταβάσεως. Ὑψηλοὶ γὰρ ὥσπερ καὶ οἱονεί πως ἐν

 ὀπισθοφανὲς, καὶ τὴν 69.76 γύμνωσιν τοῦ πατρὸς οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν·

 εἰπεῖν, ἀπημπόληκε μὲν τὸ ἄφθαρτον ἐν Ἀδάμ. Εἴρηται γὰρ πρὸς αὐτὸν, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἐστέρηται δὲ μετὰ τοῦτο τοῦ πνεύματος. Ἐπειδὴ γὰρ μόν

 τῆς εἰς ἑνότητα διὰ Πνεύματος συνδρομῆς, καὶ τῆς εἰς τὰ ἄνω πορείας. Γέγονε γὰρ ἡμῖν ὁ Χριστὸς, πύργος ἰσχύος, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, εἰς τὴν ἄ

 βασιλέως· προσεπάγει δὲ ὅτι Καὶ Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἐξήνεγκεν αὐτῷ ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Καὶ εὐλόγησε τὸν Ἀβραὰ

 Ἀλλ' οὐδ' ἂν ἀνθρώπῳ τὸ χρῆμα πρέποι, φέρε λέγωμεν, ταῖς τῶν ὀνομάτων ἑρμηνείαις προσεσχηκότες, τοὺς κατὰ καιροὺς βεβασιλευκότας σκιὰς εἶναι καὶ εἴδωλ

 Χριστοῦ. Καὶ οἱ μὲν ἄλλοι πάντες Λευῗται καὶ ἱερεῖς τὰς κατὰ νόμον θυσίας ἐτέλουν, στάσιν ἔχοντες ἐπὶ τὴν πρώτην σκηνήν. Μόνος δὲ καὶ ἐκ πάντων ὁ θεσπ

 συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω, καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι· ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὁ λαλῶν τὸ

 Κύρῳ τέθειται, πληροφορήσει σαφῶς τὰ ἑξῆς εἰρημένα διὰ τῆς τοῦ προφήτου φωνῆς· Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν

 πνεύματι. Ὅτι δὲ καὶ ἀμείνων ἡ δόξα τῆς Ἐκκλησίας παρὰ τὴν πρώτην καὶ ἐν ἀρχαῖς, τὴν ἐπί γέ φημι τῷ ἐκ 69.97 λίθων ναῷ, διαμεμήνυκεν εἰπὼν διὰ φωνῆς Ἀ

 Σεραφὶμ, ᾧ λειτουργοῦσι χίλιαι χιλιάδες ἀγγέλων, ἐπειδὴ κεκένωκεν ἑαυτὸν, τότε δὴ τότε τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἀναδειχθῆναι λ

 εἰς τὸν θεσπέσιον Ἀβραὰμ, τῆς τοῦ χρησίμου καὶ πρέποντος ἀπεκόμισε θήρας, καὶ τῶν ἀναγκαίων εἰς ἀληθείας εὕρεσιν ἀπεβουκόλισε λογισμῶν. Εἰς ὁμοίωσιν γ

 αὐτῷ διὰ πνεύματος· Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ, φησὶν, ἓν πνεῦμά ἐστιν. Ἔστι τοίνυν κατά γε τὴν Ἑλλάδα φωνὴν, Μελχὶ μὲν, ὁ βασιλεύς· Σεδὲκ δὲ, δικαιοσύ

 Μωσέως ἀπρακτεῖν ἐντολὴν, καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας, τῆς οὐδενὶ τῶν πάλαι διεγνωσμένης, ἀδοκήτως εἰσκρινομένης· ἕτερον δὲ αὖ· Μὴ γὰρ

 ἀφιστὰς τῶν πρώτων καὶ ἀρχαιοτέρων ἐθῶν, ἕτερός που πάντως καὶ ἱερεύς. Καὶ εἰ καινὴν ἐπήγγελται διαθήκην ὁ Θεὸς, παλαιωθείσης τῆς πρώτης, ὁ κατὰ τὴν τ

 νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραὰμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν (καθὰ γέγραπται, ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε), κατέναντι οὗ ἐπίστευσε Θεο

 Ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος ∆αμασκὸς Ἐλιέζερ. Ἐπιτήρει τοῦ λόγου τὸ ἀκριβές. Τί μοι γὰρ δώσεις, φησὶν, ὦ ∆έσπο

 αὗ καὶ ἡ τοῦ Ἀβραὰμ συγκάθησις, τί δὲ καὶ ἡ φλὸξ ἡ διᾴττουσα μέσον τῶν διχοτομημάτων. Ἀφηγησόμεθα δὴ οὖν. δʹ. Ἀναγκαίως ὅρκου χρείαν ἐπλήρου Χαλδαίοις

 καὶ τὸν τῆς δουλείας ὑπέδυ ζυγόν. Ἐνομοθέτει δὲ καὶ Θεὸς ἤδη τὴν περιτομὴν τῷ Ἀβραὰμ, λέγων· Σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου

 παιδὶ, φημὶ δὴ τῷ Ἰσαὰκ, ἤκουέ τε σαφῶς, ὡς ἔσται πατὴρ ἐν αὐτῷ μυρίων τε ὅσων καὶ ἀναριθμήτων ἐθνῶν, ἐδικαιοῦτο πιστεύων. Ὅτι δὲ καὶ ἐν κατασχέσει γε

 ἤτοι τὸ ἐπ' αὐτῷ μυστήριον. Ἔθος γὰρ ὀμνύναι τῷ Πατρὶ ὡς κατὰ ἰδίας δυνάμεως τοῦ Υἱοῦ, καὶ τοῦτό ἐστι τὸ ὀμνύναι καθ' ἑαυτοῦ. Ἐπείπερ οὐχ ἕτερος παρ'

 διαπτύσσοντες καὶ ἁπλοῦντες εἰς εἴδησιν τοῖς οὐκ εἰδόσιν αὐτό. Ἀλλ' εἰ καὶ γέγονε διττὸς οἱονεί πως ὁ ἐπ' αὐτῷ λόγος, ἀλλ' εἷς που πάντως καὶ ὁ αὐτὸς,

 ἄγγελος; Ἀποστράφηθι, φησὶ, πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Προανεδείχθη μὲν γὰρ ὠδίνουσα τὸν Ἰσραὴλ ἡ κατὰ νόμον λατρεία.

 ὄλων Σωτῆρα καὶ Λυτρωτὴν ἐπιγινώσκουσα, σημαίνει δὴ πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔπαιζον μὲν γὰρ ἀλλήλοιν ἐπιθρώσκοντα τὰ μειράκια, Ἰσαὰκ δηλονότι, καὶ μ

 εἶπε πρὸς αὐτόν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν

 μόνοις χρῆναι τοῖς τοῦ Θεοῦ καὶ Πατρὸς ἀκολουθεῖν ᾤοντο διατάγμασιν, ὥσπερ ἐκεῖνοι τῷ Ἀβραὰμ, οὔπω τὸν δι' οὗ πάντα νοοῦντες Υἱὸν, οὐδὲ τὸν τοῦ Πατρὸς

 Ψαλμοῖς εἰρημένον ὡς παρ' αὐτοῦ· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι, ὁλοκαυτώματα, καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας. Τότε εἶπον·

 δεδικαιωμένων, καὶ εἰς τέκνα λελογισμένων τοῦ προπάτορος Ἀβραάμ. Εἰ γάρ τι χρὴ καὶ τῶν ἀνθρωπίνων διατεκμήρασθαι, φαίην ἂν ὄτι φορτικόν τε καὶ δύσοιστ

 τοῦ βλέποντος εἰς ἀγάπην κρείττονα. Ἔσται γὰρ, φησὶν, ἡ 69.149 παρθένος, ᾗ ἐὰν ἐγὼ εἴπω, Ἐπίκλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ, Πίε, καὶ τὰς καμή

 τὸν οἰκέτην καὶ τὰς καμήλους. Καὶ ὁ μὲν οἰκέτης, τύπος ἂν νοοῖτο νυνὶ τῶν ἐξ Ἰσραήλ. Ἄνθρωποι γὰρ οἱ νόμον ἔχοντες ἤδη παιδαγωγὸν, καὶ ὡς ἐν σκιαῖς μὲ

 Ἀπόδου σήμερον τὰ πρωτοτόκιάσου ἐμοί. Καὶ εἶπεν Ἡσαῦ· Ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾷν, καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια; Καὶ εἶπεν αὐτῷ Ἰακώβ· Ὄμοσόν μο

 ἠῤῥωστηκότα τὸν ἄνθρωπον δεῖ δὲ πάντως αὐτῷ τῆς διὰ Χριστοῦ σωτηρίας τοῦ δικαιοῦντος ἐν πίστει καὶ οἰκτιρμοῖς. βʹ. Πρόδηλον οὖν, ὅτι τῆς ἐφ' ἡμῖν οἰκο

 γάρ τις ὂν ἂν ἡττήσῃ. Νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ' ὁ ἐν Χριστῷ διὰ πίστεως, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλήματα, καὶ αὐτὸ καταμβ

 βρώσεως μιᾶς ἀπέδοτο τὰ πρωτοτόκια αὐτοῦ. Οὐκοῦν τοῖς τῶν νεανίσκων τρόποις ἀντιπαρεξάγοντες ἀκριβῶς καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν σκότον, καὶ τῆς ἐ

 μεμίμηνται τὸν Ἡσαῦ, τὴν τῶν προσκαίρων καὶ σαρκικῶν ἀπόλαυσιν τῆς παρὰ Θεῷ δόξης προτετιμηκότες, μονονουχὶ δὲ καὶ ἑτέροις τὰ πρωτοτόκια προθέντες ἑλε

 Προσκομίσας δὲ τῷ πατρὶ, περιττὸς ἦν ἔτι, καὶ τὸ γεγονὸς ἐδιδάσκετο. Ἤκουσε γὰρ εὐθύς· Ἔλθων ὁ ἀδελφός σου, μετὰ δόλου ἔλαβε τὴν εὐλογίαν σου. Οὐκ ἀδα

 εὐωδίας ἑαυτοὺς προσκομίζοντες τῷ Θεῷ καὶ Πατρί. Καὶ γοῦν ὁ Χριστὸς διαῤῥήδην νόμους ἡμῖν τεθεικὼς εὐαγγελικοὺς, Μὴ νομίσητε, φησὶν, ὅτι ἦλθον καταλῦσ

 ἀμετακίνητοι τρόπον τινὰ, καὶ ὀρθὰ φρονεῖν εἰδότες, καὶ ἀκατασείστως ἐρηρεισμένοι; Ἐλάβομεν γὰρ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσα

 τουτέστιν, ὑποταχθήσῃ, καὶ οὐχ ἑκὼν τῷ κατὰ σὲ τὴν φύσιν. Ἄνθρωπος δὲ καὶ καθ' ἡμᾶς ὁ Μωσῆς, οὐδὲν ἔχων τὸ περισσὸν ὅσον ἧκεν εἰπεῖν, εἰς τὸν τῆς ἀνθρ

 οὖν ἄρα ἐστὶ τὸ σωτήριον τοῦ Θεοῦ καὶ Πατρός; Ὁ ἐξ αὐτοῦ Θεὸς Λόγος, ὁ δι' ἡμᾶς καθ' ἡμᾶς καὶ ἐν δούλου μορφῇ γεγονὼς οἰκονομικῶς. Οὕτως αὐτὸν ὠνόμαζε

 ἐδέχετο, καὶ ἐν αὐτοῖς ἦν ἤδη τοῖς τοῦ θανάτου δείμασιν· οὐκ ἐν μετρίοις ὄντων σκιρτήμασι τῶν ἐμβρύων. Εἶτα τί τὸ χρῆμα διαλανθάνειν ἤθελεν ἐπερωτῶσα

 ἔφη γὰρ ὑπὲρ ἡμῶν· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Εἰ δὲ δὴ νοοῖτο καὶ τοῦ Ἡσαῦ μήτηρ ἡ Ῥεβέκκα, διαλυμανεῖται τοῦτο τοῖς θεωρήμασι παντ

 αὐτὸν ἕξει τὸν ἐπαμύνοντα καὶ διασώζοντα πανταχῆ. Ἄφυπνος δὲ γεγονὼς, οὐκ ἐν μετρίοις ἦν θαύμασιν ὁ θεσπέσιος Ἰακὼβ, καὶ δὴ καὶ ἔφασκεν, ὅτι, Ἔστι Κύρ

 μακάριοι μαθηταὶ, καὶ ἀναριθμήτων ἐθνῶν γεγόνασι πατέρες, ἐν πίστει τῇ ἐν Χριστῷ λέγω, καὶ ὡς ἐν γεννήσει τῇ πνευματικῇ, παντί που δῆλον, Παύλου λέγον

 ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας, καὶ ἀποκυλίσουσι τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος, καὶ ποτιοῦμεν αὐτά. Ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς, καὶ

 εἰωθότων, καὶ πεπότικεν ὁμοίως τὰ Λάβαν θρέμματα. Καὶ ὥσπερ Μωσῆς εἰς ἀνδρὸς εἰδωλολάτρου κατῆρεν ἑστίαν, οὕτω καὶ ὁ θεσπέσιος Ἰακώβ. Εἰδώλων γὰρ ἔτι

 πολὺ δὴ λίαν εὐσθενέστερόν τε καὶ ἄμεινον ἢ ἐκεῖνοι, τυχὸν εἰδείη τις ἂν καὶ λίαν εὐκόλως, ἐκεῖνο διενθυμούμενος. ∆υσαχθὴς μὲν γὰρ τῷ φρέατι λίθος ἐπέ

 ἀσαφείας ἡττώμενοι, παρεφέροντο πρὸς τὸ δοκοῦν. Ὁ δὲ καίτοι μόνος ὢν παρετίθει τὴν ἀλήθειαν. Ἀπεκύλισε γὰρ τὸν λίθον μόνος ὁ Ἰακὼβ, καὶ τὰ ὑπὸ τὴν Ῥαχ

 νεωτέραν πρινὴ τὴν πρεσβυτέραν· συντέλεσον οὖν τὰ ἕβδομα ταύτης, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργᾷ παρ' ἐμοὶ ἑπτὰ ἔτη ἕτερα· ἐποίησε

 οὐδένα γὰρ τρόπον ἐπιδεὲς τὸ Θεῖον, ἀλλ' ἔστι παντέλειον ἐν ἑαυτῷ, οὐκ εἰσποιητὸν ἔχον τὸ δυναμοῦσθαι πρός τινος, οὔτε μὴν νόμῳ σωμάτων τροφαῖς ἢ ποτο

 Συναγωγή· ῥίζης γὰρ καὶ γένους Ἑλληνικοῦ γέγονε καὶ αὐτὸς ὁ θεσπέσιος Ἀβραάμ· δευτέρα δὲ καὶ μετὰ τὴν πρώτην ἡ νεωτέρα, τουτέστιν, ἡ Ἐκκλησία. Καὶ οἱ

 σφόδρα καὶ ἀπορουμένη, τὸ τῆς ἀπαιδίας κατασοφίζεται χρῆμα. Πείθει γὰρ τὸν Ἰακὼβ λέγουσα· Ἰδοὺ ἡ παιδίσκη μου Βάλλα. Εἴσελθε πρὸς αὐτὴν, καὶ τέξεται ἐ

 ὑποδραμεῖσθαι ζυγὸν, παραδείξειεν ἂν ἡμῖν αἰνιγματωδῶς ἡ γειτονεύουσα καὶ παρεζευγμένη γένεσις τῶν τεσσάρων, οἳ καὶ γεγόνασιν ἐκ θεραπαινῶν. Ἀλλ' ἔστι

 ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτὸν, ἵνα ἡμῶν ἡ κληρονομία γένηται. Ὅτι δὲ φιλόπλουτοι καὶ φιλοκερδεῖς ἄγαν οἱ Φαρισαῖοι γεγόνασι, καὶ τὸ τῶν Γραμ

 ἔστιν; Ἐπειδὴ γὰρ πρῶτος ἐν ἀνθρώποις ὕπνον ἔδειξε τὸν θάνατον ὁ Χριστὸς (ζωὴ γὰρ ἦν κατὰ φύσιν), θύρα τις ὥσπερ καὶ ὁδὸς εἰς τὸ χρῆναι λοιπὸν καὶ αὐτ

 λίθους τῆς ὁδοῦ διαῤῥίψατε· ἵνα μὴ τοῖς διὰ μέσου σκανδάλοις προσπταίοντες, ὄκνον εἰσδέξοιντο τὸν ἐπ' ἀγαθοῖς σπουδάσμασιν. Οὐκοῦν τοὺς ἐπὶ μισθῷ τε κ

 σαφῶς, πορνείαν δὴ λέγων καὶ ἀκαθαρσίαν, καὶ τὰ τούτοις ἀδελφά. Οὐκοῦν ὁ τῆς Ῥαχὴλ θάνατος σημαίνει που πάντως τῆς τῶν πιστευόντων ἀγέλης, τουτέστι, τ

 κατίδοι τις ἂν, ὅπερ ἔφην, τὸν θεσπέσιον Ἰακὼβ, καὶ τὰ ἐπ' αὐτῷ γεγραμμένα παρατιθέντος τοῦ λόγου, καὶ τῆς ἱστορίας τὸ δοκοῦν εἶναί πως ἀσυμφανὲς ὡς ἔ

 Ἰσαάκ. Αὐτὸς ὁ καθ' ὁμοιότητα τὴν Ἰακὼβ καθάπερ τινὰ πατρῴαν ἑστίαν μονονουχὶ ἀπολελοιπὼς τὸν οὐρανὸν, καὶ πρὸς Λάβαν ἀφιγμένος, ὃν τῷ κόσμῳ παρεικαστ

 Ἐγηγερμένος γὰρ ἐκ νεκρῶν, καὶ εἰς εἰκόνα τὴν θείαν τὴν ἀνθρώπου φύσιν ἀναμορφῶν, πρώτοις ἐνεφύσησε τοῖς ἁγίοις ἀποστόλοις, λέγων· Λάβετε Πνεῦμα ἅγιον

 τε σοφῶν καὶ αἰνίγματα. Οὐκοῦν τὸ βαθὺ καὶ οἱονεὶ μέλαν τῶν ἐπὶ Χριστοῦ δογμάτων, τὸ φαιὸν ἡμῖν ὑπαινίττεται χρῶμα. Τὸ δέ γε λαμπρὸν καὶ οἱονείπερ δια

 πᾶσαν τὴν οἰκουμένην, καὶ ἐν ὅλῳ τῷ κόσμῳ, ῥάβδον ὥσπερ τινὰ παρατίθησι ἑαυτὸν ὁ Χριστός. Ῥάβδον δὲ οὐχ ἁπλῶς, ἀλλὰ στυρακίνην, καὶ καρυΐνην, καὶ ὡς ἐ

 κιττᾷν τῷ ἐκποικίλλεσθαι θέλον εἰς ἀρετὴν, διφυᾶ πως αὐτὴν ἐπιτηδεύοντας, ἔργῳ, τε φημὶ, καὶ λόγῳ. Καὶ γοῦν οἱ θεσπέσιοι προφῆται τῶν ἐν πίστει δεδικα

 συναγαγούσῃ. ∆έχεται γὰρ τὸν δοῦλον, ἵνα τοῖς εἰς ἐλευθερίαν αὐχήμασιν ἀποφήνῃ λαμπρόν. ∆έχεται τοὺς ὑπὸ νόμον ὡς ἱεροὺς 69.245 ἤδη καὶ εἰς θυσίαν ἐπι

 ἑλομένοις διὰ τῶν ἐφεξῆς· Ἀναστὰς γὰρ, φησὶ, Ἰακὼβ, ἔλαβε τὰς γυναῖκας αὐτοῦ, καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους, καὶ ἐπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτ

 τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Γράφει δὲ καὶ ἕτερος τῶν ἁγίων ἀποστόλων· Παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθε τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτ

 ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ἔτι περὶ τοῦ Ἰακώβ. αʹ. Οὐκ ἀθαύμαστος μὲν τῶν ἁγίων ὁ τρόπος παρά γε τοῖς ἄριστα βιοῦν ᾑρημένοις· τὸ

 τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ. Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο. Καὶ διεῖλε τὸν λαὸν τὸν μεθ' ἑαυτοῦ, καὶ τοὺς βόας, καὶ τὰ πρόβατα εἰς δύο παρεμ

 καταπιαίνοντος τοὺς αὐτῷ προσκεῖσθαι σπουδάζοντας. Ἀλλ' οἶμαι δὴ δεῖν εἰς θεωρίαν πνευματικὴν ἡμῖν μεταπλάττεσθαι τὸ διήγημα. Καὶ φέρε δὴ λέγωμεν ἀνόπ

 κόσμου. Πεπολεμήκασι γὰρ τῇ δόξῃ Χριστοῦ τῶν ἐν κόσμῳ τινὲς τὰς ὑπερτάτω τιμὰς ἀνειμένοι, καὶ δυσκατ 69.261 αγώνιστον ἐπὶ γῆς ἐσχηκότες τὴν δυναστείαν

 ἐπηγγέλλετο, τὴν ἀνθρώπου φύσιν ἀνακομίσαντα πάλιν εἰς ὅπερ ἦν ἐν ἀρχαῖς. Καινὴ κτίσις τὰ ἐν Χριστῷ, κατὰ τὰς Γραφάς. ∆ιακομισταὶ δὲ τῶν εἰς ἡμᾶς ἀγαθ

 πάλιν· Μάρτυς Κύριος ἐν ὑμῖν, καὶ μάρτυς Χριστὸς αὐτοῦ ἐν τῇ ἡμέρᾳ ταύτῃ, ὅτι οὐχ εὑρήκατε ἐν τῇ χειρί μου οὐδέν. Σαφεστέρως δὲ καὶ ὁ μακάριος ∆αβὶδ τ

 ἥξει, προσερῶν τε ἅμα προκαταμηνύειν ἐκέλευε δώροις τε καὶ λόγοις τιθάσσων ἀποφαίνει τὸν πάλαι φονῶντα καὶ ἀγριαίνοντα. Ἐπειδὴ δὲ παρῆσαν οἱ προεσταλμ

 ἡμέρᾳ, εὐσχημόνως περιπατήσωμεν. Οὐκοῦν, ἐν ἡμέρᾳ μὲν οἱ πιστεύσαντες, οἱ δὲ ἀπειθεῖς ὡς ἐν νυκτὶ καὶ ἐν σκότῳ μάχονται τῷ Χριστῷ. Τοῦτο πεπράχασιν οἱ

 εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον ἐκ τῆς βίβλου ταύτης ἧς ἔγραψας. Οὐκοῦν κατὰ τοιόνδε τρόπον πρὸς Ἰακὼβ εἴρηται τὸ, Ἀπόστειλόν με, παρὰ τοῦ παλαίοντος πρὸς αὐ

 ἀνθρώπῳ τυχὸν ἰδικῶς οὐδὲν ἂν εἴη Θεῷ· πλὴν ἐξ ὧν εἶναι πέφυκε πολλαχῶς ὀνομάζεται. Φῶς γὰρ, καὶ ζωὴ, καὶ δύναμις, καὶ ἀλήθεια, μονογενὴς, καὶ ἀπαύγασ

 Τίς οὖν ἐντεῦθεν γένοιτο ἂν εἰς ἡμᾶς ἡ ὄνησις (εἰκαιόμυθος γὰρ οὐδαμῶς ἡ θεόπνευστος Γραφὴ), φέρε δὴ λέγωμεν ὡς ἔνι. εʹ. Γέννησιν μὲν γὰρ γεγεννήμεθα

 παθὼν, καὶ λελυπημένος οὐ μετρίως τοῖς ἀγεννῶς ἡττωμένοις ὑπὸ θυμοῦ, Συμεών τε, φημὶ, καὶ Λευῒ, ἐπετίμα δεινῶς, ἁγιοπρεπὲς ὅτι [τὸ] ἀν 69.284 εξίκακον

 τὰ κατὰ καιρὸν συμβαίνοντα, λαμπρὰς ὥσπερ ἀνατιθεὶς τῆς ἐπ' αὐτῷ γνώσεως εἰκόνας. Ἴδωμεν τοίνυν καὶ ἐν τοῖς κατὰ τὸν θεσπέσιον Ἰωσὴφ, εἰ μὴ, ὅπερ ἔφην

 οἶμαι, ἐστὶ τὸ, Κατήνεγκαν δὲ Ἰωσὴφ ψόγον πονηρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν. Οὐκοῦν ἀκροβολισμοὶ μὲν ὥσπερ τῶν ἀνοσίων σκεμμάτων γεγόνασιν ἀπαρχαὶ,

 ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης; Ἆρά γε ἐλθόντες ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Ἐζήλωσαν δὲ αὐτὸν οἱ ἀ

 τῷ πατρὶ τὸ παιδάριον; Οἱ δὲ τὸν χιτῶνα τὸν ποικίλον αἰγὸς αἵματι καταδεύσαντες, προσεκόμιζον τῷ πατρὶ, δόλῳ καὶ ἀπάτῃ μεθύοντας συνθέντες λόγους. Τοῦ

 καθάπερ ἤδη προεῖπον, νοοῖτ' ἂν εἰκότως ὁ νοητὸς Ἰωσὴφ, τουτέστιν, οἱ ἐν Χριστῷ, προσθήκη Θεοῦ. Ἴοι δ' ἂν ἡμῖν ὁ λόγος οὐκ ἀπὸ σκοποῦ τοὺς εἰς αὐτὸν π

 μακάριος γράφει Παῦλος, Θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλλάσσων. Ἐποίμαινε τοίνυν τοῖς εἰς δουλείαν γεγεννημένοις ὁ Ἐμμανουὴλ, καὶ τοῖς οἱονεί πως

 πεφηνότι μὲν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, καθάπερ ἔφην ἀρτίως, μετὰ σαρκὸς, προϋφεστηκότι δὲ ὡς Θεῷ. Φαμὲν γὰρ εἶναι τῷ Πατρὶ συναΐδιον. Οὐκοῦν ἠγα

 Ἀλλ' εὕρηνται μὲν οὐκ ἐν Σιχὲμ, ἀλλ' ἐν ∆οθαΐμ. Ἡ Σιχὲμ ὦμος ἑρμηνεύεται. Σημεῖον δ' ἂν γένοιτο φιλεργίας τὸ μέλος. Κατείθισται γάρ πως ἡ θεόπνευστος

 συναλγήσαντες Χριστῷ ἠτιμασμένῳ. Τεθρήνηκε δὲ ὁ πατὴρ τὸν Ἰωσήφ· Οὐ γὰρ ἤθελε παρακληθῆναι, φησίν. Πάρεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν ὅτι λελύπηκεν οὐ μετ

 ἐκαλλωπίσατο, καὶ ἐκάθητο πρὸς ταῖς πύλαις Αἰνὰν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά. Εἶδε γὰρ ὅτι μέγας γέγονεν ὁ υἱὸς αὐτοῦ Σηλὼμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐ

 Ἰούδαν εἰκότως ἀπαλλάξομεν· σύνοδον δὲ 69.313 μᾶλλον οἰκονομικὴν γενέσθαι φαμέν. Ἡ μὲν γὰρ ἐπεθύμει γονῆς ἐλευθέρας, τοῦ κατὰ νόμον συνῳκηκότος ἐστερη

 Ἰουδαίων Συναγωγῇ τῆς τοῦ Θεοῦ γαληνότητος ἡ μέθεξις ἦν (Ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, κατὰ τὸ γεγραμμένον), ὑποφήνειεν ἂν αἰνιγματωδῶς τῶν Ἰούδα πα

 τῇ Θάμαρ Σηλὼμ ὁ νεώτατος. ∆ιὰ δὲ τοῦτο χήρα μεμένηκε, καὶ μακροὺς ἐν τούτῳ διατετέλεκε χρόνους. Οὐ γὰρ ἐφέντος Θεοῦ καρποφορεῖν ἔτι τὴν Ἰουδαίων Συνα

 Ἀπενηνέχθαι τε δι' ἐκείνων αὐτὸν εἰς τὴν Αἰγυπτίων, προσθέντες εἰρήκαμεν. Ὅτι καθεὶς ἑαυτὸν εἰς κένωσιν ὁ Μονογενὴς, καὶ ἐν τοῖς καθ' ἡμᾶς γεγονώς· κε

 τὸ ἄμεινον, ὁ Ἐφραΐμ. Ἐξ ἱερᾶς γὰρ ὥσπερ μητρὸς, φημὶ δὲ τῆς Ἐκκλησίας, καρποὶ γεγόνασι, καὶ ἐν υἱοῖς Θεοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ καταλογισθεῖεν ἂν

 ἀληθῆ τὸν ἐπὶ τούτοις λόγον, τοῖς ἱεροῖς Γράμμασιν ἐνιεὶς τὸν τῆς διανοίας ὀφθαλμόν. Ἔχει γὰρ ὧδε πάλιν· Ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἀνηγγέλη

 Ἐφραῒμ καὶ Μανασσῆ, Τὰ δὲ ἔκγονα, φησὶν, ἃ ἐὰν γένηταί σοι, σοὶ ἔσονται. Συνίης οὖν ὅτι κἂν υἱοὶ τοῦ Θεοῦ καὶ Πατρὸς χρηματίζωμεν, οὐδὲν ἧττον ἐσόμεθα

 Χριστῷ. Προσίεται δὲ καὶ λίαν ἀσμένως, ἐπιμαρτυροῦντος ἡμῖν τὴν πρὸς ἑαυτὸν οἰκειότητα τοῦ Υἱοῦ, ἀγάπης τε οὕτως ἡμᾶς ἀξιοῖ, καλεῖ πρὸς ἕνωσιν, δῆλον

 ἐστὶ τοῦ Ἰσραὴλ τῇ τῶν πιστευσάντων ἀμέτρῳ πληθύϊ ποιούμενος τὴν ὑπεροχήν· μιᾷ γὰρ καὶ ἴσῃ χάριτι κατεστέμμεθα πρὸς ἁγιασμὸν οἵ τε ἐξ Ἰσραὴλ καὶ μέν τ

 ἐποιεῖτο νόμον. Τοιγάρτοι καὶ ὁ προφήτης Ἡσαΐας, Πῶς ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φ

 βατράχου, χαλάζης καθιεμένης, πρωτοτόκων ἀνῃρημένων, καὶ πρὸς τούτοις ἔτι διὰ μέσης ἰόντων θαλάσσης ὡς διὰ ξηρᾶς τῶν λελυτρωμένων. Ἰσχὺς οὖν ἄρα ταύτῃ

 ἰόντες ἐπέκεινα, καὶ εἰς αὐτὸν ἐκτόπως πεπαρῳνήκασι τὸν Υἱόν. Εἶπον γὰρ ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε ἀποκτείνωμεν αὐτὸν, καὶ κατάσχωμεν

 Ἰουδαίοις, τὴν ἐν πνεύματι περιτομὴν, καὶ τὸν ἐν τῷ κρυπτῷ περιφέροντες Ἰουδαῖον. Ἀλλὰ καὶ οὕτως ἀπεκτόνασι προανελόντες προφήτας, καὶ αὐτὸν δὲ τὸν Ἐμ

 οὐδὲ σπείρεται, καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι, καὶ προσελεύσονται οἱ ἱερεῖς οἱ Λευῖται, ὅτι αὐτοὺς ἐπελέξατο Κύριος ὁ Θεός σου παρεστηκ

 ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Εἰ γὰρ καὶ αὐτὸς δίδωσιν ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δυνά

 Τίς οὖν αὐτὸν ἐγερεῖ; φησί. Ὅμοιον ὡς εἰ λέγοι, κατεκλίθη μὲν ἑκὼν, πλὴν οὐ τῆς παρ' ἑτέρου δεήσεται συνεργίας εἰς ἀνάστασιν. Παναλκὴς γὰρ αὐτὸς ὡς δύ

 τὴν ἐφ' ἅπασι τοῖς ἁνδάνουσι Θεῷ εὐοδίαν πεπλουτηκότας· πλὴν ὅτι τοὺς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένους, καὶ τῇ τοῦ ἁγίου Πνεύματος λελαμπρυσ

 ἔχθραν, συγκατοικίζοντος δὲ τοῖς ἔθνεσιν ἐν ἀγάπῃ τὸν Ἰσραήλ. Οἶμαι δὴ οὖν ὦδέ τε καὶ οὐ καθ' ἕτερον τρόπον τὸν Ζαβουλὼν κατοικήσειν παράλιον. Περὶ το

 πρεσβεύουσιν ὑπὲρ Χριστοῦ οἱ ἀπόστολοι, καὶ ἐν αὐτοῖς τέθειται τῆς καταλλαγῆς ὁ λόγος, οὐδὲν τὸ παράδοξον, εἰ καὶ νοοῖντο κριταὶ καθ' ὁμοιό 69.364 τητ

 Πατέρα. ∆ύναμις γὰρ ὢν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, τὸν ἴδιον αὐτὸς ἐξωοποίησε ναόν. Ταύτῃτοι σεσῶσθαι λέγεται παρὰ τοῦ Πατρὸς κεκινδυνευκὼς ὡς ἄνθρωπ

 ∆αβίδ· Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. Γράφει δέ που καὶ ὁ σοφώτατος Παῦλος ἡμῖν περὶ αὐτοῦ· Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ

 καρποφορίαν ἀρετῆς. Ἐπισκέπτεται δὲ τὰ καθ' ἡμᾶς σὺν Υἱῷ καὶ αὐτὸς ὁ Πατήρ. Ἀλλ' ἔστι που δῆλον, ὅτι κἂν εἰ ἄμπελος νοοῖτο Χριστὸς, γεωργὸς δὲ ὁ Πατὴρ

 μαθήσῃ, λέγοντος τοῦ Θεοῦ· Καὶ ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπ

 Θεῷ καὶ Πατρὶ μέχρι θανάτου· ταύτῃτοι λοιπὸν ὑπερυψοῦσθαι λέγεται, καὶ ὡς οὐκ ἔχων διὰ τὸ ἀνθρώπινον μονονουχὶ, καὶ ἐν χάριτος μοίρᾳ, λαβεῖν τὸ ὄνομα

 ἀμφιλαφεῖς οἱ τῆς εἰς Θεὸν εὐσεβείας καρποί. Εἴρηται γάρ που πρὸς τὸν Υἱόν· Ἐπεσκέψω τὴν γῆν, καὶ μεθύσας αὐτὴν ἐπλήθυνας, τοῦ πλουτίσαι αὐτήν. ∆εδόσθ

 εἰς νεφροὺς [τάφρους?] οὐ φειδόμενοι, κατὰ τὸ γεγραμμένον. Τληπαθέστατοι γὰρ οἱ τοιοίδε λίαν, καὶ ζωὴν ἡγούμενοι τὸ παθεῖν· διακεκράγασι γοῦν· Ἐμοὶ τὸ

 οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 καὶ ἄλλαι πόλεις. Περιειστήκει δὲ τῷ τυράννῳ πρὸς τὸ παρ' ἐλπίδας ἡ σκέψις. Ἐν γάρ τοι τῷ ταπεινοῦσθαι, φησὶ, τοὺς κολαζομένους ἐν ὑπεροχαῖς τὸ δεῖγμα

 γένοιντο τῶν ἀφανεστέρων τὰ ὡς ἐν ὄψει τε καὶ ἐναργείᾳ. Οὐκοῦν ἄνωθέν τε καὶ ἐκ πατέρων ἠῤῥωστηκότες τὴν ἁμαρτίαν, καὶ τῇ τῶν ἀγαθῶν ἐνδείᾳ πεπιεσμένο

 ἀρτιγενὲς νοεῖται παιδίον διά τοι τὴν τῆς θεότητος ἀκακίαν, ἤγουν ὅτι γέγονε νέα κτίσις. Ἀποδυσάμενοι γὰρ τὴν ἐν φθορᾷ παλαίωσιν, εἰς καινότητα ζωῆς μ

 τοῦ 69.397 τῆς ἁμαρτίας εὑρετοῦ. Ἐπειδὴ δὲ γέγονε μεθ' ἡμῶν, καὶ τοῖς ἐπιβουλευομένοις ἐναρίθμιος ἦν ὁ Ἐμμανουὴλ, τὸ φύσει τε καὶ ἀληθῶς ἄῤῥεν βρέφος,

 γῇ Μαδιάμ. Ἐλθὼν δὲ ἐν τῇ γῇ Μαδιὰμ, ἐκάθισεν ἐπὶ τοῦ φρέατος. Τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ.

 ἀποτετέλεκεν Ἰησοῦς, ὁ διαβιβάσας τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ στρατηγήσας μετὰ Μωσέα. Κατέδησε γὰρ ἐν σπηλαίῳ τοὺς πέντε τῶν Ἀμοῤῥαίων βασιλεῖ

 ὑπέρ γε σφῶν αὐτῶν πραττόμενα, μετετέθη λοιπὸν εἰς τὴν Μαδιὰμ, καὶ εἰς τὴν τῶν ἑτερογενῶν μεθωρμίζετο χώραν. Εἶτα προσιζήσας τῷ φρέατι, ταῖς Ἰοθὸρ ἐπή

 ψευδοποιμένας, πεπότικε δὲ τὸ ὕδωρ τὸ ζῶν, τουτέστι, τὸ θεῖον αὐτοῦ καὶ οὐράνιον κήρυγμα. Τοιγάρτοι καὶ ἔφασκεν· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πιν

 ἀγχίνοοι. Καὶ τί γὰρ οὐχὶ λαχόντες τῶν ἐπαινουμένων, εἰκότως κατεθαυμάζοντο; Ἀλλ' ἦσαν οὐχ οἷοί́ τε καθ' ἡμῶν τυραννίδος ἀποσοβῆσαι τὸν Σατανᾶν, οὔτε

 Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Νόμον μὲν γὰρ εἰς βοήθειαν ἔδωκεν ὁ Θεὸς, κατὰ τὴν τοῦ πρ

 βάτος, καὶ ἁγία λοιπὸν ἡ τοῦτον ἔχουσα γῆ, καὶ ἱερὰ τῷ Θεῷ. Καὶ προσιὼν ὁ Μωσῆς ἀνακόπτεται, καὶ τοῦ ποδὸς ἀναλύειν προστάττεται τὸ ὑπόδημα. Νεκρότητο

 ἐπαφεῖναι τὸν ὀλοθρευτήν. Ἐπειδὴ δὲ 69.420 ἦν ἀναγκαῖον μὴ τοῖς ἀνοσίοις γένεσι συναπολέσθαι τοὺς ἐξειλεγμένους, ἀγάπῃ τῇ διὰ τοὺς πατέρας, τὸν ἐπὶ το

 πόλιν ἀπὸ τῆς ἐν κόσμῳ διατριβῆς, εἰ μὴ διὰ τῆς τοῦ Χριστοῦ μετοχῆς καὶ φιλανθρωπίας, κατὰ τὸ εἰρημένον παρ' αὐτοῦ πρὸς τοὺς ἀνοήτους Ἰουδαίους· Ἀμὴν,

 Ἀποθαυμάσεις δὲ πάλιν καὶ ἑτέραν ἐν τούτῳ μυστικὴν εὑρίσκων οἰκονομίαν. Σφάζεται γὰρ ὁ ἀμνὸς ἐν τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἡμέρᾳ, πλήρη τὴν οἰκείαν ἔ

 ἕτερόν τι σημαίνειν ἐθέλων, ὥς γέ μοι δοκεῖ, ἢ ὅτι τῷ σεπτῷ καὶ τιμίῳ αἵματι τοῦ Χριστοῦ, τὴν ἐπίγειον ἑαυτῶν οἰκίαν ἀσφαλιζόμεθα, τουτέστι τὸ σῶμα, τ

 τῶν πιστευόντων διανοίαις ὑποδηλῶν. Ὑδαρεστέρα δὲ περὶ αὐτοῦ διάληψις, τὸ μὴ Θεὸν οἴεσθαι κατὰ φύσιν ὑπάρχειν αὐτὸν, ἀλλ' εἰς τὴν τῶν ποιημάτων κατακο

 Θεὸν, οὐκέτι καθάπερ καὶ νῦν ἐν αἰνίγματι καὶ ἐσόπτρῳ, καὶ σκιᾷ, καὶ ἐκ μέρους, ὡς ὁ Παῦλός φησι. Ὡς οὖν μελλούσης τὸ τηνικάδε διὰ λαμπροτέρας γνώσεως

 προσιόντας αὐτῷ, καὶ εἰς ἐκεῖνο πάλιν ἀνακομίζοντος, εἰς ὅπερ ἦμεν ἐν ἀρχαῖς. Οὐκοῦν ὅλον ἡμῖν ἐν τούτοις τὸ περὶ τοῦ Σωτῆρος ἡμῶν προανετυποῦτο μυστή

 ἀγαπήσαντός με, καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Ὥσπερ οὗν μονονουχὶ τὴν τοῦ σφαγέντος ἀμνοῦ ζωὴν ἔζων οἱ ἐξ Ἰσραὴλ, οὕτω καὶ ἡμεῖς οὐχὶ τὴν ἰδίαν ἔτι ζῶμ

 Νήπιος γάρ ἐστι. Τελείων δέ ἐστιν ἡ στερεὰ τροφὴ, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. Ἀνδρυθέντας δ

 γεγονότας, ἵν' εὖ βεβηκότα λοιπὸν καὶ ἐρηρεισμένον ἐν αὐτοῖς ἔχοιεν νοῦν, καὶ δὴ καὶ πιστεύοιεν ὡς οὐ καθ' ἕνα τῶν ψευδωνύμων ἐστὶ θεῶν, ἤγουν ἀνθρωπί

 αἰῶνα. Ἄρτι τοίνυν οἱ ἐξ Ἰσραὴλ τὴν θεομισῆ τῶν Αἰγυπτίων ἀφέντες λατρείαν, μετέθεντο ταῖς γνώμαις εἰς τὸ τελεσφορεῖν ἅπερ ἂν βούλοιτο Θεός. Ἀλλ' οὔπω

 ∆ίκαιος, φησὶν, ὡς φοῖνιξ ἀνθήσει. Καὶ μή τοι θαυμάσῃς. Ἐπεὶ καὶ αὐτὸς ὁ Χριστὸς τῇ τοιᾷδε κλήσει κατονομάζεται παρά γε τῇ θεοπνεύστῳ Γραφῇ. Ἔφη γάρ π

 οὐδένα δὴ τρόπον αἰτιασόμεθα τὸν ∆εσπότην, ἐξαιτήσομεν δὲ μᾶλλον παρ' αὐτοῦ τὰ εἰς ζωὴν ἐπιτήδεια. Οἱ δέ γε τῶν Ἰουδαίων δῆμοι, δέον αἰτῆσαι τροφὰς, ὅ

 λαοῦ συλλέξαι, καὶ οὐχ εὗρον. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου; Ἴδετε, ὁ Κύριος ἔδωκε τὴν

 ὡς ἐν εἰκόνι μὲν ἐκεῖνο τὸ αἰσθητὸν ἔτι, τὸ δὲ ἀληθὲς αὐτὸς, πληροφορήσει λέγων πρὸς Ἰουδαίους· Οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ, καὶ ἀπέθα

 προαποκειμένην τοῦ νόμου παίδευσιν χειραγωγοῦσαν ἡμᾶς εἰς Χριστόν· παιδαγωγὸς γὰρ ὁ νόμος· ἔχοντες δὲ μᾶλλον αὐτὸν ὁμοῦ τοῖς εὐαγγελικοῖς παιδεύμασιν,

 καὶ διήνοιξε τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Τὰ κρέα γὰρ, φησὶν, ἦν ἔτι ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἐκλιπεῖν. Καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαὸν, καὶ ἐ

 Χριστός. Κέκληνται μὲν γὰρ οἱ ἐξ ἐθνῶν ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, οὐ διὰ Μωσέως ἢ νόμου, δυνάμει δὲ μᾶλλον τῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀποκαλύπτοντος

 Πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ. Ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Ἄθρει

 παρεκάλεσαν. Ῥάβδος δὴ οὖν, ὁ Υἱός. Ἀλλ' ἕως μὲν [ἦν] ὡς ἐν χειρὶ τοῦ Πατρὸς καὶ ἐν τοῖς τῆς θεότητος ὑψώμασιν, οὔπω γενόμενος καθ' ἡμᾶς, ἄθεοι μὲν ἐν

 ἐπιχωρίοις ἐνιζηκότες, καὶ βαθύνοντες λίαν εἰς κάθεσιν, κατὰ τὴν τοῦ προφήτου φωνήν· Λελατρεύκασι μὲν τῇ κτίσει, παρὰ τὸν κτίσαντα. Κατωλισθήκασι δὲ κ

 τῆς θεότητος εὐκλεὲς καὶ τὸ πάντα ὑπερανεστηκὸς ἀξίωμα; ∆ιὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, Εἴ γε καὶ ἐγνώκαμεν, φησὶν, τὸν κατὰ σάρκα Χριστὸν, ἀλλὰ νῦν

 μετεποιήθη τὸ ὕδωρ, Ἡ γὰρ κατὰ φύσιν ζωὴ, τουτέστιν, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, καθ' ἕνωσιν οἰκονομικὴν, τὴν ὡς πρὸς σάρκα φημὶ, ἤτοι πρὸς ὁλόκληρον ἀνθρ

 ἀποκαλύπτοντος ἡμῖν τὰ ἐν αὐτῷ τοῦ Χριστοῦ, σκοτεινὸν καὶ ἀσυμφανὲς ἔσται τοῖς ἀκροωμένοις τὸ δηλούμενον. Καὶ γοῦν Ἰουδαῖοι τὸν διερμηνεύοντα τὰ Μωσέω

 αἰσθητῆς ἀπελήλαται θάνατος, ἀλλὰ διὰ τῆς ἐν Χριστῷ, διὰ πνεύματος, ἣν ἐνήργηκεν ἐν τῷ πρωτοτόκῳ καὶ νέῳ λαῷ, καὶ τῷ παροίκῳ μὲν ἐπὶ γῆς, ἐπιγραφομένῳ

 Αἰγύπτου, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ τέκνα ἡμῶν, καὶ τὰ κτήνη ἡμῶν τῷ δίψει; Ἐβόησε δὲ Μωσῆς πρὸς Κύριον, λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν καὶ κα

 εἰς τὴν ἔρημον ταύτην, ἀποκτεῖναι ἡμᾶς καὶ τὰ κτήνη ἡμῶν; Ὣ τῆς κακανδρίας, ὡς ἀτληπαθὲς τὸ φρόνημα, καὶ πολὺ πρόχειρος εἰς ἀκηδίαν ὁ νοῦς! ∆εδιψηκόσι

 ῥάβδῳ τὴν πέτραν ὁ θεσπέσιος Μωσῆς, παρεστηκότων αὐτῷ καὶ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ μέν τοι καὶ Ἀαρών. Καὶ λαλοῦσι μὲν αὐτοὶ πρὸς τὴν πέτραν· ἡ δὲ

 παιδαγωγούμενοι, τουτέστιν, ὁ Ἰσραὴλ ἐν προσώπῳ Μωσέως, κατελάλησαν τοῦ Χριστοῦ, κατηγοροῦντες δὲ ἐπὶ Πιλάτου, καὶ τὸ, αἶρε, αἶρε, σταύρωσον αὐτὸν, ἀν

 εἰσόμεθα, τοῖς ἱεροῖς Γράμμασι τὸν τῆς ἑαυτῶν διανοίας ἐνερείδοντες ὀφθαλμόν. Εἶπε γὰρ, φησὶ, Κύριος πρὸς Μωσῆν· Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ ἁγίασ

 Κύριος. Καὶ εἶπε Μωσῆς πρὸς τὸν Θεόν· Οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινᾶ. Σὺ γὰρ διεμαρτύρησας ἡμῖν, λέγων· Ἀφόρισαι τὸ ὄρος, καὶ ἁ

 μεμολυσμένον χιτῶνα. Οὐκοῦν προευτρεπιστὴς ὁ νόμος, καὶ τῶν διὰ Χριστοῦ χαρισμάτων προαναφαίνει τὸ κάλλος, ὡς ἐν παχέσιν ἔτι τοῖς τύποις. Περιαθρῶμεν

 ὅτι καὶ μόλις εἰς μόνην ἐφώνει τὴν Ἰουδαίαν, ἐν ᾗ καὶ γέγονε γνωστὸς ὁ Θεός. Σάλπιγξ δὲ ἡ μεγάλη, Χριστὸς, ἤτοι τὰ δι' αὐτοῦ 69.508 κηρύγματα, περιηχο

 ἐγγίζοντες Κυρίῳ τῷ Θεῷ ἁγιασθήτωσαν, μή ποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν Κύριος. Ἄθρει δὴ οὖν, ἄθρει, καὶ ἐκ τῶνδε δὴ πάλιν, ὡς ἔστιν ἀμήχανον διὰ τῆς Μωσέως

 Χριστοῦ, καὶ ἀληθὲς ὅτι χρῆμά ἐστι πιστώσεται ὁ σοφώτατος Παῦλος ὡδὶ γεγραφώς· Οὐ γὰρ εἰς χειροποίητα Ἅγια εἰσῆλθεν ὁ Χριστὸς, ἀντίτυπα τῶν ἀληθινῶν,

 ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβεν. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ Σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων τὸ πρόσω

 τοῦτο λοιπὸν, καὶ ἀναβῆναι ἀληθῶς εἰς τὸ ἄνω προτεθυμένους, ἵνα καὶ ἐγγὺς γένοιντο Θεοῦ, προαφαγνίζεσθαι χρὴ τῷ αἵματι τοῦ Χριστοῦ, ὃς τῆς ἁπάντων ζωῆ

 εὐσθενὲς, καὶ ὅτι τῶν ἀβεβήλων ζώων τὸ ὑπέρτατον, μόσχος ἐστὶ, μόσχῳ τελείῳ παρεικάζεται Χριστός· ποτὲ δὲ μικρῷ μοσχαρίῳ, καὶ ἀνθ' ὅτου, πάλιν ὁρᾷς, γ

 εἴδει στερεώματος οὐρανοῦ τῇ καθαρότητι, φησίν. Ἔδει γὰρ, ἔδει, τοὺς τὴν πολύθεόν ποτε κατηῤῥωστηκότας πλάνησιν, καὶ τῇ κτίσει λελατρευκότας, εἶτα κεκ

 τὸ πονηρὸν, ὅτε τεθύκασι τὸν ἀμνὸν εἰς τύπον τοῦ Χριστοῦ· κατεχρίσθησαν τε τῷ αἵματι, καὶ διέδρασαν τὸν ὀλοθρευτήν. Ἀλλ' ἰδοὺ πάλιν εἰσπέπεκε, καὶ πολ

 γλυπτούς. Ὁρᾷς ὅπως ἀποβεβλήκασι τὸ εὐήκοον; Καὶ τοῦτο, οἶμαι, τῶν ὤτων ὁ κόσμος. Θέα δὲ, ὅπως καταμειδιᾷ τῶν ἐγχειρημάτων ὁ Ἀαρών. Ἐπιδείξας γὰρ αὐτο

 δὴ μόλις αὐτῷ κατανεύει Θεὸς, συνέσεσθαι λέγων ἥκιστα μὲν αὐτὸς, συναποστελεῖν δὲ μᾶλλον αὐτοῖς ἄγγελον ἐπιστάτην καὶ καθηγησόμενον τῆς ὁδοῦ. Καὶ πρός

 καὶ φρονεῖν τὰ εἰς σωτηρίαν χρήσιμα. Ἀλλ' οὐκ ἔξω δίκης εἶεν ἂν, ὅτι, μετὰ τὸ ἑλέσθαι τὸ ὠφελοῦν, ἐτράποντο μᾶλλον εἰς ἀνουθέτητον ἀπείθειαν· καὶ τὸ φ

 πνεύματος ἀναγέννησιν ἠκροᾶτο λέγοντος τοῦ Χριστοῦ, ψυχρῶς τε καὶ ἀδρανῶς ἀναπεφώνηκε, λέγων· Πῶς δύναται ἄνθρωπος ἀναγεννηθῆναι 69.537 γέρων ὤν; Μὴ δ

 ἀξιοθαύμαστον τοῖς εὐκόλως φθείρεσθαι πεφυκόσιν ἐναπέθηκεν ὁ ∆ημιουργὸς, ἀλλὰ παρεισβέβληκε μὲν ἐξ ὀργῆς ὁ θάνατος, ὅτι τῆς θείας ἀλ[ο]γήσας ἐντολῆς ἀ

 Χριστὸς, καὶ ὡς ἀγρῶν ἀπαρχὴ πρωτογεν[ν]ημάτων πνευ 69.544 ματικῶν. Ὅτι δὲ οὐκ εἰς δάκρυον ἤ τε θρῆνος ὁ θάνατος ἦν αὐτῷ, ἐπ' ἀναιρέσει δὲ μᾶλλον δακρ

 ἡγούμενος ἤτοι καθηγητής. Ἡγεμονικώτερον γὰρ θατέρου τὸ ἄρσεν, ἐν θήλεσι δὲ ὡς γεγονὼς ὑπὸ νόμον καὶ ἡγούμενος. Ὑπεξούσιον γὰρ καὶ ἐν δευτέροις ἀεὶ τὸ

 οὐρανοῖς Πατέρα καὶ Θεὸν, κοινωνοὺς δὲ τῆς χάριτος ἀποτελοῦντες ἑτέρους. ∆ιεμέμνηντο γὰρ, κατὰ τὸ εἰκὸς, εἰς τοῦτο γνώμης αὐτοὺς ἀποφέροντος τοῦ Χριστ

 προσεπενεγκὼν οἷς ἔφην· Ἐν τόπῳ ἁγίῳ βρωθήσεται, ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου. Ἀλλ' ἦν κατ' ἐκεῖνο καιροῦ μία μὲν κατὰ τὴν ἔρημον σκηνὴ, καὶ εἷς μ

 διεσμήγμεθα τὸν ῥύπον κατελήξαμεν ἐν Χριστῷ τῶν ἀρχαίων ἀῤῥωστημάτων, ἱερὸς ἡμᾶς ἀναπείσει λόγος. Γέγραπται γὰρ οὕτως ἐν τῷ Λευϊτικῷ· Καὶ ἐλάλησε Κύρι

 θεόπνευστος Γραφὴ ἀναπείσει. Ἔφη γάρ που ὁ Θεὸς τοῖς ἑαυτοῦ γνωρίμοις· Ἐξέλθετε, ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη τοῦ Κυρ

 ξύλου θάνατον. Τουτὶ γὰρ ἡμῖν ἐν τοῖς ἱεροῖς ἐσκιαγραφεῖτο Γράμμασιν. ∆ύο γὰρ ὀρνίθια καθαρὰ λαμβάνεται. Τύπος δὲ ἦν ἄρα καὶ τοῦτο Χριστοῦ τοῦ ἄνωθεν

 οὕτω καὶ ἐν οἴκῳ Θεοῦ, πλὴν οὔπω εἰς τὰς ἄνω μονάς. Τετήρηται γὰρ εἰς αἰῶνα τὸν μέλλοντα τοῖς ἁγίοις τὸ δῶρον. Ταύτῃτοι καὶ εἰσελάσει εἰς τὴν παρεμβολ

 οἰκίαν, καὶ μετὰ τὸ ἐξαλειφθῆναι τὴν οἰκίαν, καὶ εἰσελεύσεται ὁ ἱερεὺς, καὶ ὄψεται εἰ διακέχυται ἡ ἁφὴ ἐν τῇ οἰκίᾳ, λέπρα ἔμμονός ἐστιν ἐν τῇ οἰκίᾳ, ἀ

 προφητῶν ὁ χορὸς, οἳ καὶ ἐξήγγειλον τῷ πάντων ἀρχιερεῖ καὶ προστάτῃ τῶν ἡμετέρων ψυχῶν, τουτέστι Χριστῷ, καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῆς Ἰουδαίων ἀπονοί

 θυμοῦ μου. Οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι Ἐφραΐμ. ∆ιότι Θεός εἰμι ἐγὼ, καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος. Ὅταν οὖν φησιν· ἐπανήκοι μὲν ὁ ἱερεὺς τῇ ἡμέρ

 τῆς οἰκίας ἐξοίσουσιν ἔξω τῆς πόλεως εἰς τόπον ἀκάθαρτον. Ὅτε γὰρ ἅπας ἐπενοήθη θεραπείας τρόπος τοῖς ἐξ Ἰσραὴλ, καὶ ὠφέλησαν μὲν οὐδὲν ὑπεξαιρεθέντες

 ὡς ἓν ἀμφότερα, πλὴν ζῶντα καὶ καθαρά. Ζωῆς γὰρ καὶ καθαρότητος ἁπάσης παρεκτικὸς καὶ αὐτὸς καθ' ἑαυτὸν ὁ Λόγος, καὶ ὁ ἐκ Παρθένου ναὸς τὸν ζῶντα Λόγο

 τοίνυν ὁ νομοθέτης διὰ τοῦ πρὸς τὸ ἔξω τῆς πόλεως πεδίον ἀνίεσθαι τὸ ὀρνίθιον, τήν τε ἀπὸ κόσμου μετάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ

 ἔτους μὲν οὖν καὶ καθ' ἕνα καιρὸν ἡ εἴσοδος. Τίνα δ' ἂν γένοιτο τρόπον, καὶ οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος, ἐνομοθέτει λέγων· Οὕτως εἰσελεύσεται Ἀαρὼν ε

 γὰρ οὐχ ὑπέρ γε τῆς ἑαυτοῦ ποθεν, ἀλλ' ὑπὲρ τῆς ἡμῶν σωτηρίας. Ἑψόμεθα δὴ οὖν καὶ αὐταῖς εὖ μάλα ταῖς τοῦ νόμου σκιαῖς, Ἦν μὲν καὶ σφόδρα εἰκὸς, μᾶλλο

 ἐξέλκοντα, καὶ τὸν ἕνα τε καὶ φύσει παραδεικνύντα τῶν ὅλων Κύριον, καὶ ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν παιδαγωγεῖν εἰωθότα. Φαίη γὰρ ἄν τις εὐθὺς τῶν ὀ

 ἀναβιῶναι πάλιν, ἔδοξε γὰρ τερατοποιΐα τις εἶναι τὸ χρῆμα, καὶ ἕτερον οὐδέν. Ἀφιλόκομπον δὲ τὸ Θεῖον ἀεὶ, καίτοι πάντα παραδόξως ἐνεργεῖν ἰσχύον. Ταύτ

 πορευόμενον ἐκ μήτρας μητρὸς, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς. Καὶ ἐβόησε Μωσῆς πρὸς Κύριον, λέγων· Ὁ Θεὸς, δέομαί σου, ἴασαι αὐτήν. Καὶ εἶπε

 καὶ ἐπεγάμει τρόπον τινὰ τῇ πρώτῃ, τουτέστι τῇ Ἰσραηλίτιδι, ἥτις ἦν πάλιν ἡ Συναγωγή. Ὅτι δὲ διεπρίοντο καταλυομένων αὐτοῖς, τῶν ἐξ εἰκαίας ἐπιτηρήσεω

 μελετῶντας τοὺς ἀνόμους Γραμματεῖς τε καὶ Φαρισαίους, καὶ ἐπὶ τῷ λαλῆσαι πρὸς τοὺς πατέρας αὐτῶν τὸν Θεὸν, οὐ μετρίως ἀπαυθαδειαζομένους, ταύτης ἕνεκα

 οὕτως, σύμπαντά τε τὸν κόσμον διὰ 69.601 πίστεως τῆς εἰς αὐτὸν, καὶ δι' αἵματος τοῦ ἰδίου ἀγοράζων, κατὰ τὸ γεγραμμένον, τῷ Θεῷ καὶ Πατρί. ∆ιότι τοίνυ

 πάλιν. δʹ. Ἡμῖν ὡς ἐν εἰκόνι διαδεικνύοντος τοῦ λόγου, ὅτι ταχεῖα μὲν εἰς ἐλεεῖν, καὶ τρόπον τινὰ πρὸς τὸ παρακαλεῖν ἑαυτὴν ἡ θεία φύσις ἑτοιμοτάτη, τ

 ἀποσοβήσει πράγματος κατευφραίνειν εἰδότος. Ἐπιφωνήσει δὲ ὡς παρ' ἑκάστῳ μάλιστα δικαίως· Αὕτη ἡ μερίς σου, μερὶς τοῦ ἀπειθεῖν ὑμᾶς ἐμοί. Τοιούτοις ὑπ

 μόλις. Εἶπε γὰρ φησὶ, Κύριος πρὸς Μωσῆν· Ἵλεως αὐτοῖς εἰμὶ κατὰ τὸ ῥῆμά σου. Ἀλλὰ ζῶ ἐγὼ, καὶ ζῶν τὸ ὄνομά μου. Καὶ ἐμπλήσει ἡ δόξα Κυρίου πᾶσαν τὴν γ

 φρονοῦντες τὰ τῆς σαρκός· οἱ τὰ πρόσκαιρά τε καὶ ἀπολλύμενα τῆς εἰς αἰῶνα τρυφῆς προτετιμηκότες. Ἄθρει γὰρ ὅτι καὶ οἱ ἐξ Ἰσραὴλ, γυναίων τε πέρι καὶ τ

 κληρονομίας· Γραφήτω αὐτὴ εἰς γενεὰν ἑτέραν καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Οὐ γὰρ τοῖς ἐν νόμῳ παιδαγωγουμένοις, ἀλλ' εἰς γενεὰν ἑτέραν ὁ κ

 παρωθούμενοι λόγον, καὶ τῆς ζωοποιοῦ χάριτος ὡς ἀποτάτω διᾴττοντες, καὶ ταῖς ἄγαν ἀπειθείαις καταλυποῦντες τὸν Θεὸν κατὰ μυρίους ὅσους ἡλίσκοντο τρόπο

 φάγεσθε, ἕως εἰς αὐτὴν τὴν ἡμέραν ταύτην, ἕως ἂν προσενέγκητε ὑμεῖς τὰ δῶρα τοῦ Θεοῦ ὑμῶν. Νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν, ἐν πάσῃ κατοικίᾳ ὑμῶν.

 καὶ ἡμεῖς αὐτοὶ, οὐκ ἄσταχυς εἷς, ἀλλ' ὡς δράγμα προσάγεται, τουτέστιν, ἐκ πολλῶν ἀσταχύων, δέσμη μία. Καί τι τὸ χρῆμά ἐστιν ἀναγκαῖον εἰς ὄνησιν, καὶ

 ἑαυτὸν ταῖς ἁμαρτίαις ἡμῶν, κατὰ τὰς Γραφὰς, καὶ σεσώσμεθα μὲν ἡμεῖς· μεμαλάκισται δὲ αὐτὸς διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται, καὶ αὐτὸν ἀ

 προφήτης ὠνόμασται, καὶ ἐν δούλου πέφηνε μορφῇ, καίτοι προφητῶν ὑπάρχων Κύριος καὶ Θεός. Πυῤῥὰ δὲ ἡ δάμαλις· τετέλεσται γὰρ ἐφ' αἵματι τῆς ἐνανθρωπήσε

 δοκιμασίαν, ἣν ὑπὲρ ἡμῶν ὑπέστη Χριστός. ∆οκιμάζεται γὰρ ἐν πυρὶ τὸ ἀργύριον, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον, ὅτι Ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶ

 καταμιανθήσεται μέν· ἀπαλλαχθείη δ' ἂν οὐχ ἑτέρως τοῦ συμβεβηκότος, εἰ μὴ καταῤῥαίνοιτο τῷ ὕδατι τοῦ ἁγνισμοῦ κατὰ τὴν τρίτην καὶ ἑβδόμην ἡμέραν. Καὶ

 ἐπὶ μητέρα τὴν γῆν. Ἐντεῦθεν οἱ ἅγιοι διαφόρως ἀνακεκράγασι τὰ καθ' ἡμᾶς ἀνοιμώζοντες. Ἔστιν οὖν ἀκούειν ἀναφανδὸν βοῶντος τοῦ μὲν μακαρίου ∆αβίδ· Ἄνθ

 μεταπλάττοντες τὸ διήγημα. ∆υσαρεστούμενοι γὰρ τοῖς παρὰ Θεοῦ καὶ ἄνωθεν ἀγαθοῖς, καὶ ἀκατασκέπτως ἰόντες ἐπὶ τὸ ἡδὺ μᾶλλον ἢ τὸ συμφέρον, καὶ τὰ τῆς

 μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας καὶ νυκτός; Οἷς γὰρ ἐξὸν εἶναι λαμπροῖς καὶ ἀξιοζηλώτοις, καὶ τῆς ἐνούσης εὐ

 Ψαλμῶν τὸ Χριστοῦ πρόσωπον εἰσφέρεται, λέγον περὶ τῆς τῶν Ἰουδαίων ἀνοσιότητος, πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, ὅτι Ὃν σὺ ἐπάταξας, αὐτοὶ κ

 ὀνυχιζομένης. αʹ. Ἐξείλετο μὲν ἐξ οἴκου δουλείας, καὶ ὡς ἐκ καμίνου σιδηρᾶς τοὺς ἐξ αἵματος Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ πεπολεμηκὼς Αἰγυπτίοις ἐ

 ἀποδεῖξαι μητέρα, εἰσήγαγεν εἰς τὸν ἴδιον οἶκον. Καὶ τί δὴ τοῦτό ἐστιν; Ἔπηξεν ἐν τῇ ἐρήμῳ τὴν ἁγίαν σκηνὴν, ἵνα ταῖς κατὰ νόμον θυσίαις, καὶ ταῖς ἐν

 φημι καὶ ῥύπου παντὸς τὸν νοῦν ἀπαλλάττοντας, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος, τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, πρ

 τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ἀλλ' ἔσται, φησὶν, Ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσεται ἀργυρίου. Ὅτε γὰρ δεδυσσέβηκε

 ἁμαρτίας πατήρ. Οἱ μὲν 69.661 οὖν ἐν τῷδε τῷ κόσμῳ, νόμῳ πολέμου καὶ μάχης ἀνεγειρόμενοι τοῖς ἐχθροῖς, τὰς εἰς σῶμα πληγὰς ἤτοι δέχονται τυχὸν, ἤγουν

 ὠφελοῦν, ἐκ μέσου ποιούμεθα τῶν ἤδη προεπταισμένων τὸ ἀκαλλὲς, καὶ τὴν κάκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πάλιν εἰς

 προστέταχεν οὐ πάρεργον τοὺς ἐπί γε τοῖς ἐσομένοις παρ' αὐτοῦ λόγους, πλείστης ὅσης ἐπιμελείας αὐτοὺς ἀξιοῦν. Οὗτοι δὲ ἦσαν, οἱ παρὰ τῶν ἁγίων ἀποστόλ

 μερίζεσθαι δοκεῖν εἰς τὰ σαρκός τε καὶ κόσμου. Οὔτως ἑαυτὸν ἀναθεὶς, ὁ ἱερὸς γράφει Παῦλος· Ἐμοὶ γὰρ τὸ ζῇν, Χριστὸς, καὶ τὸ ἀποθανεῖν, κέρδος. Μεμνῆσ

 καινά. Ἢ εἴπερ τις ἕλοιτο τοῦτο δρᾷν, ἴστω τὴν θείαν ἀτιμάζων οἰκονομίαν, καὶ τῷ Θεῷ δοκοῦν ἀποβιαζόμενος, καὶ τὸ σεπτὸν καὶ μέγα παραλύων μυστήριον.

 ἐνετείλατο Μωσῆς αὐτοῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· Μετὰ ἐπτὰ ἔτη ἐν καιρῷ ἐνιαυτοῦ ἀφέσεως, ἐν ἑορτῇ Σκηνοπηγίας, ἐν τῷ συμπορεύεσθαι πάντα Ἰσραὴλ, ὀφ

 παιδίσκης, κατὰ σάρκα γεγένηται· ὁ δὲ ἐκ τῆς ἐλευθέρας, δι' ἐπαγγελίας· ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ εἰσι δύο ∆ιαθῆκαι· μία μὲν ἀπὸ ὄρους Σινᾶ

συναλγήσαντες Χριστῷ ἠτιμασμένῳ. Τεθρήνηκε δὲ ὁ πατὴρ τὸν Ἰωσήφ· Οὐ γὰρ ἤθελε παρακληθῆναι, φησίν. Πάρεστι δὴ οὖν κἀντεῦθεν ἰδεῖν ὅτι λελύπηκεν οὐ μετρίως τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεὸν ἡ εἰς Χριστὸν παροινία καὶ τὰ μιαιφόνα τῶν Ἰουδαίων ἐγχειρήματα. Προσκεκρούκασι δὲ οὕτω δεινῶς, ὡς παραιτεῖσθαι παράκλησιν, μονονουχὶ δὲ καὶ ἀνέχεσθαι μηδενὸς εἴπερ ἕλοιτό τις τὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι λιτάς. Ἐλιπάρουν μὲν γὰρ οἱ προφῆται πολλάκις, καὶ σώζεσθαι παρεκάλουν τὸν Ἰσραήλ· καίτοι δεδρακότα τὰ ἐπέκεινα λόγου παντὸς κατὰ τῶν προφητῶν. Κατενόησε δὲ τὴν ἡμερότητα πολλάκις Θεός· οἰκέται γὰρ ἦσαν οἱ κινδυνεύσαντες Ἐπεὶ δὲ πεπαρῳνήκασιν εἰς αὐτὸν τὸν Χριστὸν, ἀπαράκλητος ὁ Πατὴρ, δυσανάτρεπτος ὁ θυμός. Ὕβρισται γὰρ οὐκ ἔτι τις προφήτης, ἀλλ' ὁ τῶν ὅλων Σωτὴρ, ὁ ∆εσπότης τῶν προφητῶν, τουτέστι Χριστὸς, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Περὶ τοῦ Ἰούδα καὶ τῆς Θάμαρ. αʹ. Σκοπὸς τῇ θεοπνεύστῳ Γραφῇ, τὸ Χριστοῦ μυστήριον διὰ μυρίων ὅσων ἡμῖν κατασημῆναι πραγμάτων. Παρεικάσαι δ' ἄν τις αὐτὴν λαμπρᾷ καὶ ἀξιαγάστῳ πόλει, καὶ οὐ μίαν ἐχούσῃ τὴν βασιλέως εἰκόνα, πλείστας δὲ ὅσας, καὶ ἐν τόπῳ παντὶ ἀνατεθειμένας περιφανῶς. Ἄθρει γὰρ ὅπως τῶν εἰς τοῦτο τελούντων διηγημάτων οὐδὲν μὲν παρίησιν, ἔρχεται δὲ διὰ πάντων. Κἂν εἰ ἔχοι τι τὸ ἀκαλλὲς τῆς ἱστορίας ὁ λόγος, δι' οὐδενὸς ποιεῖται τὰ τοιάδε τυχὸν, ἔς τ' ἂν αὐτῇ τὸ προκείμενον ἐξυφαίνηται καλῶς· Ποιεῖσθαι γὰρ κατάῤῥησιν τῆς τῶν ἁγίων ζωῆς οὐ σκοπὸς αὐτῇ· πολλοῦ γε καὶ δεῖ· διαμορφοῦν δὲ μᾶλλον ἡμῖν τοῦ μυστηρίου τὴν γνῶσιν, δι' ὧν ἂν γένοιτο σαφής τε καὶ ἀληθὴς ὁ ἐπ' αὐτῷ λόγος· καὶ οὐδαμόθεν ἔχων τὸ ἐπιτιμᾶσθαι δεῖν, ὡς τῆς ἀληθείας ἡμαρτηκώς. Γράφεται τοίνυν ἡμῖν ὡς ἐν τῷ Ἰούδᾳ πάλιν, καὶ μέντοι καὶ τῇ Θάμαρ, τῆς τοῦ Σωτῆρος οἰκονομίας τὸ μυστήριον. Ἐγένετο γὰρ, φησὶν, ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἀφίκετο πρὸς ἄνδρα τινὰ Ὀδολαμίτην, ᾧ ὄνομα Ἵρας. Καὶ εἶδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαβά. Καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ συλλαβοῦσα 69.309 ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἥρ. Καὶ συλλαβοῦσα πάλιν, ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Αὐνᾶν. Καὶ προσθεῖσα, ἔτι ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σηλώμ. Παῖδες μὲν οὖν οὖτοι γεγόνασι τῷ Ἰούδᾳ τρεῖς. Ἐπειδὴ δὲ εἰς ἥβην ἧκον οἱ νεανίαι, δέχεται τὴν Θάμαρ, καὶ τῷ πρωτοτόκῳ συγκαθείργνυσι, τουτέστι, τῷ Ἥρ. Ἐπειδὴ δὲ ἦν πονηρὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ, πρὸ παίδων γονῆς τῶν καθ' ἡμᾶς ἀπηλλάττετο. Ἀπέκτεινε γὰρ, φησὶν, αὐτὸν ὁ Θεός. Εἶτα προτρέπει τὸν Αὐνᾶν ὁ πατὴρ, τῇ τοῦ ἀδελφοῦ συγκατευνάζεσθαι γυναικὶ, καὶ ἀναστῆσαι σπέρμα τῷ κατοιχομένῳ. Ὁ δὲ, ἐπείπερ οὐκ αὐτοῦ φησιν ἔμελλεν ἔσεσθαι τὸ γεννώμενον, τὸν συνόδου νόμον ἠδίκει, καταχέων εἰς γῆν, καὶ οὐχὶ μᾶλλον ἐδίδου τὴν σποράν. ∆ιόλλυται δὲ καὶ οὗτος εὐθὺς ἐκ θείας ὀργῆς. Οὗ γεγονότος, ἐδεδίει λοιπὸν ὁ Ἰούδας τὸν τρίτον αὐτῇ συγκατοικίζειν υἱὸν, φημὶ δὴ τὸν Σηλώμ. Καὶ τῶν εἰς τοῦτο δειμάτων ἡ πρόφασις ἦν, Μὴ ἄρα πως καὶ αὐτὸς ἀπόλοιτο, φησίν. Ἐποιεῖτο δὲ σκῆψιν τοῦ μὴ χρῆναι πληροῦν τὸν γάμον, τὸ τῆς τοῦ παιδὸς ἡλικίας κομιδῇ βραχύ. Εἶπε γὰρ, φησὶ, τῇ νύμφῃ αὐτοῦ· Κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου. Εἶπε γάρ· Μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ οἱ ἀδελφοὶ αὐτοῦ. Ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο, ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς. Εἶτα καιροῦ διαγεγονότος, δεδυσφόρηκεν ἡ Θάμαρ ἐπὶ τῷ μελλησμῷ τοῦ γάμου. Συνίησι δὲ ἤδη πως, ὡς οὐκ ἂν οἴσει πρὸς πέρας αὐτῇ τὸ ἐπηγγελμένον ὁ κηδεστής. Σκήπτεται δὲ μᾶλλον ἀνατιθεὶς εἰς ὑπέρθεσιν καὶ εἰς ἐλπίδας οὐκ ἐσομένας τὸ προσδοκηθέν. Καὶ τί δὴ ἄρα πρὸς τοῦτο μηχανᾶται λοιπόν; Ἀπηγγέλη, φησὶ, τῇ Θάμαρ τῇ νύμφῃ αὐτοῦ, λέγοντες· Ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ κεῖραι τὰ πρόβατα αὐτοῦ. Καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφ' ἑαυτῆς, περιεβάλ[λ]ετο θέριστρον, καὶ