ˉκˉεˉν, ˉεˉἰˉαˉν, καὶ ἀπελεύσει τοῦ ἰῶτα ἐάν. ὁ αὐτὸς δὲ καὶ ὁ αἴκε σύνδεσμος τῷ εἴκεν, ὥστε ταὐτὸν τὸ ἐὰν καὶ εἴκεν καὶ αἴκεν. Τὸ δὲ «ἐπαύρῃ» δηλοῖ μὲν τὸ ἐπαπολαύσει, ψαύσει, γεύσεται. πλὴν εἰ μὲν ἐπὶ βέλους ἡ λέξις κεῖται ὡς οἷα τοῦ κατὰ τὸν Πάριν βέλους ἀψύχου ὄντος, γλυκέως εἴρηται ὡς ἐπὶ ἐμψύχου, καθάπερ Ὁμήρῳ σύνηθες, ὅτε καὶ τὸ ἄλλως ἐκτείνεται ὡς ἐπίρρημα. εἰ δὲ ἐπὶ ἀνθρώπου ἡ λέξις ληφθῇ, ἔχει μέν τι καὶ τόλμης ὁ νοῦς κατὰ τὸ ἀπολαύειν κακοῦ ὁμοίως τῷ «ἐπαύρωνται βασιλῆος». συστέλλεται δὲ καὶ τὸ ἄλλος ὡς ἀντωνυμία, ἵνα 3.221 λέγῃ ὅτι καὶ μὴν ἄλλως, εἰ καὶ ὀλίγον ἐπαύρῃ, ὀξὺ τὸ βέλος ἐστί, οὐ μὴν δηλαδὴ ἀμβλύ, καθὰ τὸ τοῦ Ἀλεξάνδρου. οὕτω γὰρ ὁ ∆ιομήδης αὐτὸ λογίζεται. Καὶ ἄλλως δὲ βέλος ὀξὺ τὸ καίριον καὶ βλαπτικόν, ὡς καὶ πρὸ ὀλίγων βέλος ὀξὺ τὸ τῶν ὠδίνων ἐρρέθη. (ῃ. 392) ∆ιὸ εἰπὼν «βέλος ὀξὺ πέτεται», ἐπάγει πρὸς ἑρμηνείαν τὸ «καὶ ἀκήριον αἶψα τίθησιν», ἤγουν ὀξέως θανατοῖ. ὁ ἀκήριος γὰρ ἶσος εἶναι τῷ νεκρῷ δέδεικται, καὶ τὴν αὐτὴν ἐτυμολογίαν ἔχει, στέρησις γὰρ ἐν ἀμφοτέροις ψυχῆς. Ἐν δὲ ῥητορικῷ Λεξικῷ φέρεται, ὡς ὁ ἀκήριος οὐ μόνον ἄψυχος, ἀλλὰ καὶ ἄνοσος, ὑγιής, ἀθάνατος, μὴ ὑποκείμενος δηλονότι κηρί, ὁποῖος καὶ ὁ ἀκήρατος, ὁ ἐστερημένος δηλαδὴ κηρὸς καὶ ἄτης. ὁμώνυμος οὖν λέξις τὸ ἀκήριος, τὸ μέντοι ἀκηράσιον ποτὸν ἄλλης ἑρμηνείας ἐστί. (ῃ. 393) Τὸ δὲ «ἀμφίδρυφοι» πάθους ὑπερβολή, ὅτε οὐ μία παρειὰ δρύπτεται, ἀλλ' ἀμφότεραι. ἀπὸ δρυῶν δὲ τὸ δρύπτω, ὅ ἐστι ξύλων, ἃ λέπονται τοῦ φλοιοῦ. (ῃ. 395) Τὸ δὲ «πλέες» Ἰωνικὴ συγκοπὴ τοῦ ˉο καὶ τοῦ νῦ ἐκ τοῦ πλέονες. τὸ μέντοι κοινὸν τὸ πλείους τὸ νῦ μόνον ἐξέθλιψεν, εἶτα συνεῖλε τὸ λειφθέν, ὡς καὶ τὸ μείζους καὶ κρείττους καὶ τὰ λοιπά. Τὸ δὲ «περὶ πλέες» λείπεται ἀντωνυμίας, δηλοῦν τὸ περὶ αὐτὸν πλέονες οἰωνοί. (ῃ. 396-400) Ὅτι Ὀδυσσεὺς ἄλλο μέν τι συντελέσαι οὐ φαίνεται τῷ προκληθέντι ∆ιομήδει, ὅτε δ' ὑπ' Ἀλεξάνδρου ἐβλήθη, «ἐγγύθεν ἐλθὼν ἔστη πρόσθεν. ὃ δ' ὄπισθε καθεζόμενος βέλος ὀξύ», ἢ ὠκύ, «ἐκ ποδὸς εἷλκεν, ὀδύνη δὲ διὰ χροὸς ἦλθ' ἀλεγεινή». Καὶ οὕτως ἐς δίφρον ἀνορούσας ἐπὶ νηυσὶν ἤλαυνεν, ἤγουν ἐπὶ νῆας, οὐκ ἄλλως ἀπελθών, εἰ μὴ κατεπονήθη τῇ ὀδύνῃ, ὡς δηλοῖ ἐπαχθὲν τὸ «ἤχθετο γὰρ κῆρ», ὀδυνώμενος μέν, οὐ ταρβήσας δέ, ὡς προείρηται. ἔχει δέ τινα γλυκύτητα, 3.222 εἰ καὶ ἀμυδράν, τὸ «εἷλκε» καὶ τὸ «ἦλθεν» ἀλλήλοις παρακείμενα. (ῃ. 401 ς.) Ὅτι ∆ιομήδους οἰχομένου οἰώθη Ὀδυσσεύς, ὅπερ ἑρμηνεύων ὁ ποιητὴς ἐπάγει «οὐδέ τις αὐτῷ Ἀργείων παρέμιμνε», διὸ μεμόνωται. Εἶτα αἰτίαν ἐπάγων φησὶν «ἐπεὶ φόβος ἔλλαβε πάντας», ἤγουν φυγή. Ἐν τούτοις δὲ διασαφεῖται καὶ τὸ «οἰώθη δὲ μάχη», τὸ προγραφέν, ὅ ἐστιν αὐτὴ μόνη γέγονεν οὐδενὸς ἄλλου τῶν κατ' αὐτὴν δαιμόνων παρόντος, ὥσπερ καὶ Ὀδυσσεὺς οὐ πάντων μονοῦται, τῶν γὰρ Τρώων πάντως οὐκ ἐμονοῦτο, ἐπεὶ μηδὲ ἔφευγον, ἀλλὰ μάλιστα ἤγγιζον αὐτῷ. μόνων οὖν μονοῦται τῶν φίλων Ἑλλήνων, ὡς τῶν ἄλλων ∆αναῶν, καθὰ μετ' ὀλίγα ἐρεῖ, φοβηθέντων. (ῃ. 403-6) Ἐφ' οἷς ἐπάγει κατὰ σχῆμα λόγου, οἷον καὶ ἐν Ὀδυσσείᾳ κεῖται, ὅπου Ὀδυσσεὺς κινδύνῳ θαλασσίῳ ἐναπείληπτο, ὅτι «ὀχθήσας δ' ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤμοι, ἐγὼ τί πάθω; μέγα μὲν κακὸν αἴ κε φέβωμαι πληθὺν ταρβήσας, τὸ δὲ ῥίγιον, αἴ κεν ἁλώω μόνος», καὶ τὰ ἑξῆς. (ῃ. 407- 10) Εἶτα ἐπιρρωνύων ἑαυτὸν καὶ πείσας μένειν, ἐπάγει γνωμικῶς «ἀλλὰ τιή μοι ταῦτα φίλος διελέξατο θυμός; οἶδα γὰρ ὅτι κακοὶ μὲν ἀποίχονται πολέμοιο, ὃς δέ κ' ἀριστεύῃσι μάχῃ ἔνι, τὸν δὲ μάλα χρεὼ ἑστάμεναι κρατερῶς, ἤ τ' ἔβλητ' ἤ τ' ἔβαλ' ἄλλον». Ὃ δὴ κόμμα διά τε τὰς ἐκθλίψεις καὶ διὰ τὴν ἐπένθεσιν τοῦ ˉτˉε συνδέσμου πολλὴν δυσφράδειαν ἔχει, ἐπιτετηδευμένην μέντοι διὰ τραχυφωνίαν ποιητικήν. ἄλλως γὰρ εἶχεν εἰπεῖν «ἢ ἔβλητ' ἢ ἔβαλ' ἄλλον». (ῃ. 411-3) Τοῖς δὲ ῥηθεῖσιν ἐπάγει ὁ ποιητὴς καὶ ὅτι ἕως Ὀδυσσεὺς ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, «τόφρα δέ», ἤγουν ἐν τοσούτῳ δή, ἐπῆλθον οἱ Τρῶες, «ἔλσαν δ' ἐν μέσσοισι μετά σφισι πῆμα τιθέντες», τουτέστιν ἤλασαν ἢ εἴλησαν, ὅ ἐστι συνέκλεισαν μέσον τὸν ἥρωα, ὡς μηδέ, εἰ θέλει, ὑποχωρεῖν ἐξεῖναι αὐτῷ. ∆ιδάσκει δέ, φασίν, ἐνταῦθα ὁ ποιητής, ὡς