109
καὶ τελευταῖον εἰς τοιαῦτα ἐξέβη· καὶ οὕτω συνεγράφησαν ὡς ἐγένοντο μετὰ ἀκριβείας ἁπάσης καὶ ἀληθείας, ὥσπερ ἐξ ἀρχῆς ἐπηγγειλάμεθα. ἐπολέμησαν δὲ ἐν ἑνὶ μηνὶ καὶ ἔτεσιν ἑπτὰ, ἀρξαμένων ἀπὸ τοῦ ἐννάτου καὶ εἰκοστοῦ ἔτους ἐπὶ τοῖς ὀκτακοσίοις καὶ ἑξακισχιλίοις ἐν τετάρτῃ Ἰνδικτιῶνι, ἐννεακαιδεκάτην ἄγοντος Ἀπριλλίου, ἄχρι τοῦ ἕκτου καὶ τριακοστοῦ ἔτους ἐπὶ τοῖς ωʹ καὶ #22ϛ ἐν πρώτῃ ἐπὶ δέκα Ἰνδικτιῶνι Μαΐου ἐννάτῃ ἐπὶ δέκα. 1.310 αʹ. Ἃ μὲν οὖν πολεμοῦσί τε ἀλλήλοις τοῖς βασιλεῦσι καὶ μεταξὺ διαλλαττομένοις ἐπράχθη μετ' ἀλλήλων, τοιαῦτά ἐστι· νῦν δὲ εἶναί μοι δοκεῖ λοιπὸν διηγητέον καὶ ἃ τῷ νέῳ Ἀν 1.311 δρονίκῳ ἤδη τὴν πᾶσαν ἀρχὴν Ῥωμαίων ὑποποιησαμένῳ ἐπράχθη καθ' ἑαυτόν. ἐς γὰρ τὴν ὑστεραίαν μετὰ τὴν τοῦ Βυζαντίου λῆψιν πρὶν ἄλλης τινὸς ἅψασθαι διοικήσεως πραγμάτων, ἐν ὁποίοις τισὶ χρὴ τὸν βασιλέα καὶ πάππον κατέστησε διάγειν. καὶ τὴν μὲν ἀρχὴν καὶ τὴν διοίκησιν τῶν πραγμάτων ἀπένειμεν ἑαυτῷ, τῶν ἄλλων δὲ οὐδὲν ὑφεῖλε βασιλέως. ἀλλὰ τούς τε Ῥωμαίους ὅσων ἦρχε προσέταξεν αὐτῷ ὡς βασιλεῖ προσέχειν καὶ τὴν ἴσην ἀποδιδόναι τιμὴν, καὶ ὁπότε βούλοιντο πρὸς αὐτὸν ὡς προσκυνήσοντες ἰέναι, κωλύεσθαι παρ' οὐδενός· καὶ παῖδας καὶ τοὺς ἄλλους συγγενεῖς βασιλέως εἰς τὰ βασίλεια εἰσιόντας αὐτῷ συνδιημερεύειν καὶ συνεῖναι καθόσον βούλοιντο· καὶ τὴν θεραπείαν πᾶσαν ἀκίνητον μένειν ὅση ἦν, καὶ ἐπ' αὐτῷ εἶναι ὅ, τι ἂν κελεύῃ ποιεῖν. καὶ ἀναλωμάτων ἕνεκα αὐτοῦ τε καὶ οἰκετικοῦ ἀπό τε τῶν δημοσίων φόρων τὴν λεγομένην παρέσχετο τοπικὴν, φέρουσαν ἐπ' ἐνιαυτὸν δισχιλίους ἐπὶ μυρίοις χρυσοῦς, καὶ ἕτερα χρήματα ἴσα ἐκ τοῦ βασιλικοῦ ἐκέλευσε χορηγεῖσθαι ταμιείου· καὶ ταῦτα εἶναι ἐπ' ἐκείνῳ ᾗ ἂν ἐθέλοι χρῆσθαι. τῶν τε βασιλείων παρεχώρησεν αὐτῷ· αὐτὸς δὲ εἴποτε ἐπιδημοίη τῇ Κωνσταντίνου, ἕως ὁ πάππος περιῆν, ἐν τοῖς ∆ημητρίου τοῦ δεσπότου διέτριβεν οἴκοις. καὶ πρὸς βασιλέα ἐρχόμενος συχνῶς, ὡμίλει τε αὐτῷ γνησίως καὶ ἐβουλεύετο περὶ τῶν πραγμάτων καὶ οὐδὲν ἧττον ἢ πρότερον αἰδῶ καὶ τιμὴν 1.312 παρεῖχε τὴν προσήκουσαν αὐτῷ. οἱ δ' ἄλλοι Ῥωμαῖοι, καίτοι παρὰ τοῦ νέου βασιλέως οὐ πρὸς εἰρωνείαν, ἀλλ' ἀληθῶς προστεταγμένον τὸ πάντα τὸν ἐθέλοντα πρὸς βασιλέα ἔρχεσθαι καὶ ἀκωλύτως προσκυνεῖν αὐτὸν, ὅμως οὐ προσῄεσαν, δεδοικότες μή τι διὰ ταῦτα ὑποπτευθῇ νεωτερίζειν. τὸν μέγαν δὲ λογοθέτην ἐκέλευσεν ὁ βασιλεὺς εἰς ∆ιδυμότειχον ἐλθόντα, ἐν ἑνὶ τῶν αὐτόθι φροντιστηρίων διατρίβειν. καὶ ἦν ἄχρι τινός· ἔπειτα συγγνώμης καὶ αὐτὸς τυχὼν, εἰς Βυζάντιον ἐπανελθὼν διέτριβεν οἴκοι. τὴν Βυζαντίου δὲ ἀρχὴν τῷ πρωτοστράτορι παρέσχεν ὁ βασιλεύς. ἐπεὶ δὲ καθ' ὃν ἐπολέμουν ἀλλήλοις χρόνον οἱ βασιλεῖς πολλὰ τῶν προσόντων τοῖς συνοῦσιν ἑκατέρῳ ὑπ' ἀλλήλων διηρπάσθη, ἵνα μὴ διαφοραὶ γίγνοιντο μεταξὺ ἀμφοτέρων τῶν μερῶν τὰ οἰκεῖα ἐπανασώζειν πειρωμένων, προμηθούμενος ὁ βασιλεὺς περὶ μὲν τῶν κινουμένων ἐκέλευσε μηδένα ἐξεῖναι μηδενὶ ὀχλεῖν, ἀλλ' ἐᾷν τοὺς ἔχοντας καρποῦσθαι· τὰ δ' ἀκίνητα ἐπανασώζεσθαι τοῖς ἐξ ἀρχῆς κυρίοις. καὶ τούτου ἐπιμελητὴν τὸν πρωτοστράτορα τοῦ Βυζαντίου ἄρχοντα ἐκέλευσεν εἶναι. μετὰ τοῦτο ἀπῆλθεν εἰς πατριάρχην, ἅμα μὲν εὐχαριστήσων αὐτῷ καὶ οἰκείως καὶ φιλικῶς προσομιλήσων· κατὰ γὰρ τὴν πρώτην συντυχίαν, τοῦ καιροῦ καὶ τῶν πραγμάτων οὐκ ἐώντων, ὅσον ἀφοσιώσασθαι μόνον ἐποιήσαντο τὴν ὁμιλίαν· ἅμα δ' ἵνα καὶ τοῖς ἀρχιερεῦσιν, οἳ αὐτοῦ ἐκβαλλομένου τοῦ πατριαρχείου καὶ εἰς δεσμωτήριον οἱονεὶ ἀπαγομένου, οὐ μόνον ἀντέστησαν οὐδὲν 1.313 ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ συγκατειργάσαντο, τό γε εἰς αὐτοὺς ἧκον, τὴν κάθειρξιν ἐκείνου, δοῦναι συγγνώμην δεηθῇ αὐτοῦ. ἦν γὰρ κατ' αὐτῶν πολὺς φερόμενος ὁ πατριάρχης καὶ δίκας ἀξιῶν λαβεῖν παρ' ἐκείνων τῆς προδοσίας τῆς εἰς αὐτόν. καὶ δεηθεὶς αὐτοῦ πολλὰ περὶ αὐτῶν οὐκ ἠδυνήθη πεῖσαι συγγνώμην παρασχεῖν αὐτοῖς, τὰ ἔσχατα λέγων ἠδικῆσθαι ὑπ' αὐτῶν, καὶ δεῖν αὐτοῖς δίκην λαχεῖν τῆς προδοσίας. ἐπεὶ δὲ ἐπανῆκεν εἰς βασίλεια ὁ βασιλεὺς, τὸν μητροπολίτην μετακαλεσάμενος Φερῶν καὶ