109
προσήνεγκαν ἐνώπιον τοῦ βασιλέως μάχαιραν. Καὶ εἶπεν ὁ βασιλεύς· ∆ιέλετε τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, καὶ τὸ ἥμισυ αὐτοῦ ἐκείνῃ. Καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι ἐταράχθη ἡ μήτρα αὐτῆς· Μηδαμῶς, κύριε, δὸς αὐτῇ τὸ παιδίον, καὶ θανάτῳ μὴ θανατώσητε αὐτό. Καὶ αὕτη εἶπε· Μήτε ἐμὸν, μήτε αὐτῆς ἔστω· διέλετε αὐτό. Καὶ ἀπεκρίθη ὁ βασιλεύς· ∆ότε τὸ παιδίον τῇ μητρὶ τῇ εἰπούσῃ, ∆ότε αὐτῇ τοῦτο, καὶ θανάτῳ μὴ θανατώσητε αὐτὸ, ὅτι αὕτη ἡ μήτηρ αὐτοῦ.» «Κρῖμα δίκαιον κρίνετε. Χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύετε.» «Τάδε λέγει Κύριος· Φυλάξασθε κρίσιν, ποιεῖτε καὶ δικαιοσύνην. Μακάριος ὁ ποιῶν ταῦτα, καὶ ἀντεχόμενος αὐτῶν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα.» «Ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανὸν, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος.» «Ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης· ἐκεῖ σοφία καὶ εὐσέβεια πρὸς Θεόν· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης.» «Εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων πονηρῶν ῥῦσαι αὐτούς. Σκέπη διψώντων καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων, εὐλογήσουσί σε.» «Τάδε λέγει Κύριος· Κρίνατε πρωΐ, καὶ εὐθύνατε, καὶ ἐξέλεσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν· ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου, καὶ καυθήσεται, καὶ οὐκ ἔσται ὁ σώζων.» «Προσήλυτον, καὶ ὀρφανὸν, καὶ χήραν μὴ καταδυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέετε.» «Ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρῖμα καὶ δικαιοσύνην ποιεῖτε· ἐξέλετε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος.» «Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.» «Οὐκ ἔστι παρὰ τῇ ἀληθείᾳ προσωποληψία.» «Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν.» «Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα.» «Μὴ λάβης πρόσωπον δυνάστου. Ἕως θανάτου 95.1392 ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ.» «Ἐν ἀθώοις μὴ δὸς μῶμον.» «Μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου.» «Μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ.» «Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε.» «Πρὶν ἢ ἐξετάσῃς, μὴ μέμψῃ. Νόησον πρῶτον, καὶ τότε ἐπιτίμα.» «Ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.» «Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν.» «Θέλεις μὴ φοβεῖσθαι ἐξουσίαν; Ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς.» «Ὁ ποιῶν τὴν δικαιοσύνην, δίκαιός ἐστι, καθὼς καὶ ἐκεῖνος δίκαιός ἐστι. Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ.» Εἰ δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερφαίνεσθαι, καὶ εὐδόκιμος ἐν τοῖς κοσμικοῖς πράγμασι γίνεσθαι, ἔσο δίκαιος, σώφρων, φρόνιμος, ἀνδρεῖος, ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν. Οὕτω γὰρ σεαυτὸν σώσεις, καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τὴν περιφάνειαν. Ἔλεγχος τῆς τοῦ δικαίου διαθέσεως ἡ περὶ τὸ κρίνειν ὀρθότης. -Τὸ νοῆσαι τὴν ἀληθῆ δικαιοσύνην μεγάλης ὄντως διανοίας, καὶ φρενὸς τελειοτάτης δεῖται. Ἀμήχανον γὰρ μὴ προπαιδευθέντα περὶ τοῦ δικαίου δύνασθαι τὰς ἀμφισβητήσεις ὀρθῶς διακρίνειν. Ὁ γὰρ εἰδὼς τὴν ἀληθῆ δικαιοσύνην, καὶ δι' αὐτῆς διδαχθεὶς τὸ οἰκεῖον ἀπονεῖμαι ἑκάστῳ, οὗτος δύναται κατευθῦναι κρῖμα. Ὥσπερ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἐπευθύνει τὸ βέλος, οὕτως ὁ κριτὴς τοῦ δικαίου καταστοχάζεται, οὔτε πρόσωπα λαμβάνων, οὔτε ποιῶν κατὰ πρόσκλισιν, ἀλλ' εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο κρινομένων παρ' αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ ἔλαττον ἔχοντος ἕστηκεν ὁ κριτὴς, ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος, ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον. Ὁ βλέπων λεῖα, ἐλεηθήσεται· ἐὰν ἴδω τὴν φύσιν τῆς γῆς ἀνωμάλως ἔχουσαν (ἐπειδὴ γὰρ οἵα ἐκτίσθη, τοιαύτη ὁρᾶται), ἐπὶ τούτοις ἐγὼ καταδικάζομαι; Ἀλλὰ νόει μοι