Historia

 ἀνατίθημι, ὡς ἂν τῇ ταύτης κρίσει καὶ μεγαλοφυεῖ διαγνώσει διατεθῇ τὰ καλῶς 6 ἔχοντα, καὶ εἰ μή τι ἄλλο, τόγε πρόθυμον τῆς ἐμῆς δουλώσεώς τε καὶ πίστε

 σωματοφύλακας ἔχοντα ὡς διὰ φιλίας παροδεύοντα γῆς, ἰταμῶς συνεδίωξαν· ἐξαρτύσας δ' οὗτος ἅμα τῷ εἰς τὴν βασιλεύουσαν εἰσιέ 10 ναι τὰ περὶ τὸν πόλεμον

 πολυτελῆ τῶν ὑφασμάτων καὶ τίμια, καὶ κόσμος ἄλλος χρυσῷ καὶ ἀργύρῳ καταστράπτων συνεχῶς ὑπερήρτητο, καὶ πᾶν τὸ τῆς ἀγορᾶς στεφανηφοροῦν καὶ οἷον ἑορτ

 ἐκδικήσεως, οἱ δὲ τὰ ἀνάκτορα κατελάμβανον καὶ πόλεμον πολιτικὸν ἀνερρίπιζον. ἄλλοι τὰς οἰκίας τῶν κατὰ γένος προσηκόντων τῷ βασιλεῖ καὶ μεγάλα δυναμέ

 καὶ τῆς κατὰ τὴν βασιλείαν κοινωνικῆς διαθέσεως, καὶ αὐτοκράτορες ἄμφω θαυμασίως ἀναγορεύονται. καὶ χρόνον τινὰ δι' ἑαυτῶν ἰθύνασαι τὴν ἀρχὴν, τῆς ὑπε

 ἐκ τῆς τοῦ κυρίου ἡμῶν ἀναστάσεως, ἐκτάξας ἄμφω τὰς δυνάμεις (ἀνῆλθε γὰρ καὶ 21 αὐτὸς μετὰ τῆς βασιλικῆς νεὼς) καὶ τὸ ἐνυάλιον ἀλαλάξαι προστάξας ἐπῆλ

 ὕστερον ἡ τοῦ ἀποστάτου ἐπιδημία φοβερά τις καὶ καταπληκτικὴ κατηγγέλλετο, ἵππῳ στρατιωτικῷ καὶ πεζικῷ δυνάμει μὴ ἀποδέουσα πρὸς μάχην βασιλικήν. ἐδῃο

 πρὸς τοὺς ναοὺς καὶ τὰ ἱερὰ προσφευγόντων καὶ τὴν τῶν ἄνω συμμαχίαν ἐκκαλουμένων, τῶν δὲ σὺν ὀδυρμοῖς προσιόντων οἴκοις συγγενικοῖς, τῶν δὲ πρὸς ἀλκὴν

 τῆς ἑώας στρατευμάτων ἁπάντων ἐπανελθόντων, καὶ τῆς δυνάμεως ἁδρᾶς ἤδη γενομένης τῷ βασιλεῖ, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύοντο. καὶ οἱ μὲν ἐκ τῆς βασιλίδ

 τῶν βαρβάρων ἐλάσαι στρατιὰν ἀξιόμαχον. καὶ συνελθούσης αὐτῆς καὶ τοῖς ἐναντίοις ἀντιπαραταξαμένης μάχαι 32 συνεχεῖς καθ' ἑκάστην ἐγίνοντο, ποτὲ μὲν τ

 ἀγχοῦ που κείμενον, καὶ παίει τοῦτον κατὰ τοῦ τραχήλου, καὶ συναφαιρεῖται τὴν χεῖρα, λέξας ἑνὸς καὶ αὐτὸς δυσμενοῦς φονεὺς γενέσθαι οὐ δέδοικα. οἱ δ

 (ἦν δὲ οὗτος τοῖς μοναχοῖς μὲν κατειλεγμένος ἐκτομίας, δόξῃ δὲ διεπτοημένος καὶ διὰ τοῦτο προσηλωμένος τοῖς μὴ προσήκουσι) συνάρασθαι τούτῳ τοῦ πρὸς τ

 θαρρήσαντες τὴν ἑαυτῶν σωτηρίαν τούτῳ καὶ τὴν εὐθυωρίαν ἀνέθεντο. ἐπορεύετο μὲν οὖν μετ' αὐτῶν ὁ Βοτανειάτης· οἱ δὲ Σκύθαι πληθύν τινα ἰδόντες μικρὰν

 ἡμερῶν πεζῇ βαδίζειν καὶ πολεμεῖν, καὶ μηδὲ νυκτὸς ἠρεμίαν ἄγειν, οὐδείς πω τῶν ἁπάντων ἀκοαῖς ἔλαβεν, εἰ μὴ ἐπὶ τοῦδε τοῦ ἀνδρὸς ὑπερφυῶς ἐθαυματουργ

 λόγοις πανταχόθεν ἔχουσι τὸ λαμπρὸν κατεκόσμησεν, ὡς ὑπὲρ τῆς Ῥωμαϊκῆς βασιλείας τὴν ψυχὴν ἀδιστάκτως προέμενον. 46 Ἐξ ἐκείνου τοίνυν ἀρχὴν ὁ τοῦ σουλ

 θαῦμα τοῖς Βυζαντίοις καὶ τοῖς ἄλλοις Ῥωμαίοις, ὧν εἰς ὄψιν ἐλήλυθε διερχόμενος, ἐχρημάτισεν. ἔστι γὰρ μεγέθει μὲν μέγιστος, τοὺς πόδας ἔχων ἐμφερεῖς

 τοῦτον ἐκ μέσου πεποίηκε, πειρώμενον ἀλλοιῶσαι τὰ καλῶς δεδογμένα πρὸς τὴν εὐσεβῆ διανέμησιν. Ἐν δὲ τῷ τελευτᾶν ἠβουλήθη χειροτονῆσαι βασιλέα δι' ἑαυτ

 πηρωθέντι κεκοινωνηκότας μελέτης ἠνάγκασεν ἁρπάσαι τὰ ὅπλα καὶ προκινδυνεῦσαι ταχέως, καὶ μὴ σποράδας ληφθῆναι καὶ παθεῖν τὰ ἀνήκεστα. γενομένης τοίνυ

 τὸν Κομνηνὸν κατεγέραιρον, κατήγοροι ἐν ταὐτῷ καὶ συνήγοροι καὶ προασπισταὶ δεικνύμενοι τοῦ ἀνδρός· ὃν γὰρ ἐξομόσασθαι ἔλεγον καὶ οὗ τὴν φιλίαν μετὰ τ

 δορυφορίας, τὸ στέφος ἐπ' ὀκρίβαντος διὰ χειρὸς τοῦ πατριάρχου κομίζεται. καὶ πρόεισι στεφανίτης ἐκεῖθεν, δόξαν παρεσχηκὼς ἀνδρίας καὶ ἀνδραγαθίας μεγ

 ἐπιχειρημάτων μὴ δοκούντων αὐτῷ ἀνεχαίτιζε, ποτὲ μὲν πατρικὴν εἰσάγων διάθεσιν καὶ παραίνεσιν, ποτὲ δ' ἐπιτιμητικὴν παραγγελίαν καὶ ἀπειλητικὴν ἀκοαῖς

 κρείττων ἀπειλῶν ὁ ἀνήρ, παντὸς λόγου καὶ πειθοῦς ἰσχυρότερος, ἀλλὰ καὶ λαβῆς ἁπάσης πολλῷ τῷ περιόντι ἀνώτερος. εἰ οὖν τῷ ἀνεπιλήπτῳ καὶ ἀκαταγωνίστῳ

 ἀναστολῆς δὲ γενομένης ἐξῄει πρωΐας ὁ βασιλεύς, καὶ τὸν ποταμὸν ἀγχοῦ καταρρέοντα, τραφέντα τῇ ἐπομβρίᾳ, διαπεραιούμενος πολλοὺς τῶν σφετέρων ἀπέβαλε.

 ἀλήθεια γὰρ ἐκ τῆς γῆς ἀνατελεῖ, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διακύψει, καὶ οὐδεὶς ἔσται καθάπαξ ἐπὶ τῶν ἡμῶν ἡμερῶν ὁ στεναγμῷ καὶ κλαυθμῷ καὶ στερή

 δεξιᾶς τύχης, μᾶλλον δὲ προνοίας ἀρρήτου θελήματος, ἀρχοντικὸν πλοιάριον, ὡς εἶχον σπουδῆς, ἀνέβησαν. καὶ τῶν βασιλείων εὐθὺ τῆς εἰρεσίας ἀγούσης ἐπικ

 τὰ πρὸς τὴν τούτων γνῶσιν παράγοντα. καὶ τοῦ βασιλέως εὐπροσίτου καὶ μετριόφρονος ὄντος καὶ ἧττον περὶ τὸ σῶμα κολαστικοῦ καὶ τὰ περὶ τὸ θεῖον εὐσεβεῖ

 Ῥωμαίους δυσπαθεῖν καὶ καταπληκτικοὺς ἡγεῖσθαι τοὺς ἐναντίους καὶ μηδὲ φωνὴν ὑπομένειν αὐτῶν, ἐκείνους δὲ ἐναβρύνεσθαι καὶ ἀγερωχεῖν καὶ μετὰ πολλῆς π

 πολέμιοι ὁμόσε ταῖς πύλαις σὺν ἀλαλαγμῶ πολλῷ καὶ βοῇ διωθήσαντο, καὶ ταύτας καὶ μέρη τοῦ τείχους ἐπιθετικῶς καταστρέψαντες αἱροῦσιν ἀνὰ κράτος τὴν πό

 ἐδεξιώσατο. τὸ δ' ἔθνος μέγιστον ὄν, καὶ πρὸς πορισμὸν τῶν ἀναγκαίων ἐπιρρηγνύμενον, ἐν πολλοῖς μέρεσι τὴν Εὐρώπην συνέθλιβε. μὴ φέ 85 ρων δ' ὁ βασιλε

 ἔρημον ἀνθρώπων καταλειφθῆναι παντάπασιν. ὅσοι δὲ προσῆλθον τῷ τῶν Ῥωμαίων βασιλεῖ (καὶ γὰρ προσῆλθον τινές), χώραν λαβόντες δημοσίαν ἀπὸ τῆς Μακεδονι

 περιεγίνετο τοῖς βροτοῖς. ἦσαν γάρ τινες ἔξωροι, οἳ παρεοικότας σεισμοὺς τῷ μεγίστῳ δύο ἀνέφερον, οἱ μὲν τοῦτον οἱ δ' ἐκείνους κατὰ σύγκρισιν ὑπεραίρο

 εἶχον καὶ ταπεινῶς καὶ ὀργίλως διὰ τὴν ἔνδειαν, καὶ οὐδὲ τοῖς ἐν Μεσοποταμίᾳ στρατιώταις Ῥωμαίοις ἴσχυσαν συνελθεῖν, μὴ βουληθέντες τὸν Εὐφράτην διαπε

 ἀθροίσαντες οἱ περὶ τοὺς βασιλεῖς τούτους ἐγχειρίζουσι τῷ ἐν Ἀντιοχείᾳ ἡγεμονεύοντι· οἳ δρᾶσαι μέν τι μὴ δυνηθέντες γενναῖον, ἀπειροπόλεμοί τινες καὶ

 ἀγνοοῦντες αὐτὸν ἐκ τῶν εἰδότων παραλαμβάνοντες ὑπῆρχον ἐξ ἀκοῆς ἐρασταί· καὶ διὰ τοῦτο δι' εὐχῆς ἦν τοῖς ὅλοις ἀνώτερον γενέσθαι τὸν ἄνδρα κολαστηρίω

 ὀρθριώτερον οὗτος ἀναγορεύεται, νυκτὸς ἀνιὼν εἰς τὸ Καπιτώλιον διὰ τῆς δεσποίνης ἐν ὅπλοις, καὶ λαθὼν τοὺς τῆς βασιλίδος υἱεῖς. Καὶ ὡς τὰ πράγματα ἔδε

 ταύτην διχῇ διελών, εἰς τὴν ἄνω Ἀσίαν στρατοπεδεύειν πεποίηται, τὴν μὲν βορειοτέραν τὴν δὲ περὶ τὰ νότια θέμενος. ὁ δὲ βασιλεὺς κατάλογον στρατιωτικὸν

 Τελοὺχ παρὰ τοῖς Ἀρμενίοις εἰσβάλλει, πρότερον οὐκ ὀλίγην ἀποτεμόμενος φάλαγγα στρατιωτικὴν μετὰ συνταγματάρχου, καὶ εἰς Μελιτηνὴν ἐκπέμψας ἐπὶ φυλακῇ

 παντὸς ἀντισχεῖν· διὰ πολλῶν γὰρ μερῶν περισχόντες αὐτοὺς οἱ Ῥωμαῖοι, καὶ τόλμῃ πολλῇ καὶ ὅπλοις ἑκηβόλοις καὶ συνασπισμῷ καταπλήξαντες, δορυκτήτους α

 τὴν παρεμβολὴν κατακλείσαντες, καὶ τὰ σημεῖα τούτων στρατηγικῶς ἀφελόμενοι, ὥστε καί τινες τῶν Σαρακηνῶν καταβάντες τῶν ἵππων, καὶ πολλοὺς τῶν στρατιω

 συνθήκαις ἀφεσίμοις παραδοῦναι τῷ βασιλεῖ, ἐπείπερ καὶ ἡ νεότης τούτων παθεῖν ἔμελλε πᾶσα, εἰ προέβη τὰ τῆς διώξεως. ἤλαυνον γὰρ καὶ αὐτοῖ πεζικῇ παρα

 ῥυτήρων ἐλάσαντες, ἐπ' ἄκρου τῆς παρεμβολῆς ἐφορμῶσι, καὶ δύο τῶν πεζῶν ταῖς λόγχαις ἀναιροῦσιν αὐτῶν. οὓς ὁ βασιλεὺς πρῶτος τῶν λοιπῶν θεασάμενος, κα

 τῷ κρημνῷ ἑαυτὸν κατηκόντισεν. ἐγὼ δὲ μείνας ὀρθὸς δόξαν μὲν τῷ θεῷ τῆς τοῦ κινδύνου ἐλευθερίας ἀνέπεμψα, θαῦμα δὲ τοῖς πολλοῖς προσενέσταξα, ὅπως, οἷ

 σπουδῆς καὶ παρασκευῆς, καὶ κατόπιν ἐλάσαντες πολλοὺς μὲν ἀνεῖλον, ἄλλους δὲ ζωγρήσαντες ἔλαβον. τότε δὴ προκαθίσας ὁ τῶν Λατίνων ἐξάρχων οὐκ ἄκαιρον

 φάλαγγας τῆς στρατιᾶς συνταχθείσης, τοῦ βασιλέως προάγοντος προέκυψαν μὲν τῶν ἐναντίων πολλοί, προλαβόντων δὲ τῶν ταγμάτων ἓν μὲν τῶν Λυκαόνων λεγόμεν

 ἀπῄτησέ με, καὶ τί μοι τὸ παριστάμενον περὶ τούτων ἐστίν. αὐτὸς δὲ τερατευσάμενος πρότερον ὡς οὐδέν τι τοῦ πλήθους ἐκτὸς δυναίμην εἰπεῖν οὐδὲ καρτερώτ

 ἀποτόμους τινὰς καὶ κρημνώδεις ὁδούς, ἐν βαθεῖ τόπῳ τὸν βασιλέα κατασκηνώσαντα εὕρομεν ἐκεῖσε, τὴν πρώτην βουλὴν ἐπὶ κακῷ τῶν Ῥωμαίων ἀκλεῶς ἀνανεωσάμ

 τῶν ἵππων· ὅπερ καὶ ἐφ' ἡμῶν προσυμβέβηκε. καὶ ἡ τοῦ βασιλέως φήμη περιδεεῖς αὐτοὺς ἀπειργάζετο. διὰ ταῦτα καὶ τὴν μὲν ὁρμὴν τοῖς ἐναντίοις ταυτὶ διεκ

 προφάσει τοῦ μὴ σποράδας ὄντας αὐτοὺς διασκεδασθῆναι ποιήσωσι, καὶ περιμείναντες ἕως ἂν ἐπὶ παρεμβολῆς ἀθροισθῶσι, μεγάλης νίκης καὶ στρατηγίας ἀπέτυχ

 καὶ αὖθις ἑτέρα ἐπῆλθε, τοὺς Τούρκους ἀπαγγέλλουσα τὴν ἐν Χώναις πολιτείαν καὶ αὐτὸν τὸν περιβόητον ἐν θαύμασι καὶ ἀναθήμασι τοῦ ἀρχιστρατήγου ναὸν κα

 καθεσθεῖσα χερσὶ ταῖς αὐτοῦ προσερρύη· κἀκεῖνος ταύτην τῇ βασιλίδι ἀνέπεμψε, περὶ αὐτὰ τὰ ἀνάκτορα τῆς πόλεως παρὰ τὸ εἰωθὸς ἐπιμεινάσῃ. τοῦτο δὲ σύμβ

 φρούριον, ἐκ προστάξεως αὐτοῦ συνοικοδομηθέν, ἐπιμείνας ἐκεῖθέν τινας ἡμέρας διέτριψεν. εἶτα διαπεραιωθεὶς καὶ αὐτός, κἀν τῇ τοῦ Χαρσιανοῦ ἐπαρχίᾳ, τὴ

 παρελθὸν ἔτος χειρώσασθαι Ῥωμαϊκὴν πόλιν Μαντζικίερτ λεγομένην ὁ τῶν Περσῶν ἀρχηγὸς (σουλτάνον οἶδε τοῦτον ἡ ἐκείνων καλεῖν φωνή), καὶ φύλακας ἐγκατασ

 εἰς τὴν παρεμβολήν. οἱ δὲ πεζοὶ τῶν Ἀρμενίων προσβαλόντες τῷ ἐκτὸς τῆς ἀκροπόλεως τείχει, καὶ πολλὰς προσβολὰς ποιησάμενοι, αὐτοβοεὶ αἱροῦσιν αὐτό, το

 ἱερεὺς τοῦ εὐαγγελίου ἐσήμανε. περὶ οὗ ἔθεντό τινες ἐν ταῖς καρδίαις ὡς ἔσται τὰ ἐπ' αὐτῷ λαληθησόμενα τῶν ἐπικειμένων πραγμάτων ἐπίβασις. εἰ δὲ τούτω

 ὄμμασι· τίς γὰρ ἂν καὶ εἶχεν εἰς ὕπνον τραπῆναι, τοῦ κινδύνου τὴν ῥομφαίαν ἐσπασμένην μονονουχὶ προδεικνύοντος. Οὐ μὴν ἀλλ' οὐδ' εἰς τὴν ἐπιοῦσαν ἡμέρ

 φασι τὸν σουλτάνον διὰ τὸ μὴ ἀξιόλογον ἔχειν δύναμιν καὶ περιμένειν τοὺς κατόπιν αὐτοῦ βαδίζοντας, καὶ τῷ προσχήματι τῆς εἰρήνης μετεωρίζειν τὸν χρόνο

 συνεπάτουν. καὶ ἦν τὸ πρᾶγμα λίαν ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κοπετόν. τί γὰρ ἐλεεινότερον τοῦ στρατόπεδον ἅπαν βασιλικὸν φυγῇ καὶ ἥττῃ π

 σπονδὰς ποιησάμενοι καὶ συνθήκας εἰρηνικάς, εἶτα καὶ κῆδος ἐπὶ τοῖς ἰδίοις παισὶ συστησάμενοι, μόνην δεξίωσιν ἁδρὰν τοῦ βασιλέως αὐτῷ προσομολογήσαντο

 αὐτῆς ἡ βουλὴ τῆς τοῦ ἀνδρὸς ἀποκηρύξεως καὶ διώξεως. διὸ καὶ τὸν μὲν πρῶτον υἱὸν αὐτῆς, ὃν ἐκ τῆς τοῦ ∆ούκα συναφείας ἀπέτεκεν, αὐτοκράτορα καὶ δεσπό

 ὥρμησαν· ἀφ' ὧν τινὲς μὲν ἀκοντίοις ἀπέθανον, ἁλοὺς δ' αὐτὸς τοὺς ὀφθαλμοὺς ἐξεκόπη, μετὰ σκηνικῶν σιδήρων περιωδύνως τὰς ὁράσεις ἀποβαλών. ὅπερ πολλὴ

 ποιήσασθαι, εἰ μὴ καὶ μᾶλλον δέους ἐπειγομένου τοῖς στρατιώταις πρὸς φυγὴν ὥρμησαν. τούτου δὲ παραμεληθέντος εἰς κίνδυνον περιέστη τῷ ∆ιογένῃ τὰ πράγμ

 πᾶσιν ἀποταξάμενον, τὸν ἀσθενῆ καὶ παρειμένον καὶ ἀκεσωδύνου μᾶλλον θεραπείας καὶ ψυχαγωγίας ἐπιδεόμενον, τὸν ἀπειρηκότα τοῖς ὅλοις, ἀσθενοῦντα καὶ κα

 προσθήκην ἐπιζητῶν ἐν κακοῖς, ἷνα εὐαρεστήσῃ, φησίν, τῷ ποιήσαντι, τὸν τῆς ἀσκήσεως δρόμον διανύων ἐπιπονώτερον. Ἀλλ' ὁ μὲν ἐν τοσούτοις ἀνιαρῶς τὸ ζῆ

 Σίδης τοῦ τὰ κοινὰ διοικεῖν, προφάσεις διὰ παρενθέτων προσώπων κατ' αὐτοῦ ἐσκαιωρηκώς, παραγκωνίζεται δὲ καὶ τὸν τοῦ βασιλεύοντος θεῖον τὸν Καίσαρα, κ

 ἐπαγγελίαις καὶ δωρεαῖς, ἀλλ' ἐπὶ ταπεινώσει καὶ συμβουλῇ τάχα τοῦ μὴ ἀπηνῶς καὶ χαλεπῶς διαχειρισθῆναι. ὁ δὲ Ῥουσέλιος ἅμα μὲν ταῖς ἰδίαις χερσὶ θαρρ

 μὲν ἑλέσθαι τὴν εἰρήνην τῷ Ῥουσελίῳ ὑπετίθει· εἰ δὲ καὶ 188 μισῶν τὴν τυραννίδα τοῦ Μιχαὴλ ὡς καὶ πολλὴν παρ' αὐτοῦ δεξάμενος τὴν καταφοράν, καθότι αἰ

 παραλιπών. καὶ μετ' ὀλίγων ἀπολειφθεὶς σὺν τῷ Καίσαρι, ἐν ἵπποις κεκμηκόσι τῷ συνεχεῖ τῆς διώξεως, εἶδε τὸ στῖφος τῶν Τούρκων ἀπειροπληθὲς καὶ θαλάσση

 ὁπότε καὶ τοῖς εὐσυνέτοις ἀνδράσι θάμβος ἐπῄει καὶ ἔκπληξις· περὶ γὰρ τῶν ἀφρονούντων καὶ τὰ τοιαῦτα μὴ διακρινόντων λόγος οὐδείς. Ἐπῄει οὖν θάμβος το

 τῆς ἥττης αὐτῶν ἄνεσιν παρεχομένης πάσαις ταῖς τῶν Ῥωμαίων κώμαις καὶ χώραις καὶ πόλεσι τοιούτων πράξεων δρωμένων. καὶ πάλιν τεθαύμακα, τίνι θαρροῦντε

 χώρας ἀτρέ 199 στως ἐβάδιζε, καὶ τὸ θέμα τῶν Ἀρμενιακῶν καταλαβὼν τοῖς προτέροις αὐτοῦ κάστροις καὶ αὖθις ἀποκατέστη, καὶ οὕτως ἐκδρομὰς κατὰ τῶν Τούρ

 καθιστάμενος, οὐδὲ τοῦ κερδαίνειν καὶ ἐκ συκοφαντημάτων ἀπείχετο, οὐδὲ τοῦ ἐπιβουλεύειν τῇ εὐθηνίᾳ καὶ τὴν κοσμικὴν ἀδημονίαν καὶ ἔνδειαν οἰκείαν ποιε

 κλεπτόμενον, τοὺς κρατοῦντας ἀπειροκάλως κατέθελγε, μέχρις ἂν σὺν τῷ κέρδει τούτου καὶ τὴν οὐσίαν πᾶσαν καὶ τὴν σωτηρίαν ἀπέβαλον. Ἐν τούτοις οὖν τῶν

 πολλὰ τῶν αὐτῆς συντριμμάτων, ὥστε χάριτας ὁμολογήσαντα τῆς σωτηρίας τῷ βασιλεῖ καὶ ἀνυπερβλήτους εὐχαριστίας πεποιηκότα (ὅπερ πάντως ἀνάγκη τούτῳ ποι

 στρατευμάτων ἐξ Ἀδριανουπόλεως ἄρασα τῷ βασιλεῖ προσελήλυθεν, εἰπεῖν τε καὶ ἀκοῦσαι παρ' αὐτοῦ σπεύδουσα τὴν τῶν ἐπιζητουμένων αὐτοῖς ἀπόκρισιν· ἐπενε

 καὶ μέντοι καὶ τετυχήκασιν οὐκ εἰς μακρὰν τῶν κατὰ σκοπόν. προσδεξάμενος γὰρ τὴν αἴτησιν αὐτῶν ὁ ἐν ἐλέει ἀμέτρητος κύριος ἀνίστησιν ἄνδρα κρείττονα τ

 τοῖς ἀγαθοῖς ἀποδείκνυσι, καὶ κόσμον ὅλον χαρίτων ἀρρήτων ἐμπίπλησιν. Ἄρχεται τοιγαροῦν τῶν κοσμικῶν ἔργων ὁ νέος οὗτος δεσπότης καὶ βασιλεύς. καὶ πρῶ

 τῇ παλαιᾷ Ῥώμῃ πολυτελῶς κατεσκευασμένων οἴκων. ἐκ τούτων οὖν, ὡς ὁ λόγος αἱρεῖ καὶ ἡ τοῦ γένους ἀναφορὰ περιάγει, οἱ Φωκάδες αὐτοὶ καταγόμενοι τήν τε

 καὶ αὐτὴ ἡ Κελτιβηρία πρὸς τὰ δυσμικὰ μέρη τῆς Ῥώμης διάκεινται, πρὸς τὸν ἑσπέριον ὠκεανόν, ἥτις νῦν Ἱσπανία κατωνομάζεται. τῆς Ῥώμης γὰρ ὑπὲρ τὴν Ἰτα

 τοῖς στρατιωτικοῖς παραγγέλμασι, προσθήσομέν τι τῷ διηγήματι. Μέλλοντος αὐτοῦ διαπεραιωθῆναι στόλῳ βαρεῖ πρὸς τὴν Κρήτην κἀκεῖσε τὸν ἀπόπλουν ποιήσασθ

 προϋπετόπασαν ἔσεσθαι. Τούτοις τοῖς ἔργοις τῆς εὐσεβείας παρακληθεὶς ὁ θεὸς τὴν ὑποκρυπτομένην τῶν Σαρακηνῶν, καὶ ἄρδην ἀπολέσαι μέλλουσαν αὐτὸν σὺν τ

 Ἄδαναν καὶ τὰς περιοίκους πάσας, αἳ λόγῳ συντετμημένῳ ῥηθῆναι οὐ δύνανται. ἐκεῖνα δέ μοι ἐρρήθη ὡς τοῖς πολλοῖς συγγραφεῦσιν ἀδιεξόδευτα. Ἀλλ' οὗτος μ

 τοῖς τύμμασι τῶν δοράτων καὶ τῶν ἄλλων πολεμικῶν ὀργάνων συνεχῶς αὐτὸν ἐπιπλήττοντες. ἀλλ' ἐκεῖνος βρυγμῷ λέοντος κατ' αὐτῶν ἐξορμῶν, καὶ τοὺς ἐπεισπε

 Βοτανειάτης πρωταγωνιστὴς καὶ πρόμαχος ἐγνωρίζετο καὶ τοῦ κρατοῦντος ὑπέρ 235 μαχος· τοῦ γὰρ βασιλέως κατ' ἐκεῖνο τὰς Ῥωμαϊκὰς δυνάμεις ἐλάσαντος, κατ

 συντονίᾳ τῆς ἀνυμνήσεως. Ἐκ δὴ τούτων τῶν ἀρίστων καὶ μεγίστων ἕξεων αὐτοῦ καὶ ἐντεύξεων, καὶ ὧν μετ' αὐτὸν ὁ τούτου ὡραιότατος κλάδος ἔν τε τοῖς στρα

 κακίστων ἀπείχετο πράξεων, καὶ μήτε τὸ τοῦ ἀνδρὸς ἀξίωμα καὶ τὴν ἐξ ἔργων ἰσχὺν καὶ τὴν ἄκραν εὐγένειαν αἰδούμενος ἦν, καὶ ἐννοῶν κοινωνὸν τῆς βασιλεί

 ἐπιβουλῆς. αἱ γὰρ ἄλλαι Θρακῷαι πόλεις καὶ Μακεδονικαὶ πλὴν τινῶν συνετήρουν ἔτι τοῦ πάθους αὑτὰς ἔξω, καὶ παρὰ βασιλέως ἐπαγγελίας ἐγγράφους καὶ παρα

 ἄλλαις πόλεσι καὶ μηδένα κυδοιμὸν ὑποπτεύοντας. σπουδαίως οὖν 246 εἰσελθὼν εἰς τὴν βασιλεύουσαν, πρὸ τοῦ τὴν ἰδίαν οἰκίαν καταλαβεῖν παρῆλθον εἰς τὰ β

 καὶ ἀσθενὲς τὸ παρ' ἀνθρώπων γενόμενον. Ἐν δὲ τῇ Ῥαιδεστῷ, πρὸ τοῦ τὸν Βρυέννιον καταλαβεῖν εἰς Ἀδριανούπολιν, ἐπικρατησάσης τῆς Βατατζίνης (ἐδιχονόου

 στρατοπεδευσάμενοι πληροφορίαν ἐδέξαντο. εἶχε γὰρ ἅπαντας ἔρως ἐπιμανὴς τοῦ Βοτανειάτου, καὶ τὴν ἐκείνου βασίλειον ἐπιδημίαν ὡς ἐπιδημίαν θεοῦ προσεδέ

 στρατιῶται, καὶ ἀποπλανηθέντες ἐκεῖθεν ἐπὶ κατασκοπῇ καὶ καταλήψει δῆθεν τινῶν Μακεδόνων αὐλιζομένων ἐν πορρωτάτω ἀγροῖς ἐκείνων μὲν οὐκ εὐστόχησαν κα

 πρὸς πάντων καὶ ἀναισχύντους φωνὰς προεξένησε. καὶ ὁ Βρυέννιος δὲ τοιαῦτα πολλὰ διεπέμψατο· ἀλλ' οὐδεὶς προσέσχεν αὐτοῖς, καίτοι τῆς πόλεως ἀγχοῦ καθι

 ἀρχηγοὶ ἐκ τοῦ τοιούτου μύσους δίκας 260 οὐκ εἰς μακρὰν ἔτισαν, μὴ δυνηθέντες τὴν θείαν ταύτην αὐλὴν σωτηρίας ὁδὸν καὶ εἴσοδον ἑαυτοῖς ὑπογράψαι, καὶ

 σὺν αὐτῷ δὲ καὶ ὑφασμάτων καὶ ἀργυρῶν σκευῶν οὐκ ἐλάχιστον χρῆμα. καὶ τοῦτον τὸν τρόπον ἀπαναστῆναι τοὺς Πατζινάκους ἐκ τῆς πολιορκίας διέθετο. μένων

 ζυγὸν ὑπελθεῖν κατατίθενται, καὶ περινοστοῦσι μὲν ἱππαζόμενοι, δορυφόρων δὲ τάξιν ἀποπληροῦντες εἰσί. Καὶ ταῦτα μὲν ἐθαυματουργοῦντο μέχρι Νικαίας αὐτ

 ἀπήντησεν. οὐδὲ τὸ ἐν Ῥουφινιαναῖς πολίχνιον, καρτερώτατον καὶ δυσμαχώτατον ὂν καὶ στόμα τῆς μεγαλοπόλεως κείμενον, φροντίδα τοῦ Μιχαὴλ διὰ τὴν πρὸς τ

 προϊστῶσιν ἀρχὰς ὅσαι τήν τε τοῦ παλατίου φρουρὰν καὶ τὴν ἀγορανομικὴν εὐταξίαν διακοσμεῖν 271 ἔμελλον, μήτε τὸν στόλον ἐάσαντες ἀκυβέρνητον, ἀλλὰ κἀν

 ἁπάντων καταστεφθείς, αὐτῶν ἐπιβαίνει τῶν ἀνακτόρων καὶ τὸ ἄκρατον κράτος τῆς βασιλείας ἐν ἐξόχοις τερατουργήμασιν ἐπενδύεται. Τὸ δ' ἀπὸ τοῦδε τίς λόγ

 ἀστεϊζόμενοι λέγουσι. προϊούσης δὲ τῆς εὐεργεσίας εἰς ἀναρίθμητον στῖφος, καὶ πρὸς τὸ πανταχόθεν περιτρέχειν τῆς πόλεως καὶ λαμβάνειν καὶ οὗτοι ἀπέκαμ

 κοσμικοῖς προσομιλεῖν ἀγριώτερον, καὶ θεσμοὺς πατέρων καὶ ἀποστολικοὺς ἀθετεῖν κανόνας, καὶ μυρίαν τῷ βίῳ καὶ τοῖς εὐαγέσιν οἴκοις καὶ θείοις ἐπιφέρει

 ἀπαναίνομαι, καὶ πολλάκις, ἐν οἷς περὶ αὐτῶν γέγραφα, τὴν μνήμην τῆς αὐτῶν περιέλαβον πράξεως· τὸ δ' ἐπὶ τῷ Βοτανειάτῃ ἐν ταῖς τιμαῖς καὶ τοῖς τῶν δωρ

 ἔχοντος αὐτοῦ, καὶ εὐψυχίας μεγίστης καὶ μεγαλουργίας ἀντεχομένου, ἔδει μὴ ἐκ χειρὸς κυρίου πολλαπλασίας τὰς ἀντιδόσεις λαβεῖν, καὶ μέχρι πολλοῦ τοὺς

 τεκμαίρειν γὰρ τὴν σελήνην εἰς τοὺς ἀποστάτας οἱ περὶ τὰς τῶν φωστήρων δινήσεις δεινοὶ καὶ μαθηματικοὶ λέγουσι, καὶ τὸ πάθος ταύτης πάθος τοῦ ἀποστατο

 στρατηγικαῖς 290 κατασφαλισάμενος, καὶ τὸν τόπον τοῦ πολέμου τόπον ζωῆς ἢ τάφου γενέσθαι τούτοις βεβαιότερον παρεγγυησάμενος, καὶ παρὰ τῶν στρατιωτῶν

 καὶ ἀφειδῶς ἔσχες πρὸς τὰς σφαγὰς τῶν Χριστιανῶν. ἢ οὐκ ᾔδεις θνητὸς ἄνθρωπος ὤν, λόγους ἀπαιτηθησόμενος τῆς τῶν πεσόντων σφαγῆς; ἐμοὶ μὲν γὰρ τὸ κράτ

 δὲ ταῖς ὁπλομαχίαις τυγχάνων καὶ ταῖς κατὰ πόλεμον ἀντιπαρατάξεσιν οὐκ ἐθροήθη καὶ δρασμὸν ἐβουλεύσατο, ὃ πάντως πεποίηκεν ἂν ἕτερος ἐν μέσῳ βελῶν καθ

 αὐτοῦ ἀντάραντα καὶ τὰ δευτερεῖα μὴ ἀνασχόμενον σχεῖν. ὁ δὲ διαταραχθεὶς πρὸς τὴν φήμην καὶ τὴν καινοτομίαν τοῦ πράγματος, γράμματα μὲν ἐξέπεμψε τῷ βα

 διεκαρτέρουν, Σκύθαι τῆς ἐρημίας τούτων ὡς ἑρμαίου δραξάμενοι τῇ Ἀδριανουπόλει προσήγγισαν, καὶ τοῖς ἐκτὸς τοῦ τείχους οἰκήμασιν ἐπιρράξαντες, παραβοη

 παρασκευάσας αὐτὸν τοῦτον, καὶ τοῦ ἁγιωτάτου πατριάρχου Κοσμᾶ, γηραιοῦ καὶ προβεβηκότος ἀνδρὸς καὶ εἰς ἄκραν ἐληλακότος ἀρετὴν καὶ ὑπεραναβεβηκότος τὴ

 τῶν ἐκεῖσε κατάστασιν, καὶ σκεψάμενος Ῥωμαϊκὰς δυνάμεις διαπεραιῶσαι πρὸς τὴν Ἀσίαν, φιλοτίμοις μὲν δωρεαῖς καὶ ὀψωνίοις τὰ συνήθη πολλῷ τῷ περιόντι ν

 βασιλεὺς τὴν τῶν ἐσφαλμένων αὐτοῖς κακοήθειαν, τῶν ἐγκλημάτων τούτους διὰ πλήθους ἐλέους ἀπέλουσε. καὶ χειρωσάμενος τὸν ἀλάστορα, δημίων αὐτὸν χερσὶν

 διαρρηγνύειν, ὅπου δηλαδὴ τύχῃ τὰς ἀντιπτώσεις καὶ ἀντισπάσεις αὐτοῦ προσερείδειν καὶ ἀντιβαίνειν τοῖς ἕλκουσι. Καὶ τὸ μὲν ἐκ τοῦ ἀέρος δεῖγμα τοιοῦτο

 τηρεῖσθαι τοῦτο θερμότατα βουλευσάμενος καὶ εἰς πάντας χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεύειν φιλοτιμούμενος. καὶ νεαρὰν προδήλως ἐξέθετο κυροῦσαν μὲν τὸν τοῦ

 συλλήπτορα, καὶ τοῖς βασιλικοῖς ὑπηρέταις καὶ αὐτοῖς βασιλεῦσιν εἰσάγοντα τὴν χάριν δικαίαν καὶ ἔννομον, καὶ φροντίδος τοιαύτης αὐτοὺς ἀπαλλάττουσαν,

 ἐπιφαινόμενος καὶ τοῖς συνεκκλησιάζουσι βουλευταῖς καὶ συγκλητικοῖς, οὐδὲ τῷ βασιλείῳ θρόνῳ ἑαυτὸν ἐπεδίδου ἀλλ' ὄρθιος ἱστάμενος ἄχρι τέλους τῆς ὑμνῳ

 γενεαῖς ἄληστον τὴν μνήμην τῆς τοῦ μεγάλου τούτου βασιλέως ὑπεροχῆς καὶ τῶν ἀπαραμίλλων ἔργων αὐτοῦ καὶ ἀθάνατον συντηρῶσι, καὶ πρὸς μίμησιν τοὺς ἀναγ

παρασκευάσας αὐτὸν τοῦτον, καὶ τοῦ ἁγιωτάτου πατριάρχου Κοσμᾶ, γηραιοῦ καὶ προβεβηκότος ἀνδρὸς καὶ εἰς ἄκραν ἐληλακότος ἀρετὴν καὶ ὑπεραναβεβηκότος τὴν τῶν κάτω κειμένων ἔφεσιν, καὶ τῶν ὁσιωτάτων μητροπολιτῶν συνευδοκησάντων καὶ συμψηφισαμένων καὶ συλλειτουργησάντων αὐτῷ. ἐδόκει γὰρ ἡ ἀξία κατάλληλος τῇ φύσει τοῦ πρὶν βασιλεύσαντος διὰ τὸ προσὸν αὐτῷ ἀφελὲς καὶ ἀπείρατον τῶν βιωτικῶν καὶ πρὸς τὴν γνῶσιν τῶν βασιλικῶν πραγμάτων ἀδιεύθετον. 304 Οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν μητέρα τούτου πλέον ὁ Βοτανειάτης ἤπερ ἐκεῖνος ἐτίμησε καὶ ἐσέμνυνε, καὶ τὰ θυμήρη ταύτῃ ἀφθονώτερον ἀπειργάσατο. ἐκεῖνος γὰρ μοναχὸν ἀποδείξας ἐκ βασιλίσσης καὶ μελαμφοροῦσαν ἐκ πορφυρίδος καὶ περιχρύσου περιβολῆς, καὶ ἀειφυγίαν ταύτης κατέκρινε· καὶ ἦν ἔξω τῆς πόλεως τόπον ἐκ τόπου ἀμείβουσα μετὰ τῶν αὐταδέλφων αὐτοῦ, καὶ οὐδὲ συνεχώρει τὰς θηλείας, ὡραίας οὔσας πρὸς γάμον, ἐς ἀνδρὸς φοιτῆσαι νομίμου καὶ τὸ τῇ φύσει κεχρεωστημένον ἀφοσιώσασθαι. ὁ δὲ Βοτανειάτης ἐντὸς τῆς πόλεως συνοικεῖν μετὰ τῶν παίδων αὐτὴν συνεχώρησε, καὶ ἴσα καὶ μητέρα ἐτίμα, καὶ τοὺς παῖδας αὐτῆς ἐπιφανεστάτοις ἐλάμπρυνεν ἀξιώμασι, καὶ συνεχεῖς δωρεὰς αὐτῇ καὶ παντοίας εὐεργεσίας κατέπεμπε, καὶ τριῶν σεκρέτων καὶ τῶν ἄλλων χρηστῶν κυρίαν ταύτην ἀπέφηνε, καὶ πολυταλάντων εἰσόδων ἠξίωσεν. ἀλλὰ καὶ τὰς θυγατέρας αὐτῆς πρὸς γαμικὴν ὁμιλίαν ἐλθεῖν συνεχώρησε, καὶ τοῖς πρώτοις τῶν συγκλητικῶν τὸ κῆδος τούτων συμπλακῆναι κατένευσε. καὶ ὅλως χαρμονῆς καὶ θυμηδίας τὴν δυστυχοῦσαν ἐπὶ τοῦ βασιλεύσαντος παιδὸς καὶ θρηνοῦσαν ὁ ἀλλότριος καὶ ξένος τοῦ αἵματος αὐτῆς βασιλεὺς ἐνέπλησε, καὶ περίοπτον πλέον ἤπερ τὸ πρότερον ἔδειξεν. Ὃ δὲ τὴν τοῦ βασιλέως προαίρεσιν ὑπερτέραν ἀνθρωπίνης διανοίας ἐξέφαινε, τοῦτο δὴ καὶ ῥητέον. ὁ τοῦ προ 305 βεβασιλευκότος αὐτάδελφος ὁ Κωνστάντιος, ἀντίπαις ὢν ἔτι. τῆς βασιλευούσης πόλεως καὶ τῶν ἀνακτόρων παρὰ τοῦ συγγόνου ἀπείργετο καὶ πρὸς τὴν ἀντιπέραν ἠλαύνετο θάλασσαν. ὁ δὲ Βοτανειάτης, πατρὸς ἐπ' αὐτῷ σπλάγχνα καὶ διάθεσιν ἐνδεικνύμενος, καὶ τῶν ἀνακτόρων ἐντὸς εἰσεδέχετο καὶ σύνδειπνον ἐποιεῖτο, καὶ φθόνον ἐπ' αὐτῷ ἢ ὑποψίαν τινὰ λαμβάνειν οὐκ ἤθελεν· ὅθεν καὶ τῶν προσόντων αὐτῷ χρημάτων τε καὶ κτημάτων οὐδεμίαν περικοπὴν ἐποιήσατο. τοιοῦτος ἦν ὁ Βοτανειάτης, τὴν ψυχὴν καθαρὸς ὑπὲρ ἥλιον, καὶ τὴν γνώμην ἀπειρόκακον ἔχων καὶ πάσης ἐλευθέραν ὑπονοίας δεινῆς. ἀλλὰ καὶ ὥς, εἰ μή τις ἀνεξερεύνητος χάρις περιεῖπεν αὐτόν, οὐκ ἂν εἰς τοσοῦτον συμπαθείας ἐλήλυθεν ὡς καὶ προφανῆ ἀντίδικον καὶ πολέμιον, καὶ ὡς ἀκμὴν νεότητος ἐπιβεβηκότα, καὶ ἀτόπους ὁρμὰς καὶ ἀναπεμπαζόμενον τὴν πρὸς εὐδαιμονίαν τῆς βασιλείας καὶ τὸν καθαιρέτην τοῦ γένους αὐτῶν γενόμενον, προσοικειοῦσθαι καὶ παρίδου διδόναι συνιέναι αὐτῷ καὶ συνευωχεῖσθαι καὶ κοινωνεῖν αὐτῷ καὶ τοῖς βασιλείοις συναναμίγνυσθαι. ὁ δέ, τὴν βασιλέως εὐεργεσίαν κακοποιίαν ἐξ ἀχαριστίας ἡγούμενος, καὶ μηδ' εἰς νοῦν ἐμβαλὼν ὅτι ἐξὸν ὂν τῷ βασιλεῖ καὶ ὀφειλόμενον πάντως ἄρδην ἀπολέσαι τοῦτον καὶ ὡς ἐχθρὸν καὶ ἀντίδικον, οὐδὲν τοιοῦτον διενοήσατο, καὶ ἄνετον αὐτῷ τὴν ζωὴν καὶ τὴν διαγωγὴν εὐδαίμονα καὶ πλουσίαν ὡς τὸ πρὶν καταλέλοιπεν, ἰοβόλον εἶχε τὸν ἔνδον ἄνθρωπον, καὶ κότον ἔτρεφε κατὰ τοῦ 306 φιλανθρώπως καὶ κηδεμονικῶς αὐτὸν περιποιουμένου. καὶ τρέφων αὐτὸν μὲν κατὰ τὸ βεβουλευμένον οὐκ ἔβλαψε, κόσμῳ δὲ παντὶ τὴν λύμην ἐπήνεγκε, καὶ αὐτὸς τὰ τῶν ἀχαρίστων, εἰ καὶ πραότερον διὰ τὴν τοῦ βασιλέως ἐπιείκειαν, πέπονθε. καὶ ὅπως, τῷ λόγῳ διαληψόμεθα. Ἐπείπερ ὁ βασιλεὺς τοιούτοις ἀγωνίσμασι καὶ τροπαίοις τὰ τῆς ἑσπέρας καλῶς διατέθεικεν, ἐνόσει δὲ τὰ τῆς ἑώας καὶ ταῖς Τούρκων ἐπιδρομαῖς καὶ τῇ συνθήκῃ τῶν κοινωνησάντων Ῥωμαίων αὐτοῖς καὶ κατὰ τῶν ὁμογενῶν ἐπανισταμένων, ἐστήριξε τὸ πρόσωπον καὶ πρὸς τὴν