ὑπέμενον, περιοργὴς γενόμενος ὁ βασιλεὺς τοσοῦτον ἐπέκρυψε τῆς ὀργῆς, ὅσον λαθραίως Μοδέστῳ τῷ ἐπάρχῳ κελεῦσαι συλλαβεῖν καὶ θανάτῳ ζημιῶσαι τοὺς ἄνδρας. Ὁ δὲ τρόπος τοῦ θανάτου ξένος τις ἦν· διὸ καὶ μνήμῃ παραδοθήσεται. ∆εδιὼς ὁ ὕπαρχος, μὴ στάσιν ὑπὸ τοῦ πλήθους ἄλογον ὑπομείνῃ ἐν τῷ φανερῷ φονεύων αὐτοὺς, πλάττεται εἰς ἐξορίαν πέμπειν τοὺς ἄνδρας. Τῶν δὲ εὐγενῶς καταδεξαμένων, ὁ ὕπαρχος κελεύει πλοίῳ ἐμβληθέντας ὡς ἐπὶ τὴν ἐξορίαν δῆθεν ἀπάγεσθαι· ἐντειλάμενος τοῖς ναύταις, ἐπειδὰν κατὰ μέσου γένωνται τοῦ πελάγους, ὑφάψαι τὸ πλοῖον· ἵνα τὸν τρόπον τοῦτον ἀποθανόντες μὴ ἕξουσι τοὺς κηδεύοντας. Ταῦτα ἐγίνοντο· καὶ ἀναχθέντες, κατὰ μέσον τε τοῦ Ἀστακηνοῦ πελάγους γενόμενοι, ποιοῦσι τὸ προσταχθέν· εἰς ἕτερόν τε παρεπόμενον ἀκάτιον μεταβάντες ἀπεχώρησαν, τὸ πλοῖον ὑφάψαντες. Συμβὰν δὲ ἄνεμον πνεῖν ἀφηλιώτην σφοδρὸν, ἐξωθεῖται ἐπὶ πολὺ καιομένη ἡ ναῦς· ὥστε τάχιον μὲν τὴν ὁρμὴν ποιεῖσθαι· διαρκέσαι δὲ ἄχρι τοῦ ἐπινείου, ᾧ προσωνυμία ∆ακίδιζος, κἀκεῖ τελέως σὺν τοῖς ἀνδράσιν ἀναλωθῆναι. Τοῦτο οὐκ ἀτιμώρητον ἔλεγον γεγενῆσθαι πολλοί· λιμὸν γὰρ σύντονον ἐπισυνέβη γενέσθαι περὶ τὰ Φρυγῶν ἔθνη· ὡς ἀνάγκην ἔχειν πρὸς ὀλίγον τῆς χώρας ἀπανίστασθαι τῶν ἐνοικούντων τοὺς πλείονας, καὶ καταφεύγειν ἐπί τε Κωνσταντινούπολιν καὶ ἄλλας ἐπαρχίας. Ἀεὶ γὰρ δὴ Κωνσταντινούπολις, καὶ ἄπειρα τρέφουσα πλήθη, τὰ πολλὰ εὐθηνεῖται, τῷ τε διὰ θαλάσσης ἔχειν τῶν πανταχόθεν ἐπιτηδείων τὴν προσκομιδὴν, καὶ ὅτι ὁ Εὔξεινος Πόντος παρακείμενος ἄφθονον αὐτῇ, ἡνίκα προσδεηθῇ παρέχει τὸν σῖτον. 4.17 Ὡς ὁ βασιλεὺς ἐν Ἀντιοχείᾳ γενόμενος πάλιν τοὺς τὸ ὁμοούσιον φρονοῦντας ἐδίωκε. Οὐάλης δὲ ὁ βασιλεὺς μικρὰ τῶν ἐκ τοῦ λιμοῦ γενομένων φροντίσας ἐπὶ τὴν Συρίας Ἀντιόχειαν παραγίνεται· διατρίβων τε κατ' αὐτὴν ἐπόρθει τοὺς μὴ Ἀρειανίζοντας. Τέλεον γὰρ ἐξελάσας τοὺς τὸ «ὁμοούσιον» φρονοῦντας τῶν ἐκκλησιῶν σχεδὸν τῶν ἀνατολικῶν πόλεων, οὐκ ἠρκεῖτο τούτῳ, ἀλλὰ καὶ διαφόροις κολαστηρίοις ὑπέβαλλεν. Ἀπώλλυεν δὲ πολλῷ πλείους τῶν πρότερον, διαφόροις μὲν θανάτοις παραδιδοὺς, ἐξαιρέτως δὲ τῷ ποταμῷ. 4.18 Περὶ τῶν ἐν Ἐδέσῃ γενομένων, τῆς τε τοῦ ὑπάρχου ὕβρεως, καὶ περὶ τῆς τῶν πολιτῶν πίστεως καὶ παρρησίας, καὶ τῆς θεοφιλοῦς γυναικός. Λεκτέον δὲ οἷα καὶ ἐν Ἐδέσῃ τῆς Μεσοποταμίας ἐγίνετο. Ἐν δὲ τῇδε τῇ πόλει Θωμᾶ τοῦ ἀποστόλου μαρτύριόν ἐστι λαμπρὸν καὶ περιφανὲς, συνεχεῖς τε ἐν αὐτῷ συνάξεις ἐπιτελοῦνται διὰ τὴν τοῦ τόπου ἁγιότητα. Τοῦτο ἱστορῆσαι ὁ βασιλεὺς Οὐάλης θελήσας, καὶ μαθὼν πᾶν τῆς αὐτοῦ ἀπεχθεῖς αἱρέσεως εἶναι τῶν συνερχομένων τὸ πλῆθος, λέγεται τῇ χειρὶ πλῆξαι τὸν ὕπαρχον, ὅτι μὴ προὐνόησε ἐξελάσαι κἀκεῖθεν αὐτούς. Ὡς δὲ ὁ ὕπαρχος περιυβρισθεὶς ἕτοιμος ἦν ἄκων ὑπουργεῖν τῇ βασιλέως ὀργῇ, -οὐ γὰρ ἐβούλετο τοσούτων ἀνδρῶν φόνον ἐργάζεσθαι, -λαθραίως δηλοῖ, ὅπως ἂν μηδεὶς ἐν τῷ μαρτυρίῳ καταληφθῇ. Ἀλλὰ προσεῖχεν οὐδεὶς οὐδὲ τῇ συμβουλῇ οὐδὲ τῇ ἀπειλῇ· πάντες γὰρ τῇ ἑξῆς εἰς τὸν εὐκτήριον τόπον συνέρρεον. Ὡς δὲ ὁ ὕπαρχος σὺν χειρὶ πολλῶν στρατιωτῶν ἐπὶ τὸ μαρτύριον ἔσπευδεν, ἐκπληρώσων τὴν τοῦ βασιλέως ὀργὴν, γυνή τις πενιχρὰ, τὸ ἑαυτῆς παιδίον ἐκ χειρὸς ἕλκουσα, ἐπὶ τὸ μαρτύριον ἔτρεχε, καὶ διακόπτει τὸ τάγμα τῶν δορυφορούντων τὸν ὕπαρχον. Ἀγανακτήσας δὲ ὁ ὕπαρχος προσάγεσθαι αὐτῷ τὴν γυναῖκα κελεύει, καὶ φησὶ πρὸς αὐτὴν, «Ὦ ταλαίπωρον γύναιον, ποῦ τρέχεις οὕτως ἀκόσμως;» ἡ δὲ, «Ἔνθα,» φησὶ, «καὶ οἱ ἄλλοι συντρέχουσι.» Ὁ δὲ, «Οὐκ ἀκήκοας,» ἔφη, «ὅτι ὁ ὕπαρχος μέλλει πάντας ἀναιρεῖν οὓς ἂν εὑρίσκῃ;» Καὶ ἡ γυνὴ, «Ἤκουσα,» ἔφη, «καὶ διὰ τοῦτο σπεύδω, ὥστε ἐκεῖ εὑρεθῆναι.» «Καὶ ποῦ τοῦτο τὸ μικρὸν ἕλκεις παιδίον;» φήσαντος τοῦ ὑπάρχου, ἡ γυνὴ φησὶν, «Ὥστε καὶ αὐτὸ μαρτυρίου καταξιωθῆναι.» Ταῦτα ὡς ἤκουσεν ὁ ἀνὴρ, ἐτεκμῄρατο τῶν συνερχομένων τὴν ἀπόνοιαν· καὶ εὐθὺς παραγενόμενος πρὸς τὸν βασιλέα ἐδίδασκεν αὐτὸν, ὡς εἴησαν πάντες ἕτοιμοι ὑπὲρ τῆς αὐτῶν ἀποθνήσκειν πίστεως· καὶ ἄλογον