109
βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν." Ταῦτα εἰπὼν ἐπήγαγεν· "Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω." 11.83 Ταῦτα καὶ ἡμεῖς ὑμῖν, ὦ φίλοι ἄνδρες, παραινοῦντές φαμεν. Οὐ γὰρ δὴ ἄκοντας τὰς θείας λαβεῖν ἀναγκάζομεν δωρεάς, ἀλλὰ παρακαλοῦντες καὶ λιπαροῦντες καὶ τὸ μέγεθος τούτων ἐπιδεικνύντες. ∆ιά τοι τοῦτο καὶ τὴν δεσποτικὴν ταύτην καὶ θαυμασίαν ἐπιλέγομεν ῥῆσιν· "Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω."
12.t ΠΕΡΙ ΠΡΑΚΤΙΚΗΣ ΑΡΕΤΗΣ.
12.1 Τὰ δένδρα φέρουσι μὲν αἱ ῥίζαι καὶ τρέφουσι, κοσμοῦσι δὲ οἱ κλάδοι καὶ τὰ φύλλα καὶ ὁ μεταξὺ τούτων ᾐωρημένος καρπός. Εἰ γὰρ δή τις ἐκτέμνοι τοὺς κλάδους καὶ ψιλώσοι τὴν κόμην, ἄχρηστα γίνεται καὶ γυμνοῦται τῆς εὐπρεπείας, καὶ περιττὴ παντελῶς ἡ 12.2 τῶν ῥιζῶν ἀποφαίνεται βάσις. Καὶ τὸ σῶμα δὲ ὡσαύτως δεῖται μὲν ὀφθαλμῶν ὁρώντων καὶ τὰς ἄλλας ποδηγούντων αἰσθήσεις, δεῖται δὲ καὶ ποδῶν μεταβαινόντων καὶ τὸ σῶμα φερόντων καὶ χειρῶν ἐργαζομένων καὶ τοῖς μορίοις ἅπασι καὶ τροφὴν καὶ 12.3 πόσιν καὶ τὴν ἄλλην χρείαν ποριζουσῶν. Καὶ μέντοι καὶ χιτῶνας καὶ χλαίνας καὶ ἐφεστρίδας καὶ ξυλλήβδην ἅπαντα τὰ ἐσθήματα οὐ μόνοι ποιοῦσιν οἱ στήμονες· χρεία γάρ που καὶ κρόκης ἐνυ 12.4 φαινομένης καὶ ξυναρμοζομένης τοῖς στήμοσιν. Τί δήποτε ταῦτα διεξῆλθον; Οὐ τὸν ὕθλον, ὦ ἄνδρες, στέργων, ἀλλὰ διὰ τῶνδε τῶν εἰκόνων τῆς τελεωτάτης φιλοσοφίας τὰς ὕλας ἐπιδεικνύς. Μέγιστον μὲν γὰρ ἀληθῶς καὶ παμμέγεθες ἀγαθὸν τῶν θείων ἡ γνῶσις, ἀλλ' οὐκ ἀπόχρη τέλειον ἀποφῆναι τὸν ταύτης ἀξιού 12.5 μενον. ∆εῖ γάρ που τὴν ἀγαθὴν πρᾶξιν ξυναφθῆναι τῇ γνώσει. Ὅπερ γάρ ἐστι δένδρῳ ῥίζα καὶ ὀφθαλμὸς σώματι καὶ οἱ στήμονες τοῖς ὑφάσμασι, τοῦτο ταῖς ψυχαῖς τῆς ἀληθείας ἡ γνῶσις καὶ ἡ βεβαία γίνεται πίστις. Χρὴ δὲ οὐ μόνον εἰδέναι, 12.6 τί προσήκει περὶ τοῦ θείου δοξάζειν, ἀλλὰ καὶ κατὰ τοὺς ἐκείνου πολιτεύεσθαι νόμους. Ὥσπερ γὰρ οἱ ζωγραφικὴν ἢ σκυτοτομικὴν ἢ ἄλλην τινὰ παιδευόμενοι τέχνην, οὐχ ὅπως μόνον ἐπίστωνται ταῦτα μανθάνειν σπουδάζουσιν, ἀλλ' ἵνα καὶ χειρουργῶσι καὶ μιμητὰς σφᾶς αὐτοὺς τῶν διδασκάλων τοῖς ἔργοις δεικνύωσιν, οὕτω δεῖ καὶ τῆς εὐσεβείας τοὺς ἐραστὰς μὴ μόνον θεολογίαν καὶ φυσιολογίαν παιδεύεσθαι, ἀλλὰ καὶ τοὺς τῆς πρακτικῆς ἀρε τῆς ἐκπαιδεύεσθαι νόμους καὶ τούτους φυλάττειν εἰς δύναμιν καὶ πρὸς τούτους πειρᾶσθαι τῆς ψυχῆς ἐκτυποῦν καὶ διασκευάζειν τὸ εἶδος. 12.7 Ὁ γὰρ δὴ οὕτω ῥυθμίζων τε καὶ διαμορφῶν τὴν ψυχὴν οὐ μόνον τῶν θείων νόμων τοὺς χαρακτῆρας ἐκμάττεται, ἀλλὰ καὶ αὐτοῦ γε τοῦ νομοθέτου ζῶσά τις εἰκὼν καὶ λογικὴ γίνεται. Τοῦτό τοι διδάσκων καὶ ὁ μέγας κῆρυξ τῆς ἀληθείας βοᾷ· "Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ." Καὶ μέντοι καὶ ὁ τούτου δεσπότης παραινεῖ λέγων· "Γίνεσθε μιμηταὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς." Καὶ πάλιν· "Γίνεσθε τέλειοι, καθὼς ὁ πατὴρ 12.8 ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν." Μιμεῖται δέ, ὡς ἔνεστι, τὸν τῶν ὅλων Θεὸν ὁ ποθῶν ἐκεῖνα καὶ ἐχθραίνων ὁμοίως, ἅπερ καὶ αὐτὸς ὁ δεσπότης ἐχθραίνει τε καὶ φιλεῖ. Τίνα δὲ αὐτῷ δυσμενῆ, καὶ τίνα αὖ προσφιλῆ, διαρρήδην οἱ θεῖοι διδάσκουσι 12.9 νόμοι. Ἀκούομεν γὰρ τοῦ θεσπεσίου βοῶντος ∆αυίδ· "Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου· ἐμίση σας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον 12.10 βδελύσσεται Κύριος." Ἐν τούτοις δὲ ἡμῖν ἐπιδείξας τὴν τοῦ νομοθέτου διάθεσιν, ἐν ἑτέρᾳ μελῳδίᾳ πρόσωπον εἰσήγαγε τούσδε τοὺς χαρακτήρας ἀκριβῶς ἐκμαξάμενον καὶ τῷ νομοθέτῃ προ σευχόμενον καὶ λέγοντα·