109
δʹ. "Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὑτοῦ." Καὶ τὴν νομοθε σίαν ποιησάμενος, τῷ μακαρίῳ προσέταξε Μωσῇ συναγαγεῖν τὸν λαὸν, καὶ διαμαρτύρασθαι τὸν οὐρα νὸν καὶ τὴν γῆν· ὅπερ καὶ τῆς ᾠδῆς τοῦτο προοί μιον ἐποιήσατο· "Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω, καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου." Καλεῖ δὲ εἰς μαρτυρίαν οὐχ ὡς ἔμψυχα ταῦτα, ἀλλ' ὡς τῶν ἄλλων περιεκτικὰ ποιημάτων, εἰς φόβον τῶν ἀκουόντων. Οὕτως ὁ μακάριος Ἀβραὰμ τὰς ἑπτὰ ἀμνάδας ἔστησεν εἰς μαρτύριον, καί φησιν, ὅτι "Ἐμόν ἐστι τὸ φρέαρ." Οὕτω τὸν βουνὸν ὁ Ἰακὼβ καὶ ὁ Λάβαν βουνὸν μαρτυρίας ἐκάλε σεν. εʹ, ʹ. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυ σίαις. Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι ὁ Θεὸς κριτής ἐστι." ∆ιὰ μὲν τῶν προειρημένων τὸ φοβερὸν αὐτοῦ κριτήριον ἔδειξε· διὰ δὲ τούτων, καὶ τῶν ἑξῆς, διδάσκει τὸ ἀτελὲς τῆς κατὰ νόμον λατρείας, καὶ ὅτι τῶν προσφερομέ νων ἱερείων Θεῷ θυμῆρες οὐδέν. Ὁσίους δὲ καλεῖ, τὸν Μωσέα, τὸν Ἀαρὼν, τὸν Ἐλεάζαρον, τὸν Φινεὲς, καὶ τοὺς μετ' αὐτοὺς ἅπαντας κατὰ νόμον ἱερατεύσαντας. Συναχθῆναι δὲ αὐτοὺς κελεύει, οὐχ ἵνα δίκας εἰσπράξηται, οἷα δὴ ἐναντία πεφρονη κότας· αὐτοῦ γὰρ ὁ νόμος, καὶ τούτῳ πειθόμενος τῶν προειρημένων ἕκαστος τὰς θυσίας προσέφερεν· ἀλλ' ἵνα καὶ διὰ τῶν παρόντων τὸν οἰκεῖον δείξῃ σκοπὸν, καὶ τὴν νηπίοις ἁρμόττουσαν καταπαύσας διδασκαλίαν, τὰ τέλεια προσενέγκῃ παθήματα. Τού των δὲ, φησὶ, γινομένων, θαυμάσουσιν οἱ οὐρανοὶ τῆς ψήφου τὸ δίκαιον. ∆ιὰ δὲ τῶν οὐρανῶν τὰς οὐρα νίους δυνάμεις ᾐνίξατο. ζʹ. "Ἄκουσον, λαός μου, καὶ λαλήσω σοι." Καὶ δεικνὺς πρὸς ποῖον λαὸν διαλέγεται, ἐπήγαγεν· "Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι." Εἶτα τὴν οἰκείαν δείκνυσι δεσποτείαν· "Ὁ Θεὸς, ὁ Θεός σού εἰμι ἐγώ." Ὁ τῆς Αἰγυπτιακῆς σε δουλείας ἐλευ 80.1233 θερώσας, ὁ τὴν διὰ τῆς θαλάττης ὁδὸν δωρησάμε νος, ὁ ἐν ἐρήμῳ διαθρέψας, ὁ τὸν νόμον ἐκεῖνόν σοι δεδωκώς. Μὴ γὰρ δὴ ἄλλον με νομοθέτην νομί σῃς τῶν νόμων ὁρῶν τὸ διάφορον. ηʹ. "Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διαπαντός." Οὐκ ἀμέλειάν σοι, φησὶ, θυσιῶν ἐγκαλῶ· προσφέρεις γὰρ ταύτας διηνεκῶς· ἀλλὰ μὴ ταύταις ὁρίσασθαι τὴν δικαιοσύνην παρεγγυῶμαι. θʹ-ιαʹ. "Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν." Πάντων εἰμὶ, φησὶ, καὶ ποιητὴς, καὶ δεσπότης, καὶ τῶν χερσαίων ζώων, καὶ τῶν ἀεροπόρων ὀρνί θων. Μὴ τοίνυν ἡγοῦ τὴν ἐμὴν χρείαν πληροῦν· ἐγὼ γὰρ καὶ τούτοις τὸ εἶναι δέδωκα, καὶ τοὺς ἀπὸ γῆς φύεσθαι κελεύω καρπούς. Ὡραιότητα γὰρ ἀγροῦ τοὺς παντοδαποὺς καρποὺς τῆς γῆς λέγει. Ἐπειδὴ γὰρ ἀπὸ τῶν χερσαίων προσεφέροντο ζώων βόες, καὶ τράγοι, καὶ πρόβατα· καὶ ἀπὸ τῶν πετει νῶν περιστεραὶ καὶ τρυγόνες· καὶ ἀπὸ τῶν καρπῶν, σεμίδαλις, καὶ οἶνος, καὶ ἔλαιον, καὶ τὰ τῶν ἀτμῶν ἡδύσματα· ἀναγκαίως ἁπάντων ἐμνημόνευσεν, ἵνα πᾶσαν τὴν τοιαύτην καταπαύσῃ λατρείαν. Εἶτα εἰρωνικῶς· ιβʹ. "Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη, καὶ τὸ πλήρωμα αὐτῆς." Ἐὰν, φησὶ, δεηθῶ τροφῆς, οὐ τῆς σῆς δέομαι χορηγίας. Πάσης γὰρ ὁμοῦ τῆς κτίσεως ποιητής εἰμι καὶ δεσπότης. Εἶτα τῆς οἰκείας φύσεως τὴν ἀπάθειαν διδάσκει. ιγʹ. "Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;" Οὕτως ἐκείνων τὸ ἀνόητον δείξας, καὶ διδάξας ὡς τῆς νηπίας ἕνεκα διανοίας, ἐκείνας αὐτοῖς τὰς θυσίας πάλαι προσφέρειν ἐνομοθέτησε, τὴν καινὴν προανοίγνυσι διαθήκην, καὶ τὴν ἀρέσκου σαν αὐτῷ θυσίαν νομοθετεῖ. ιδʹ, ιεʹ. "Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με." Εἰς καιρὸν καὶ τῆς ἁγίας Τριάδος ἀπεκά λυψε τὸν τίμιον ἀριθμὸν, καὶ τῇ καινῇ διαθήκῃ συν έζευξεν· μετὰ γὰρ ταύτης καὶ τὴν τῆς ἁγίας Τριά δος ἐδεξάμεθα γνῶσιν. ∆ιεῖλε δὲ τὰ πράγματα, οὐχ ἵνα τῆς ἀδιαιρέτου καὶ ἁγίας Τριάδος τὰς ἐνεργείας διέλῃ, ἀλλ' ἵνα