109
μετὰ τοῦ πνεύματός σου. 125 {1Βασσιανῷ τέκνῳ}1 Καιρός μοι μονομερῶς σοι ἐπιστεῖλαι, τέκνον μου ἠγαπημένον, ἐπὰν τῶν ἀδελφῶν σου ἀπεμονώθης· εὐχαρίστησα καὶ εὐχαριστῶ τῷ θεῷ μου ἐπὶ σοί, ὅτι ὑπὲρ ὃ ἤλπιζον εὗρόν σε τανῦν πιστὸν ἐν Κυρίῳ, ἄνδρα γενναῖον, φύλακα ἀνοθεύτου ὑποταγῆς, ἄρνα Χριστοῦ, ὑπὲρ αὐτοῦ προαιρούμενον ἀποθνήσκειν. ἐγὼ καὶ ἐκ τῶν πρώτων γραμμάτων σου ᾔνεσά σε καὶ ἀπεδεξάμην, φανερώσαντά μοι τὰ συμβεβηκότα ὑμῖν καὶ μετὰ τοσαύτης εὐψυχίας. εὖγε, καλόν μου τέκνον Βασσιανέ· τάχα οἰκονομία γέγονεν θεοῦ μὴ ἆραί σέ με ἐν τῇ ἐξορίᾳ μου, ἵνα τὸ δοκίμιόν σου τῆς ἀρετῆς φανῇ. ὡμολόγησας, ἐφρουρίσθης, ἐπυρώθης ὡς χρυσὸς ἐν τῇ θλίψει καὶ τῇ ἀσθενείᾳ· ἔτι, τέκνον μου, ἐπίμεινον μακροθύμως ὅπως ἐκλάμψοις ὡς ὁ ἥλιος. ὁ γὰρ Ὀρέστης καὶ Ἀφράτης μικρὸν οὐκ ἤνεγκαν λυπηθῆναι· διὸ γεγό-νασιν υἱοὶ σκότους. κακοπάθησον ὅσον ὅσον ὡς στρατιώτης Χριστοῦ, τὰ ἄνω ὁρῶν, τὰ μέλλοντα σκοπῶν· τὰ γὰρ παρόντα ὡς ὀνείρατα ἀφίπταται. οἷον μέλλεις σκιρτᾶν μικρὸν ὕστερον, οὐ μόνον ἐν τῷ μέλλοντι αἰῶνι, ἀλλὰ καὶ ἐνταῦθα. διὸ εὐψύχει, διαβίβαζε ὥραν ἐξ ὥρας, σκοπῶν καὶ τοὺς ἔνδοθεν ἐχθροὺς ἵνα πάντοθεν ἀκυρίευτοι ὦμεν. κἂν δὲ μικρόν τι παραπίπτωμεν, θᾶττον διανιστάμεθα. προσευχώμεθα, κλαίωμεν, ἄρωμεν τὴν καρδίαν πρὸς θεὸν καὶ παραυτίκα ἡ βοήθεια. Ναί, τέκνον μου, παρακαλῶ, ναί, δέομαί σου τῆς ἀγάπης. τελείωσόν σου τὸν ἀγῶνα, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. 126 {1Θαδδαίῳ τέκνῳ καὶ ὁμολογητῇ}1 Ὦ Θαδδαῖε, στρατιῶτα Χριστοῦ, τέκνον μου ποθητόν, ἀνὴρ στερροκάρδιε, προσπτύσσομαί σε διὰ τοῦ γράμματος ὡς ἀπὸ στόματος, περιπλέκομαί σε ἀπὸ ἀγκαλῶν καρδίας μου. ἥσθην καὶ ὑπερήσθην τῆς εὐτολμίας σου, τῶν ἀφ' ἡλίου ἀνατολῶν εὐγενέστερε, τῶν εὐδιαλέκτων ῥητόρων εὐλαλέστερε καὶ σοφώτερε. τί γάρ, εἰ οἱ μὲν ἀπεμωράνθησαν ἀλογώτερον κτηνῶν, ἔξαρνοι Χριστοῦ γενάμενοι ὡς Ὀρέστης καὶ Ἀφράτης, υἱοὶ τοῦ σκότους, σὺ δὲ ὑπὲρ αὐτοῦ ἐν φρουρᾷ καὶ κακώσει, καὶ ταῦτα παρρησιαζόμενος καὶ διαθερμαινόμενος; ὢ τῆς καλῆς σου ὑποταγῆς, ἥ σε ἤγαγεν ἐν τοῖς μέτροις τούτοις· ἔτι, τέκνον μου, ὑπένεγκε, ἐνάθλησον, ὑπόμεινον ἵνα στεφανωθῇς, συνετῶς ἀποκρινόμενος, ταπεινοφρόνως διεξερχόμενος, μετὰ ἐλπίδος διαβιβαζόμενος, προαιρούμενος καὶ τὸ αἷμα κενῶσαι διὰ σφαγῆς ὑπὲρ θεοῦ, ὅπερ καὶ προαιρῇ, ὡς ἐγώ σε οἶδα. Προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα σῴζωμαι. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε. 127 {1Λιτοΐῳ τέκνῳ}1 Οὐ διὰ μακρᾶς περιόδου μοι ὁ λόγος, οὐδὲ γὰρ ἐᾷ τὸ πάθος τῆς περιχαρείας, ὦ τέκνον, ἀναβάλλεσθαι τὴν φωνήν. ἐπεὶ οὖν εἴρηκας "4ἥμαρτον"5, παρεβίβασε Κύριος τὸ ἁμάρτημά σου, ὁ βραδὺς εἰς ὀργὴν καὶ ταχὺς εἰς οἰκτιρμούς. ἀλλὰ τί ἀνταποδώσω μου τῷ Κυρίῳ, ὅτι οὐκ εἰς τέλος παρεῖδέν μου τὴν ταπείνωσιν ἀπολέσαι με πρόβατον, ὃ πόνῳ πολλῷ καὶ πόθῳ περιεποιησάμην, ὃ εἶχον ἐν ἀγέλῃ μου ἐν ἐπισήμοις, οὗ φωνὴ ἠκούετο καὶ ἀντηκούετο ἡδύπνους μάλα, στάσις ἐπεφαίνετο εὔκοσμος ἄγαν; καὶ τί δεῖ πολλὰ λέγειν; εὗρον ὃ ἀπώλεσα, ἐστερνισάμην ὃ ἀφηρπάγην· συγχαίρουσί μοι οἱ ἔφοροι ἡμῶν ἄγγελοι, συνήδονται οἱ σύννομοι, εὐφραίνονται οἱ θεόφρονες, στυγνάζει μόνος ὁ Βελίαρ, ὁ ψυχοφθόρος λύκος. κἂν πολλὰ τὰ δήγματα, φιλάνθρωπα καὶ ἰάσιμα τὰ φάρμακα. Μὴ δὴ οὖν βαρυνθῇς, ὦ καλλίτεκνον, ἐγὼ ὁ ταπεινὸς μετὰ σοῦ, ἐγώ σου ὑπὲρ τῆς ψυχῆς τὸν ἐμαυτοῦ τράχηλον ὑποτίθημι· μόνον εὐθύμει, μόνον στῆθι ἐν ταῖς ἐντολαῖς τοῦ θεοῦ ἡμῶν ἐκ τοῦ δεῦρο. τί τοῦτο; τοῦ συνεῖναί σε μεθ' οὗ ᾑρετίσω βιοῦν ἄρτι ἀδελφοῦ σου, προσέχειν ἐντολαῖς ἁγίαις, φεύγειν τοὺς τῆς βλάβης χώρους, τὸν τῆς αἱρέσεως θανάσιμον βρόχον, εἴ τι καλόν, εἴ τι ὀνησιφόρον καρπούμενος, φέρων τὰ θλιπτικὰ ὑπομονητικῶς τῆς ὧδε κἀκεῖσε περιφορᾶς διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. σῴζοιο, τέκνον μου ἠγαπημένον, ἀπὸ