109
ποιεῖν ἕνωσιν τῆς καθολικῆς ἐκκλησίας καὶ ἀναθεματίζειν τὰ τρία κεφάλαια, τοσοῦτον τιμηθεὶς ὑπὸ τοῦ βασιλέως, ὡς ἐπαρθέντα ἀκοινωνησίαν τεσσάρων μηνῶν δοῦναι Μηνᾷ, τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, εἰς ἐπιτίμιον. καὶ Μηνᾶς δὲ αὐτῷ τὸ αὐτὸ ἐπιτίμιον δέδωκεν. ἀγανακτήσας δὲ ὁ βασιλεὺς κατὰ Βιγιλίου διὰ τὸ ἐπιτίμιον καὶ διὰ τὸ ὑπερτίθεσθαι πληρῶσαι τὰ δόξαντα περὶ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἀπέστειλε συλλαβεῖν αὐτόν. ὁ δὲ φοβηθεὶς τὴν ὀργὴν τοῦ βασιλέως τῷ θυσιαστηρίῳ Σεργίου τοῦ μάρτυρος μονῆς τῶν Ὁρμίσδου προσέφυγεν. κἀκεῖθεν ἑλκόμενος κατέσχε τοὺς βαστάζοντας τὸ θυσιαστήριον κίονας καὶ τούτους κατέστρεψεν, βαρὺς ὢν καὶ μέγας τῷ σώματι. ὁ δὲ βασιλεὺς μεταμεληθεὶς ἐδέξατο τὸν πάπαν Βιγίλιον. καὶ παρακληθεὶς Βιγίλιος ὑπὸ Θεοδώρας τῆς αὐγούστης ἐδέξατο Μηνᾶν, τὸν πατριάρχην Κωνσταντινουπόλεως, τῇ κθʹ τοῦ Ἰουνίου μηνὸς τῶν ἁγίων ἀποστόλων. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαίῳ ιαʹ, τῷ σαββάτῳ τῆς ἁγίας πεντηκοστῆς, τοῦ γενεθλίου ἀγομένου ἱππικοῦ, γέγονε μάχη τῶν δύο μερῶν. καὶ ἀποστείλας ὁ βασιλεὺς τοὺς ἐκσκουβίτορας καὶ στρα226 τιώτας ξιφήρεις ἀνεῖλον πολλοὺς ἐξ αὐτῶν, καὶ ἐπνίγησαν φεύγοντες πολλοί. ἄλλοι δὲ καὶ ἐσφάγησαν, καὶ γέγονεν ὄλεθρος πολύς. καʹ. κγʹ. ιʹ. ιαʹ. γʹ. ϛʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐγένοντο σεισμοὶ συνεχεῖς καὶ βροχαὶ μεγάλαι, ὁμοίως καὶ τῷ Φεβρουαρίῳ μηνὶ σεισμὸς μέγας, ὥστε πάντας ἀπογινώσκειν καὶ ἐν φόβῳ μεγάλῳ γίνεσθαι καὶ λιτανεύειν καὶ δέεσθαι τοῦ θεοῦ ῥυσθῆναι τῶν ἐπικειμένων ἀπειλῶν. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Ἰουνίῳ, ἰνδικτιῶνος ιαʹ, ἐκοιμήθη ἡ βασίλισσα Θεοδώρα εὐσεβῶς. κβʹ. κδʹ. ιαʹ. ιβʹ. δʹ. ζʹ. δʹ. Τούτῳ τῷ ἔτει γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ φοβεραὶ πάνυ, ὥστε πολλοὺς καθεύδοντας ἐκ τῶν ἀστραπῶν βλαβῆναι. καὶ τῇ ἡμέρᾳ τοῦ ἁγίου Ἰωάννου γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ πάνυ φοβεραί, ὥστε τοῦ Ξηρολόφου κίονος ἀποπεταλωθῆναι μέρος καὶ ἡ κεφαλὴ ἡ γεγλυμμένη τοῦ αὐτοῦ κίονος. τῷ δὲ Ἰουλίῳ μηνὶ γέγονε συμβολὴ ἐξ ἀμφοτέρων τῶν μερῶν, καὶ ἐνεπυρίσθη ἡ οἰκία ἡ λεγομένη τῶν Πάρδου· καὶ ἐκαύθησαν πολλά, τοῦτ' ἔστιν ἀπὸ τοῦ χαλκοῦ τετραπύλου ἕως τῆς λεγομένης τὰ Ἐλευσίας. καὶ ἐγένοντο φόνοι πολλοί. προκένσου δὲ γενομένου ἐν τῷ Ἑβδόμῳ ἀπώλεσαν οἱ βεστίτορες τὸ στέμμα τοῦ βασιλέως, ὅπερ μετὰ μῆνας ηʹ εὑρέθη. ὅπου καὶ ἓν μαργαριτάριν καὶ πᾶσα ἡ λοιπὴ αὐτοῦ λιθέα ἐσώθη καὶ εὑρέθη. Κόσμου ἔτη ϛμβʹ. Τῆς θείας σαρκώσεως ἔτη φμβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. κγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. κεʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. εʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος ∆όμνος ἔτη ιδʹ. εʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιγʹ ἀχθέντος ἱππικοῦ πρεσβευ227 τὴς Ἰνδῶν ἦλθεν ἐν Κωνσταντινουπόλει φέρων ἐλέφαντα· καὶ εἰσῆλθεν ἐν τῷ ἱπποδρομίῳ. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ κατεβιβάσθη τὸ ὄνομα Μηνᾶ, πατριάρχου Κωνσταντινουπόλεως, καὶ προεβιβάσθη τὸ ὄνομα Βιγιλίου προτασσομένου ἐν τοῖς διπτύχοις. τῷ δὲ Μαρτίῳ μηνὶ ἐξείλησεν ὁ ἐλέφας νυκτὸς ἀπὸ τοῦ σταύλου καὶ πολλοὺς ἐφόνευσε καὶ ἄλλους ἐκύλλωσεν. τῷ δὲ Ἀπριλλίῳ μηνὶ ιϛʹ ἐγένετο συμβολὴ τῶν δήμων πρὸς ἀλλήλους ἐν δειλινῇ, ἱππικοῦ ἀγομένου· καὶ πολλοὶ ἀπέθανον ἀμφοτέρων τῶν μερῶν· καὶ εἰς ἐργαστήρια εἰσῆλθον καὶ ἥρπαζον, εἴ τι εὕρισκον, ἐπάρχου ὄντος Ἰωάννου τοῦ ἐπιλεγομένου Κοκκοροβίου. τῷ δὲ Ἰουνίῳ μηνὶ κηʹ ἡμέρᾳ γʹ γέγονε τὰ ἐγκαίνια τῶν ἁγίων ἀποστόλων καὶ ἡ κατάθεσις τῶν ἁγίων λειψάνων Ἀνδρέου, Λουκᾶ καὶ Τιμοθέου, τῶν ἀποστόλων. καὶ διῆλθεν ὁ ἐπίσκοπος Μηνᾶς μετὰ τῶν ἁγίων λειψάνων καθήμενος ἐν ὀχήματι χρυσῷ βασιλικῷ διαλίθῳ κρατῶν τὰς τρεῖς θήκας τῶν ἁγίων ἀποστόλων εἰς τὰ γόνατα αὐτοῦ· καὶ οὕτως ἐποίησε τὰ ἐγκαίνια. κδʹ. κϛʹ. ιγʹ. ιδʹ. ϛʹ. βʹ. ϛʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ,