110
τοῖς ἄλλοις ἐγκελευόμενος, πρὶν σφόδρα πημῆναι τὸ δυσμενὲς καὶ πολλοὺς ὅσους διαχειρίσασθαι. 4 τότε μὲν οὖν διελύετο ἡ μάχη· καὶ οἱ Ῥωμαῖοι αὖθις εἴσω τοῦ ἐρύματος ἐπανῆλθον, γινώσκοντες ὡς οὐκ ἀσφαλὲς αὐτοῖς οὐδὲ εὔβουλον κατὰ πολὺ τῷ πλήθει ἐλαττουμένοις εἶτα μέχρι παντὸς συστάδην διαγωνίζεσθαι. 5 ἐς τοῦτο δὲ ὅμως οἱ βάρβαροι ἤλασαν ἀπορίας ἐπί τε τῇ ἐκ τῶν ναυαγιῶν φθορᾷ καὶ ὅτι ἀθρόον οἱ Ῥωμαῖοι κατ' αὐτῶν προσβολὴν ἐποιήσαντο, ὡς μεθεῖναι αὐθημερὸν τὰ ἀμφὶ τὴν Χερρόνησον πεδία καὶ πρὸς τὸν Ζαβεργάν τε καὶ τὸν ἀμφ' αὐτὸν ὅμιλον ἀφικέσθαι, ἡττημένοι πρὸς ἡττημένους. 6 οἱ δὲ ἀνὰ τὴν Ἑλλάδα πρότερον ἐσταλμένοι οὐδέν τι ἀξιαφήγητον ἔδρασαν, μήτε τῷ Ἰσθμῷ προσβαλόντες μηδέ γε τὴν ἀρχὴν τὰς Θερμοπύλας παραμειψάμενοι διὰ τὴν φρουρὰν τῶν ἐκεῖσε ἱδρῦσθαι τεταγμένων Ῥωμαίων. τοιγάρτοι ἀποχωρήσαντες καὶ οἵδε τῆς ἐπὶ τὴν Θρᾴκην εἴχοντο πορείας, ὡς ἐν αὐτῇ κατὰ τὸ εἰκὸς τοῖς ὁμοφύλοις προστεθησόμενοι καὶ κοινῇ τὸ λοιπὸν ἐς τὰ σφέτερα ἐπανήξοντες. 7 οἱ δὲ ἀμφὶ τὸν Ζαβεργὰν οὐ πρότερον ἀποστήσεσθαι ἔφασαν, πρὶν ἂν χρήματα ὡς πλεῖστα παρὰ Ῥωμαίων κομίσαιντο, καθάπερ οἱ Οὐτίγουροι, τούς τε αἰχμαλώτους, εἰ μὴ θᾶττον πρίαιντο οἱ ἐπιτήδειοι, ἀποσφάττειν αὐτίκα ἠπείλουν. 8 ὁ δὲ βασιλεὺς χρυσίον αὐτοῖς ἔστειλεν, ὁπόσον ἀποχρῆν ᾤετο ἔς τε 195 τὰ λύτρα τῶν ξυνειλημμένων καὶ ὅπως εἰρηναῖοι τὸ λοιπὸν ἀπαλλαγεῖεν τῆς χώρας. καὶ δὴ ἄλλους τε πολλοὺς ἀπέδοντο καὶ δὴ καὶ Σέργιον τὸν Βάκχου τὸν στρατηγόν· ἑαλώκει γὰρ ὀλίγου ἔμπροσθεν καὶ αὐτὸς ἀπαισίᾳ τινὶ χρησάμενος τύχῃ καὶ ἐν τοῖς αἰχμαλώτοις ἐτέλει. 9 οὕτω τε μόλις ἐπαύοντο λεηλατοῦντες καὶ τῆς οἴκαδε εἴχοντο πορείας, ἀνα λαβόντες οὐκ ἐς μακρὰν καὶ τοὺς ἐκ τῆς Ἑλλάδος ἀφικομένους.
24. Τοῖς μὲν οὖν τῆς πόλεως τῆς βασιλίδος ἀστοῖς αἱ τοιαῦται ξυνθῆκαι ἀγεννεῖς εἶναι ἐδόκουν καὶ αἰσχραὶ καὶ ἀνελεύθεροι, εἴ γε ὥσπερ φορητὸν ὑπάρχον, ὅτι δὴ πλησιαίτατα τῆς πόλεως οἱ πολέμιοι ἀφιγ μένοι καὶ ἐγγελάσαντες οὐκ αὐτοῦ πανωλεθρίᾳ διεφθάρησαν, ἀλλ' ἔτι καὶ χρυσίον ἐκομίσαντο χαριστήριον, ὥσπερ ἡμῶν ἐς αὐτοὺς πεπλημμε ληκότων. 2 ἡ δὲ τοῦ βασιλέως γνώμη ἐς ἄλλο τι μεῖζον ἑώρα, ὅπερ οὐκ ἐς μακρὰν ἀποβὰν ἔπεισε τοὺς πρότερον νεμεσῶντας ὑπεράγασθαι αὐτὸν ὡς ἄγαν προμηθῆ καὶ ἀγχινούστατον· ἔγνω γὰρ χρῆναι μᾶλλον ἁπάσῃ μηχανῇ ξυγκρούεσθαι τὸ βάρβαρον ἐφ' ἑαυτὸ καὶ ἐκπολεμοῦσθαι. ὡς ἂν δὲ τοῦτο ξυμβαίη, αὐτίκα, ἕως οἱ ἀμφὶ Ζαβεργὰν μαλθακώτερον ἐπορεύοντο, ἔστελλε γράμμα παρὰ Σάνδιλχον τὸν ἕτερον ἡγεμόνα ἔνσπονδόν τέ οἱ ὄντα καὶ μισθοφόρον. 3 ἐδήλου δὲ τοιάδε ἄττα τὸ γράμμα· «Εἰ μὲν ἐπιστάμενος τὰ παρὰ τῶν Κοτριγούρων ἐφ' ἡμᾶς μεμελετημένα εἶτα ἑκὼν ἠρεμεῖς, θαυμάσαιμι ἂν εἰκότως σοῦ μὲν τῆς ἀπιστίας, ἡμῶν δὲ αὐτῶν τοῦ μὴ τῆς σῆς γνώμης ὀρθότατα ἐστοχάσθαι, ἀλλὰ περὶ τὴν κρίσιν διαμαρτεῖν· εἰ δὲ οὔπω μεμαθηκώς, συγγνωστέον μέν, ἐπιδείξεις δὲ ἂν οὐκ ἄλλως τὴν ἐπὶ τοῦ φθάσαντος ἄγνοιαν ἢ μόνῳ τῷ μὴ μετὰ ταῦτα μελλῆσαι. 4 παραγεγόνασι γὰρ ἐνθάδε, οὐ τοῦτο μέλον αὐτοῖς καὶ ἐσπουδασμένον, ὅ τι μὴ ὡς ὁδοῦ πάρεργον, τὸ δεῖν λυμήνασθαι τὰ ἡμέτερα, ἀλλὰ διὰ τῶν ἔργων δηλώσοντες, ὅτι δὴ τοὺς μείζονάς τε καὶ ἀρίστους παρέντες ἐξηπατήμεθα, τὸ ἐπὶ σοὶ πεποιθέναι προὔργου ποιούμενοι. οὐδὲ γὰρ ἀνεκτὸν εἶναι ἡγοῦνται, ἤν τις αὐτοὺς ἴσους τε καὶ ἀμφηρίστους τοῖς Οὐτιγούροις ἀποκαλέσοι, οὐδὲ εἰ μετρίῳ τινὶ ὑπερβάλλειν, μόλις δὲ εἴ γε σφόδρα πολλῷ. 5 καὶ τοίνυν οὐκ 196 ἀνῆκαν ἀνὰ τὴν Θρᾴκην ἀλώμενοι, πρὶν τὸ χρυσίον ἅπαν, ὁπόσον σοι ἀν' ἔτος ἕκαστον μισθοῦ χάριν δωρεῖσθαι εἰώθαμεν, αὐτοὶ ἐκομίσαντο. καίτοι ῥᾴδιον ἦν ἡμῖν ἢ ἄρδην ἅπαντας ἀποκτεῖναι ἤ, τὸ γοῦν ἔλαττον, ἀπράκτους σφᾶς ἀποπέμψασθαι· ἀφήκαμεν δὲ ὅμως ἑκάτερα τῆς σῆς πειρώμενοι δόξης. 6 εἰ μὲν γὰρ ὡς ἀληθῶς ἀνδρειότερος εἶ καὶ φρενήρης καὶ