1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

110

τῆς ἀπωλείας αὐτοῦ ὄντες παρέμειναν αὐτοῦ τῇ μοχθηρᾷ διδασκαλίᾳ. Καὶ οὕτως πρώτη ἐπάγη ἡ τῶν Σιμωνιανῶν ἀθεωτάτη αἵρεσις ἐν Ῥώμῃ, καὶ διὰ τῶν λοιπῶν ψευδα ποστόλων ἐνήργει ὁ διάβολος. Τούτοις δὲ πᾶσιν ἐπίσης σκοπὸς ἦν εἷς καὶ ὁ αὐτὸς ἀθεότητος, τὸν μὲν παντοκράτορα Θεὸν βλασφημεῖν, ἄγνωστον δοξάζειν καὶ μὴ εἶναι Πατέρα τοῦ Χριστοῦ μηδὲ τοῦ κόσμου δημιουργόν, ἀλλ' ἄλεκτον, ἄρρητον, ἀκατονό μαστον, αὐτογένεθλον· Νόμῳ καὶ Προφήταις μὴ χρᾶσθαι, πρόνοιαν μὴ εἶναι, ἀνάστασιν μὴ πιστεύειν, κρίσιν μὴ εἶναι καὶ ἀνταπόδοσιν, ψυχὴν ἀθάνατον μὴ ὑπάρχειν, ἡδονῇ χαίρειν μόνῃ καὶ πρὸς πᾶσαν θρησκείαν ἀδιαφόρως ἐκκλίνειν. Oἱ μὲν γὰρ πλείους θεοὺς εἶναι λέγουσιν, οἱ δὲ τρεῖς ἀνάρχους, οἱ δὲ δύο ἀγεννήτους, οἱ δὲ αἰῶνας ἀπείρους· καὶ οἱ μὲν αὐτῶν ἀγαμίαν διδάσκουσιν καὶ κρεῶν ἀποχὴν καὶ οἴνου, βδελυκτὰ λέγοντες εἶναι καὶ γάμον καὶ παίδων γένεσιν καὶ βρωμάτων μετάληψιν, ἵν' ὡς σεμνοί τινες τὴν πονηρὰν αὐτῶν γνώμην ὡς ἀξιόπιστον παραδεχθῆναι ποιήσωσιν· τινὲς δὲ ἐξ αὐτῶν νομοθετοῦσι κρεῶν ἀπέχεσθαι οὐχ ὡς ἀλόγων ζóων, ἀλλ' ὡς λογικὴν ἐχόντων ψυχὴν καὶ φόνου δίκην εἰσπράσσεσθαι μελλόντων τῶν ταῦτα κατατολμώντων σφάζειν. Ἕτεροι δὲ ἐξ αὐτῶν ἔλεγον μόνου δεῖν χοιρείου ἀπέχεσθαι, τὰ δὲ κατὰ νόμον καθαρὰ ἐσθίειν καὶ περιτέμνεσθαι νομίμως, πιστεύειν δὲ εἰς Ἰησοῦν ὡς εἰς ὅσιον ἄνδρα καὶ προφήτην· ἄλλοι δὲ ἀναίδην ἐκπορνεύειν καὶ παραχρᾶσθαι τῇ σαρκὶ ἐδίδασκον καὶ διὰ πάσης ἀνοσιουργίας ἰέναι, ὡς οὕτως καὶ μόνως ἐκφεύξεσθαι τὴν ψυχὴν τοὺς κοσμικοὺς ἄρχοντας. Oὗτοι δὲ πάντες τοῦ διαβόλου τυγχάνουσιν ὄργανα καὶ υἱοὶ ὀργῆς. Ἡμεῖς δὲ τέκνα Θεοῦ καὶ υἱοὶ εἰρήνης, τὸν ἱερὸν καὶ εὐθῆ λόγον κηρύσσοντες τῆς εὐσεβείας, ἕνα μόνον Θεὸν καταγγέλλομεν, νόμου καὶ προφητῶν Κύριον, τῶν ὄντων δημιουργόν, τοῦ Χριστοῦ Πατέρα, οὐκ αὐταίτιον καὶ αὐτο γένεθλον, ὡς ἐκεῖνοι οἴονται, ἀλλ' ἀΐδιον καὶ ἄναρχον καὶ φῶς οἰκοῦντα ἀπρόσιτον, οὐ δεύτερον ὄντα ἢ τρίτον ἢ πολλοστόν, ἀλλὰ μόνον ἀϊδίως, οὐκ ἄγνωστον ἢ ἄλεκτον, ἀλλὰ διὰ Νόμου καὶ Προφητῶν κηρυσσόμενον, παντοκρά τορα, παντάρχην, παντεξούσιον· Θεὸν καὶ Πατέρα τοῦ μονογενοῦς καὶ πρωτοτόκου πάσης δημιουργίας, ἕνα Θεὸν ἑνὸς Υἱοῦ Πατέρα, οὐ πλειόνων, ἑνὸς παρακλήτου διὰ Χριστοῦ καὶ τῶν ἄλλων ταγμάτων ποιητήν· ἕνα δημιουρ γὸν διαφόρου κτίσεως διὰ Χριστοῦ ποιητήν, τὸν αὐτὸν προνοητήν, νομοθέτην δι' αὐτοῦ, ἀναστάσεως αἴτιον καὶ