Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
νενικημένος, θείοις δὲ μᾶλλον νεύμασιν καὶ ἀγγέλου χειρί· καὶ τό γε παράδοξον. Ἵνα γὰρ φαί- νηται πάντα εἰδὼς, καὶ τῶν πραγμάτων τὸ πέρας, κἂν εἰ μή πω γέγονεν, ἐν ὀφθαλμοῖς ἔχων ὡς Θεὸς, καὶ τῆς ἐκείνου φυγῆς σαφέστατόν τε καὶ ἐναργῶς ἀπαγγέλλει τὸν τρόπον, τόπους τε καὶ καταλύματα, καὶ ὅτι πλείστας ἐκδειματώσει τῆς Ἰουδαίας πόλεις, καίτοι φυγὰς ἀποδραμὼν ὁ δείλαιος. Ἥξει γὰρ, φη- σὶν, εἰς πόλιν Ἀγγαὶ, καὶ παρελεύσεται εἰς Μαγεδώ. Πόλεων δὲ καὶ κωμῶν, ἤτοι τόπων ὀνόματα ταυτί. Καὶ ἐν Μαχμᾶς θήσει τὰ σκεύη αὐτοῦ. Φασὶ γὰρ Ἑβραῖοι γεγονότα τὸν Ἀσσύριον ἐν Μαχμᾶς, ἅπα-σαν αὐτοῦ τὴν ἀποσκευὴν ἐκεῖ καταλεῖψαι, δεδιότα τῶν ἐξ Ἰσραὴλ τὴν ἔφοδον. Ὤετο γὰρ ὅτι δραμοῦν-ται διώκοντες. Εἶτά φησι· 9Καὶ παρελεύσεται φάραγγα, καὶ ἥξει εἰς Ἀγγαί. Φόβος λήψεται Ῥάμα πόλιν Σαούλ. Φεύξεται ἡ θυγάτηρ Γαλλὶμ, ἐπακούσεται ἐν Ἀναθώθ· ἐξ- έστη Μαδεβηνᾶ, καὶ οἱ κατοικοῦντες Γιββεΐρ.9 Ἔχει δέ τι τοιοῦτον ἡ τῶν Ἑβραίων παράδοσις. Φασὶ γὰρ ὅτι [δέκα] διασωθέντες μόνοι πρὸς αὐτὸν ὑπενόστησαν ἐκ τῶν Ἱεροσολύμων καὶ τὸ γεγονὸς ἀπηγγέλκασιν. Εἶτα σὺν ὀλίγοις κομιδῇ πρὸς τὴν ἐνεγκοῦσαν ἀνεκομίζετο, καὶ πάσας τεθορύβηκε τάς τε κώμας καὶ πόλεις, καὶ μόνην αὐτοῦ τὴν ὡς ἐν φυγῇ καὶ δειλίᾳ πάροδον ἀφόρητον ἐποιήσαντο. Ἔνθα δ' ἂν ἐπαμύνῃ Θεὸς καὶ σώζειν ἐθέλῃ, ἐκεῖ τὸ λυποῦν οὐδὲν, ἀλλὰ πᾶσα μὲν ἀτονήσει τῶν πολεμούντων ἡ χεὶρ, ἀπρακτήσει δὲ ἰσχὺς καὶ πολέμων ἐμπειρία, καὶ τέχνη τῶν τακτικῶν. 9Παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι τῇ χειρί. Παρακαλεῖτε τὸ ὄρος τὴν θυγατέρα Σιὼν, καὶ οἱ βουνοὶ οἱ ἐν Ἱερουσαλήμ.9 Συνθέντες τὴν λέξιν ἐποίσομεν ἀναγκαίως τὴν τοῦ νοήματος διασάφησιν. Ὦ τοίνυν βουνοὶ, φησὶ, τοῦτ' 70.304 ἔστιν, οἱ προὔχοντές τε καὶ ὑπερκείμενοι, καὶ τῶν ἄλλων οἱ ὑπερανεστηκότες ἐν τῇ Ἱερουσαλήμ. Ση- μαίνει δὲ διὰ τούτων ἢ προφήτας ἁγίους, ἢ καὶ αὐ- τὸν τὸν τῶν ἱερέων χορόν. Παρακαλεῖτε τὸ ὄρος, τοῦτ' ἔστι, τὴν ἐμὴν θυγατέρα Σιών. Παρακαλεῖτε δὲ μο- νονουχὶ καὶ χειρὶ καταψῶντες, καὶ ἐπαφώμενοι κε- φαλῆς, ὥστε ἐμμεῖναι ταύτῃ τῇ ὁδῷ. Ποίᾳ δὲ ταύτῃ; Τῇ εἰς Θεὸν πεποιθήσει δηλονότι. Ἐπήγγελται μὲν γὰρ, ὅτι καὶ ἐξελεῖται, καὶ διασώσει ῥᾳδίως, καὶ κα- ταβάλλει [αλ. καταβαλεῖ] τὸν Ἀσσύριον, καὶ ἀπο- στήσει τὸν φόβον αὐτοῦ, καὶ καταφθείρῃ τὸν ζυγὸν, καὶ ἁπάσης αὐτοὺς ἀπαλλάξει πλεονεξίας. Ἀλλ' ἔσται ταῦτα, φησὶν, ὅταν ἐμμείνωσι ταύτῃ τῇ ὁδῷ, δῆλον δὲ ὅτι τῇ εἰς Θεὸν πεποιθήσει. ∆ιὸ δὴ παρακαλεῖτε σήμερον, τουτέστι, κατά γε τὸν ἐοικότα τῷ πράγματι καιρὸν, καὶ ἱδρυμένον ἐνεργάζεσθε τὸ φρόνημα αὐτῇ. Οὐ γὰρ ἔστι διαψεύδεσθαι τὴν ἀλήθειαν, οὐ ψευδο- επήσει Θεός. Εἰ γὰρ δὴ κατανεύσειέ τι, τοῦτο δὴ πάν- τως ἥξει πρὸς πέρας, ὅταν ἡμεῖς τῇ πίστει τιμῶμεν, καὶ γνησίῳ φρονήματι κατευφραίνωμεν τὸν διασώ- ζειν ἐπηγγελμένον. Κατὰ τόνδε τὸν ἴσον τρόπον καὶ ἡμᾶς αὐτοὺς παρακαλοῦσιν οἱ ἅγιοι λέγοντες, Ἀντί- στητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ' ἡμῶν, καὶ, ὅτι Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ἔφη δὲ καὶ αὐτὸς διὰ φωνῆς τοῦ ∆αβὶδ, περὶ παντὸς ἀνθρώπου πεποιθό- τος ἐπ' αὐτὸν, καὶ τὴν ἐλπίδα θεμένου· "6Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν. Κεκράξεται πρὸς μὲ, καὶ ἐπακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλί- ψει, καὶ ἐξελοῦμαι, καὶ δοξάσω αὐτόν."6 ∆οξάσει γὰρ τοὺς δοξάζοντας αὐτὸν ὁ πάντων ἡμῶν Σωτὴρ καὶ Κύριος, Ἰησοῦς Χριστὸς, δι' οὗ, καὶ μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
{1ΒΙΒΛΙΟΝ Βʹ, ΤΟΜΟΙ Εʹ. ΤΟΜΟΣ Αʹ.}1 9Ἰδοὺ δὴ ὁ ∆εσπότης Κύριος Σαβαὼθ, συνταράξει τοὺς ἐνδόξους μετὰ
ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται.9 Ἐν μὲν τῷ