Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἔσω θεν ἐν κροσσωτοῖς χρυσοῖς. (A f. 253) Κρυπτὸς, φησὶν, ὁ κόσμος τῆς Ἐκκλη σίας εἰς νοῦν καὶ διάνοιαν. Κροσσοὶ δὲ, εἴτουν σειραὶ, αἱ πολυειδεῖς ἀρεταὶ, μονονουχὶ καὶ ἀπηρτημέναι τῆς τῶν ἁγίων πληθύος. Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοὶ, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. (A f. 254, L f. 122 b) Νοήσεις δὲ καὶ οὕτως. Πάλαι μὲν ἐβασίλευον τῆς Ἱερουσαλὴμ οἱ ἐκ τῆς Ἰούδα φυλῆς· τετάχαντο δὲ πρὸς τὸ κρίνειν οἱ ἐν τῇ ἁγίᾳ σκηνῇ προσεδρεύοντες· "Χείλη γὰρ, φησὶν, ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στό ματος αὐτῶν." Ἐπεὶ δὲ τῆς σκιᾶς συνεσταλμένης, καὶ τῆς ἐν πνεύματι λατρείας λαμψάσης, ἔδει τῷ κόσμῳ λαμπροτέρων κριτῶν, εἰσκέκληνται πρὸς τοῦτο 69.1045 λοιπὸν οἱ θεσπέσιοι μαθηταί. ∆ιὸ πρὸς τὴν Ἰουδαίων μητέρα τὴν Ἱερουσαλήμ φησιν· "Ἀντὶ τῶν πατέ- ρων σου ἐγεννήθησαν υἱοὶ," τουτέστι τὴν τῶν πατέ ρων τάξιν διέλαχον. Πρὸς δὲ τὸν Κύριον· "Καταστή σεις αὐτοὺς ἄρχοντας·" ὃ καὶ ἐξέβη· ἄρχοντας γὰρ πεποιήμεθα, καὶ κριτὰς ἐσχήκαμεν οἰκουμενικοὺς τοὺς ἁγίους μαθητὰς, ὧν ταῖς ὑποθήκαις καὶ αὐτὸ τὸ τοῦ Χριστοῦ λαλεῖται μυστήριον. Ἐπείπερ εἰσὶν αὐ τοὶ καὶ ταμίαι τοῦ σώζοντος λόγου, καὶ τῶν πρακτέων εἰσηγηταὶ, τὸ μὲν κίβδηλον ἀποκρίνοντες, τὸ δ' ὠφέ λιμον συμβουλεύοντες. Οὐκοῦν οὕτως συντακτέον, οἱ υἱοὶ ἀντὶ πατέρων σου γεννήσονται. (I f. 243 b, B f. 173) Ἔκτισεν ὁ Χριστὸς τοὺς δύο λαοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην καὶ ἀποκαταλλάξας τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι πρὸς τὸν Πατέρα. Ἐκ τούτων τε κἀκείνων τὸ τῆς Ἐκκλησίας νοεῖται πλήρωμα. Φασὶ δὴ οὖν πρὸς αὐτὴν οἱ προφῆται· "Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί·" ἐοίκασι δὲ διὰ τουτωνὶ τῶν ἁγίων ἀπο στόλων τε καὶ εὐαγγελιστῶν ποιεῖσθαι μνήμην. Ἦσαν μὲν γὰρ πατέρες τῆς Ἰουδαίων Συναγωγῆς Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼb, καὶ οἱ μετ' ἐκείνους πατριάρχαι τε καὶ προφῆται· ἐπεὶ δὴ δὲ Θεὸς ὢν Κύριος ἐπέφανεν ἡμῖν, κεχειροτόνηνται παρ' αὐτοῦ τῆς Ἐκκλησίας Πατέρες, καὶ ἐν τάξει γεγόνασι τῶν πρώτων οἱ θεσπέσιοι μαθηταί. Ὅτι γὰρ ἐθνῶν τε καὶ Ἰουδαίων πατὴρ ἦν ὁ θεσπέσιος Ἀβραὰμ, πῶς ἔστιν ἀμφιβαλεῖν; Τοῦ μὲν γὰρ Ἰσραὴλ, κατὰ σάρκα γέ γονε πατήρ· τοῖς γε μὴν ἐξ ἐθνῶν, δι' ἐπαγγελίας· εἴρηται γὰρ πρὸς αὐτὸν, ὅτι "Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε·" ἠκολούθησαν γὰρ τοῖς ἴχνεσιν αὐτοῦ δικαιωθέντες ἐκ πίστεως, καὶ ἐπειδὴ γεγόνασι πιστοὶ, ηὐλογήθησαν σὺν αὐτῷ. Ἐν τάξει δὴ οὖν πατέρων τέθεινται τῇ Ἐκκλησίᾳ οἱ πάνσοφοι μαθηταί. Ἔστι γοῦν [ἀληθὲς τὸ τοῦ Παύλου, "Ὥστε κἂν] μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πα τέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα." Ναὶ μὴν καὶ ὁ σοφὸς Ἰωάννης ὡς τέκνοις ἄνω τε καὶ κάτω τοῖς εἰς Χριστὸν πιστεύ σασι διαλέγεται. Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (I f. 244 b) Εἰ γὰρ καὶ τῶν καθ' ἡμᾶς ἀπηλλάχθη σαν πραγμάτων, ἔτι διαμέμνηνται καὶ οὕτω Χρι στοῦ, Βίβλοις τε ἱεραῖς ἐναπέθεντο τὰς μυσταγωγίας, καὶ εἰς δεῦρο κηρύττουσι Θεὸν αὐτόν.
ΨΑΛΜΟΣ ΜΕʹ.
∆ιὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν. (K f. 91, I f. 246.
Κυρίλλου καὶ Βασιλείου.) Κἂν εἰ πᾶσα, φησὶ, ταραχθείη καθ' ἡμῶν ἡ γῆ, τουτέστιν οἱ κατοικοῦντες ἐν αὐτῇ, κἂν εἰ τοσαῦτα πως ἰσ χύσειαν οἱ παρ' ἡμῶν κηρύγμασιν τὴν ἑαυτῶν σκαιό τητα κατεξανιστᾷν ἐθέλοντες, ὥστε καὶ ὄρη δύνασθαι 69.1048 μεθιστᾷν, καὶ εἰς θάλασσαν ἐμβαλεῖν, ἀλλ' ἡμῖν εἰς ἐπικουρίαν ἀρκέσει ἡ παναλκὴς δεξιὰ, καὶ θορύβου πέρα τιθεῖσα παντὸς τοὺς ἀνακειμένους Θεῷ· καὶ τὰ ἀνάντη καταλειαίνουσα, καὶ τὰ δυσχερῆ μεθιστᾶσα πρὸς εὐχέρειαν, καὶ βάσιμον ἀποφαίνουσα ἠρμένον ὑψοῦ, καὶ τὴν τῶν ὑπερηφάνων ὀφρὺν καταφέρουσα. Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐτα ράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι