1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

110

τῶν τοῖς θεοῖς ἀφιερωμένων δῆθεν προλέγειν προσποιεῖται. τοῦτο δὲ καὶ δίχα χρησμοῦ τοῖς πᾶσιν ἐκ τῆς τῶν πολεμίων ἐφόδου προσδοκᾶν ἦν.» Εἰκότα δῆτα ποιῶν ὁ συγγραφεὺς διαπαίζει πάλιν τὴν Ἑλληνικὴν ἀπάτην ἐξελέγχων ἐν τούτοις· 5.24.1 κδʹ.

ΟΤΙ ΜΗ∆ΕΝ ∆ΥΝΑΜΕΝΟΙ ΒΟΗΘΕΙΝ ΕΝ ΤΑΙΣ ΤΩΝ ΠΟΛΕΜΩΝ ΣΥΜΦΟΡΑΙΣ ∆Ι' ΑΜΦΙΒΟΛΩΝ ΧΡΗΣΜΩΝ ΕΣΟΦΙΖΟΝΤΟ ΚΑΙ ΗΠΑΤΩΝ

ΤΟΥΣ ΠΡΟΣΦΥΓΑΣ «Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν, ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν τὰ πρὸς Ἀθηναίους. καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους· ὦ μέλεοι, τί κάθησθε; πόλιν φύγετ' ἔσχατα γαίης· οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος οὔτε τὸ σῶμα, οὐ χέρες οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρείψει πῦρ τε καὶ ὀξὺς Ἄρης, συριηγενὲς ἅρμα διώκων· πολλὰ δὲ τῇδ' ἀπολεῖ πυργώματα καὶ κατερείψει· πολλοὺς δ' ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει· οἵ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασιν, δείματι παλλόμενοι. 5.24.2 ἰδοὺ δή σοι τὸ πρὸς Ἀθηναίους λόγιον· ἦ πού τι μαντικὸν ἔνεστιν; σὺ γὰρ οὕτως ἐθάρρεις αὐτῷ νὴ ∆ία <∆ιί>, φαίη τις ἄν, εἰ δὲ προσθείης ἃ δεομένων βοηθεῖν αὐτοῖς ἐπιλέγεται, γνωσθήσεται. ἰδοὺ δὴ προσκείσθω· οὐ δύναται Παλλὰς ∆ί' Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις. σοὶ δὲ τόδ' αὖτις ἔπος ἐρέω, ἀδάμαντι πελάσσας· τῶν ἄλλων προαλισκομένων τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεὺς μοῦνον ἀπόρθητον τελέθειν διὰ Παλλάδα κούρην· μηδὲ σύ γ' ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα, νῶτον ἐπιστρέψας· ἔτι τοί ποτε κἀντίος ἔσται. ὦ θείη Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν ἤ που σκιδναμένης ∆ημήτερος ἢ συνιούσης. 5.24.3 ἄξιός τέ σοι ὁ Ζεὺς τοῦ ∆ιός, ὦ υἱὲ τοῦ ∆ιός, ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρί, μᾶλλον δὲ τοῖς θεοῖς· ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπαγάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρατόν, μέγας τις ἄρα ἦν καὶ τὴν τοῦ παντὸς κυρίαν ἔχων καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν 5.24.4 ἀνατρέψαι ἀδύνατος ὤν. καὶ σὺ δέ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος, οὐκ οἰμώξεις; εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Παλλὰς οὐ δύναται ∆ί' Ὀλύμπιον ἐξιλάσασθαι· ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεύς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσῳζες, ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα. 5.24.5 ἢ μή τι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψοκίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφᾶν; πῶς δέ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης ∆ημήτερος ἢ συνιούσης οὐκέτ' ᾔδεις; πῶς δὲ οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ' ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος; 5.24.6 περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον· ἓν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἄν, ὡς εἰς οἶκτον οὕτως ἐπι φωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης ∆ημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ 5.24.7 οὐ συνίσταται. ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανὴς οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος· χρήσιμοι τῷ μέλλοντι καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ, ὁ μὲν σῳζομένοις, ὁ δ' ἀπολλυμένοις. εἴτε γὰρ σῴζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται, ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ ∆ιὸς ὀργήν· εἴτε καὶ μή, οὐδὲ τοῦτο τῷ μάντει ἀκατάσκευον· οὐ γὰρ δύναται Παλλὰς