110
χαρτοφύλακα τὸν Κουτάλην καὶ τὸν τῶν μοναστηρίων ἄρχοντα Κυβεριώτην, οἷα δι' αὐτὸν δεσμωτήριον οἰκήσαντας ἐπὶ χρόνον τινὰ, τὰ τἄλλα ηὐχαρίστησε καὶ εὐεργεσίαις ἠμείψατο πολλαῖς, τὸν δὲ χαρτοφύλακα, ἐπεὶ μὴ ἠβούλετο ἀπὸ τῆς τοῦ χαρτοφύλακος ἀξίας εἰς ἑτέραν μείζονα μετενεχθῆναι, αὐτὴν ἑαυτῆς ἐποίησεν ἐντιμοτέραν, μέγαν χαρτοφύλακα προσαγορεύσας· καὶ ἀπ' ἐκείνου εἰς δεῦρο τῷ χαρτοφύλακι διασώζεται τὸ μέγας. Μάρκον δὲ Καβαλλάριον τὸν τοῦ Βάρδα, ὃς ἦν ἀπὸ τῶν τειχῶν πρότερον πρὸς ὕβριν βασιλεῖ διειλεγμένος, ἐκέλευσεν ἀχθῆναι πρὸς αὐτὸν ὁ βασιλεύς. ὁ δὲ καὶ πρὶν ζητηθῆναι, οἷα ἐφθέγξατο εἰδὼς, ἅμα τῷ πυθέσθαι ἐντὸς εἶναι Βυζαντίου βασιλέα, ἐν ὑπονόμοις καὶ ἀδύτοις τισὶ κατέκρυψεν ἑαυτόν. πολλὴν δὲ τὴν περὶ τὴν αὐτοῦ ζήτησιν οἱ προστεταγμένοι εἰσενεγκόντες σπουδὴν, εὑρίσκουσί τε καὶ ἄγουσιν εἰς βασίλεια. φήμης δὲ διαδραμούσης, ὡς ὁ ὑβριστὴς ἐκεῖνος βασιλέως εἰς τὰ βασίλεια ἄγεται κολασθησόμενος, συνέδραμεν ἡ 1.314 πόλις πανδημεὶ, ὁποίῳ τρόπῳ ὀψόμενοι ἀποθανεῖται. βασιλεὺς δὲ ἐκέλευσεν αὐτὸν ἀχθῆναι· καὶ ἐπειδὴ τῶν τοῦ οἴκου θυρῶν ἐγένετο εἴσω, εἰς βασιλέα ἰδὼν, τρόμῳ τε ἐλήφθη καὶ περιδινηθεὶς κατέπεσεν ἐπὶ τὴν γῆν. ἀναστήσαντες δὲ οἱ ἄγοντες, ἐγγὺς ἤγαγον βασιλέως δακρύων τε ὑπόπλεων καὶ πρὸς τὴν γῆν νενευκότα, καὶ μὴ δυνάμενον ὅλως εἰς βασιλέα ἰδεῖν, ἀλλ' αὐτίκα προσδοκῶντα πείσεσθαι τὰ δεινότατα. σιωπὴ δὲ βαθεῖα κατέσχε τὸ πλῆθος πᾶν, καὶ πάντες ἦσαν μετέωροι πρὸς τὴν ἐπενεχθησομένην τῷ Μάρκῳ καταδίκην. ὁρῶντες δὲ αὐτὸν οὕτως ἱστάμενον ὑπότρομον καὶ περιδεῆ, οἱ μὲν αὐτῶν καὶ ἀπὸ τῆς θέας μόνης περιαλγοῦντες, εἰς δάκρυα κατεφέροντο καὶ οἰμωγάς· ὅσοι δὲ καὶ συνετώτεροι τῶν πολλῶν ἦσαν, τῆς μελλούσης κρίσεως ἣν ἀκούομεν ἐλάμβανον ἀπὸ τῶν γινομένων εἰκόνα, καὶ ἀνεζωγράφουν ἐν ἑαυτοῖς τὴν ἄῤῥητον ἐκείνην τῶν ἁμαρτωλῶν αἰσχύνην ἐπὶ τοῦ φοβεροῦ καὶ ἀδεκάστου δικαστηρίου. εἰ γὰρ ἐπὶ θνητοῦ βασιλέως, ἔνθα καὶ αἱ τιμωρίαι ὀλιγοχρόνιοι, τοσαύτη τὸν κρινόμενον ἔκπληξις εἶχεν, ὥστ' ἤδη καὶ πρὸ τῆς ἀποφάσεως τῷ πλείστῳ μέρει ἀποτεθνηκέναι ὑπὸ δέους, ὅτι μηδεμίαν ἀπολογίαν εἶχεν ἐφ' οἷς κατηγορεῖτο ἐνεγκεῖν, τί οὐκ ἂν πάθωσι τότε οἱ πονηρὰ συνειδότες ἑαυτοῖς; καὶ βελτίους ἑαυτῶν ἐκ τοῦ παραδείγματος ἐγίνοντο καὶ πρὸς σωφρονέστερον μετεῤῥυθμίζοντο βίον. βασιλεὺς δὲ πρότερόν τε οὐκ ἐπὶ τῷ τιμωρήσασθαι τὸν Μάρκον 1.315 ζητῶν, καὶ τότε πάντας ὁρῶν τῇ σκηνῇ ταύτῃ σωφρονισθέντας, μικρὸν ἐπισχὼν, «τί παθὼν, ὦ Καβαλλάριε» εἶπε «τοσαῦτα ὕβρικας καὶ πρὸς παρόντα; ἦν γὰρ ἄν τις πρὸς ἀπόντα γινομένων τῶν ὕβρεων συγγνώμη.» ὁ δὲ ὑπὸ τῆς τοῦ βασιλέως φωνῆς καταπλαγεὶς, εἰς γῆν τε κατέπεσεν εὐθὺς καὶ τῇ γῇ τὴν κεφαλὴν προσαράσσων, προσδόκιμος ἦν καὶ τὴν ψυχὴν ἀφεῖναι ὑπὸ δέους. πάλιν δὲ ὁ βασιλεὺς σιγήσας ἐφ' ἱκανὸν, τὸν Μάρκον ἐκέλευεν ἀναστῆναι. ὁ δὲ εἴτε καὶ τῶν λεγομένων οὐκ αἰσθανόμενος, εἴτε καὶ μὴ δυνάμενος ἀναστῆναι ὑπὸ τοῦ δέους ἐκλυθεὶς, τῇ γῇ προσεκυλινδεῖτο, μήθ' ὁρῶν μήτε φθεγγόμενος μηδέν. βασιλεὺς δ' ἐσήμαινε τῇ χειρὶ τοὺς κατέχοντας ἀνιστᾷν· ἐπειδὴ δὲ ἀνέστη, ἐπανέρχεσθαί τε ἐκέλευεν εἰς ἑαυτὸν καὶ προσέχειν τοῖς λεγομένοις. εἶπέ τε πρὸς αὐτὸν ὁ βασιλεύς· «τὸ μὲν δεδοικέναι καὶ τρέμειν καὶ τὰ δεινότατα πείσεσθαι προσδοκᾷν, δίκαιόν τε ὁμοῦ καὶ σοὶ προσῆκον· ἄξια γὰρ ἐφθέγξω πολλῶν τιμωριῶν. ἐγὼ δὲ ἐμαυτῷ πολλὰ συνειδὼς πρὸς τὸν ἁπάντων κύριον καὶ βασιλέα ἡμαρτημένα, καὶ δεόμενος συγγνώμης ὥσπερ καὶ σὺ νῦν, μᾶλλον δὲ καὶ πλείονος πολλῷ, ὅσῳ καὶ τὰ ἡμαρτημένα χείρω, καὶ οὐ πρὸς σύνδουλον ὥσπερ σὺ, ἀλλ' εἰς τὸν ἐκ μὴ ὄντων παραγαγόντα προσκεκρουκὼς καὶ δεόμενος καὶ αὐτὸς ἐλέου, ἀφίημί τε τὰ ἡμαρτημένα σοι καὶ συγγνώμην παρέχω. δυοῖν δὲ ἕνεκα τὸ σέ τε εὑρεῖν καὶ ἐνθάδε ἀγαγεῖν ἐποιησάμην περὶ πλείστου· ἑνὸς μὲν, ἵν' ἐκ τῶν γινομένων οἱ πολλοὶ σωφρονισθῶσι, μὴ ἀκρατεῖς εἶναι περὶ τὴν γλῶτταν μηδὲ ῥᾳδίως ἐκφέρεσθαι πρὸς 1.316 ὕβρεις, καὶ ταῦτα, πρὸς ὑπερέχοντας καὶ τιμῆς ἀξίους γινομένας, καὶ τὸ