110
τοσούτῳ γὰρ χρόνῳ τοῖς ̔Ιεροσολύμοις τὸ τεῖχος ἀπήρτιστο, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ετει, μηνὶ ἐνάτῳ. Νεεμίας δὲ τὴν πόλιν ὀλιγανδροῦσαν ὁρῶν, παρεκάλεσε τοὺς ἱερεῖς καὶ Λευίτας τὴν χώραν ἐκλιπόντας εἰς τὴν πόλιν μεταναστεῦσαι. ἐτελεύτησε δὲ Νεεμίας γηραιός, ἀνὴρ χρηστὸς τὸν τρόπον καὶ δίκαιος καὶ φιλοτιμότατος πρὸς τοὺς ὁμοεθνεῖς. Τελευτήσαντος δὲ Ξέρξου ἡ βασιλεία εἰς τὸν υἱὸν αὐτοῦ Κῦρον, ον καὶ ̓Αρταξέρξην καλοῦσι, μετέπεσε. τῷ γοῦν τρίτῳ ετει τῆς βασιλείας αὐτοῦ τοὺς ἡγεμόνας καὶ τοὺς σατράπας τῶν οἰκείων καλέσας ἐθνῶν ἐφ' ἡμέρας πολλὰς εἱστία τούτους πολυτελῶς· καὶ ἡ βασίλισσα δὲ Οὐάστη ταῖς γυναιξὶν ὁμοίως συνεκρότει συμπόσιον. ην κάλλει πάσας νικῶσαν ἠθέλησεν ὁ βασιλεὺς τοῖς αὐτῷ συμποσιάζουσιν ἐπιδεῖξαι, καὶ πέμψας ηκειν αὐτὴν ἐκέλευε παρὰ τὸ συμπόσιον· ἡ δὲ οὐκ ἐπείθετο, καὶ πολλάκις στείλαντος ἀνένδοτος ην. ὠργίσθη ουν ὁ βασιλεὺς διὰ τὴν ἀπείθειαν. καὶ κοινοῦται τοῖς ἑπτὰ τῶν Περσῶν συμβούλοις τῆς γυναικὸς τὴν ἀπείθειαν· οἱ δ' ἐκβαλεῖν αὐτὴν δεῖν εκριναν. καὶ ἡ μὲν ἐκβέβλητο· ὁ δ' ηχθετο, πρὸς αὐτὴν ἐρωτικῶς διακείμενος. ουτω δ' εχοντι συνεβούλευον οἱ φίλοι παρθένους εὐπρεπεῖς πανταχόθεν συναγαγεῖν καὶ τὴν προκριθεῖσαν εξειν γυναῖκα. 1.277 πείθεται τῇ συμβουλῇ ταύτῃ, καὶ πολλῶν παρθένων ἀθροισθεισῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη ̓Ιουδαία τὸ γένος ἐκ φυλῆς τῆς Βενιαμίτιδος, ὀρφανὴ καὶ ἀμφοῖν τῶν γονέων, παρὰ τῷ θείῳ Μαρδοχαίῳ τρεφομένη, τῶν πρώτων παρὰ τοῖς ̓Ιουδαίοις· ̓Εσθὴρ ην τῇ κόρῃ τὸ ονομα. ἡσθεὶς ουν ταύτῃ ὁ βασιλεὺς εἰς γυναῖκα ταύτην ἠγάγετο, καὶ περιτίθησιν αὐτῇ τὸ διάδημα. καὶ ὁ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα μετῴκησε, περὶ τὰ βασίλεια διατρίβων καὶ περὶ τῆς ἀδελφιδῆς πυνθανόμενος. ουτε γὰρ ἐκείνη δῆλον τὸ εθνος ἐξ ουπερ ἐτύγχανεν εθετο ουτε ὁ Μαρδοχαῖος τὴν πρὸς αὐτὴν ὡμολόγει συγγένειαν. Εθετο δὲ νόμον ὁ βασιλεὺς ωστε μηδένα οἱ ἐπὶ τοῦ θρόνου καθημένῳ ακλητον προσιέναι, η θνήσκειν τὸν ουτω προσιόντα ὑπὸ τῶν αὐτῷ παρισταμένων πελεκυφόρων, εἰ μὴ ἐκεῖνος ον ἐν χερσὶ κατεῖχε λύγον ἐξέτεινε πρὸς αὐτόν· ὁ γὰρ τοῦ λύγου ἁπτόμενος ἀκίνδυνος ην. ἐπιβουλευσάντων δὲ τῷ βασιλεῖ ̓Αρταξέρξῃ δύο εὐνούχων αὐτοῦ, Βαρνάβαζος οἰκέτης τοῦ ἑτέρου, τὸ γένος ων ̓Ιουδαῖος, συνεὶς τὴν ἐπιβουλὴν τῷ Μαρδοχαίῳ ἀπήγγειλε, καὶ ος διὰ τῆς ̓Εσθὴρ τῷ βασιλεῖ τοὺς ἐπιβούλους ἐμήνυσεν. ὁ δὲ τοὺς μὲν εὐνούχους ἀνεσταύρωσε, τοῦ δὲ Μαρδοχαίου τὸ ονομα ἐκέλευσεν ἐγγραφῆναι τοῖς ὑπομνήμασι καὶ προσμένειν τοῖς βασιλείοις αὐτόν. ̓Αμὰν δὲ φίλον οντα τῷ βασιλεῖ ἐς τὰ μάλιστα απαντες προσεκύνουν. Μαρδοχαίου δὲ μὴ προσκυνοῦντος διὰ τὸν νόμον αὐτόν, μαθὼν ὡς ̓Ιουδαῖός ἐστιν ἠγανάκτησε καὶ ειπεν αὐτῷ ὡς οἱ μὲν ἐλεύθεροι Πέρσαι προσκυνοῦσιν αὐτόν, ὁ δὲ δοῦλος ων ἀπαξιοῖ τοῦτο ποιεῖν. προσελθὼν ουν τῷ βασιλεῖ κατηγόρει τοῦ εθνους παντός, καὶ ῃτει κελεῦσαι 1.278 πρόρριζον ἀπολέσθαι αὐτὸ καὶ μή τι λείψανον αὐτοῦ καταλιπεῖν· ινα μέντοι μὴ ζημιωθῇ τοὺς φόρους αὐτῶν, αὐτὸς ἐπηγγείλατο δώσειν μυριάδας ἀργυρίου τέσσαρας. ὁ μὲν ουν ̓Αμὰν ῃτει ταῦτα· ὁ δὲ βασιλεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀνθρώπους, ωστε χρῆσθαι τούτοις ὡς βούλεται. αὐτίκα ουν διάταγμα παρὰ τοῦ ̓Αμὰν ἐπέμφθη εἰς πάντα τὰ εθνη ὡς ἐκ τοῦ βασιλέως, περιέχον ταῦτα. "τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς ̓Αμὰν κελεύω πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι, καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ετους." τούτου κομισθέντος τοῦ γράμματος εἰς τὰς πόλεις καὶ τὰς χώρας, ἡ τῶν ̓Ιουδαίων ἀπώλεια ἡτοιμάζετο. ειχον δὲ καὶ οἱ ἐν τοῖς Σούσοις ὁμοίως. ̔Ο δὲ Μαρδοχαῖος μαθὼν τὸ γενόμενον, σάκκον ἐνδὺς καὶ καταχεάμενος σποδιὰν ἐβόα οτι μηδὲν ἀδικῆσαν εθνος ἀναιρεῖται. καὶ πρὸς τὰ βασίλεια ἐλθὼν ἐκτὸς ιστατο· οὐ γὰρ ἐξῆν μετὰ τοιούτου σχήματος εἰσελθεῖν. γνοῦσα δὲ τοῦτο Ἐσθὴρ ἡ βασίλισσα, εὐνοῦχον πρὸς Μαρδοχαῖον ἀπέστειλε γνωσόμενον οτου χάριν πενθεῖ· ὁ δὲ τὰ συμβάντα τῷ