110
νοτάριος. τὸν τῶν ἀποῤῥήτων γραμματέα. οὐδενὸς δὲ ησαν οἱ γραμματεῖς κύριοι ουτοι, ἀλλ' η τοῦ γράφειν καὶ ἀναγνῶναι. Γραμματιστήσ. ὁ τὰ πρῶτα στοιχεῖα διδάσκων. Γραμματοεισαγωγεῖσ. ἐκβιαστὰς, παιδευτάς. gamma.451 Γραμματοκύφων. ἀντὶ τοῦ, ω ταπεινὲ γραμματεῦ. διότι οἱ γραμματεῖς προσκεκυφότες γράφουσι. η ὁ ἐν ἀγρῷ γραμματεύς· οἱ γὰρ ἀγοραῖοι τῷ κύφωνι μαστιγοῦνται. κυρίως δὲ κύφων τὸ ξύλον καλεῖται. Γραμματοφόροσ. ὁ βιβλιαφόρος. καὶ οὐχὶ βιβλιοφόρος. Γράσοσ. μωρός. κυρίως δὲ ὁ ἐν τοῖς τῶν προβάτων ἐρίοις συναγόμενος ῥύπος. Γραικοί. οἱ Ελληνες. ἀπὸ κώμης τινός. παρὰ τὸ ῥαῖσαι ῥαικὸς καὶ γραικός. καὶ γὰρ διὰ τὴν πολλὴν ἀνδρείαν οἱ Ελληνες ουτως ἐκαλοῦντο. Γραιοσόβαι. οἱ ἀπὸ τῶν ἰχθύων ἀποσοβοῦντες τὰς γραΐδας, ὡς μὴ ἀγοράζειν. η οἱ γραΐσι συγκοιμώμενοι πόρναις. σοβὰς γὰρ ἡ πόρνη. Γρήνικοσ. ποταμός. ἐν ἐκείνῳ γὰρ τῷ ποταμῷ οἱ Γραικοὶ τοὺς βαρβάρους ἐνίκησαν. Γρήτησ. ὁ βυρσεύς. Γριπεύσ. ὁ ἁλιεύς. παρὰ τὸν γρίπον τὸ δίκτυον παρωνύμως. Γρίποσ. τὸ δίκτυον. παρὰ τὸ ἀγρεύειν, ἐνδείᾳ τοῦ α. τὸ αὐτὸ δὲ γρίφος καλεῖται, παρὰ τὸ γράφειν, ο ἐστι ξύειν. ὁ τὴν γῆν ξύων, γράφος καὶ γρίφος. Γρίντησ. ὁ ὑβριστής. Γρῖφοσ. ὁ δύσκολος. καὶ τὸ δίκτυον η ζήτημα καὶ αινιγμα δύσκολον. τὰ εἰς ˉφˉοˉς δισύλλαβα μονογενῆ ἀρσενικὰ ἑνὶ φωνήεντι παραλήγεται. gamma.452 οιον λόφος, ζόφος, κέμφος. ουτω καὶ γρῖφος. τὸ δὲ ῥοῦφος οὐκ εστιν ̔Ελληνικὸν, ἀλλ' ̓Ιταλικόν. μονογενῆ, διὰ τὸ κοῦφος. δισύλλαβα, διὰ τὸ φίλοιφος· σημαίνει δὲ τὸν φιλοσυνουσιαστήν. αλλως· πᾶσα λέξις ἀπὸ τῆς ˉγˉρˉι συλλαβῆς ἀρχομένη διὰ τοῦ ˉι γράφεται, οιον· γριντὶς, ὁ οὐρανός· γρῖνος, τὸ δέρμα· γρίσων, ὁ χοῖρος, καὶ ονομα δρομέως παρὰ ̓Αριστοφάνει. τὸ δὲ Γρηνικὸς ἀπὸ τοῦ κρήνη γέγονε κρηνικὸς, καὶ γενόμενον κύριον ἐβαρύνθη τροπῇ τοῦ ˉκ εἰς ˉγ· η ἀπὸ τοῦ γραικῶ καὶ τοῦ νικῶ Γραίνικος, καὶ μεταθέσει τοῦ ˉαˉι εἰς ˉη Γρήνικος. Γριντήσ. ὁ οὐρανός. Γρῖνοσ. τὸ δέρμα. Γρίσσων. ὁ χοῖρος. καὶ ονομα δρομέως παρ' ̓Αριστοφάνει. Γρυνοί. κορμοὶ δρύϊνες. κατ' ἐναλλαγὴν τοῦ ˉδ εἰς ˉγ. η τὰ τῶν γερανδρύων ξύλα. Γρύλλοσ. ὁ χοῖρος. (Θηλυκόν.) Γραμμή. μῆκος ἀπλατὲς, καὶ ἡ λεγομένη βαλβίς. ̓Αριστοφάνης· πρόβαινε δὴ νῦν, ω θυμὲ, γραμμὴ δ' αὑτηΐ. ἀντὶ τοῦ ἀρχή. Γραμματείασ. ἐξαριθμήσεις. γραμματῆας δὲ τοὺς γραμματέας η. Γραπίσ. ἡ ἐῤῥυτιδωμένη. ἀπὸ τοῦ καταγεγράφθαι ταῖς ῥυτίσι. gamma.453 Γρᾶσ. ἡ τῶν μασχαλῶν δυσωδία. λέγεται καὶ ἡ γράσος. Γραστίσ. ἡ χλωρὰ κριθή. παρὰ τὸ γράω τὸ ἐσθίω. τούτου ὁ μέλλων γράσω. Γραυδήσ. λαμπὰς κατεσχισμένη καὶ κατεξυσμένη. παρὰ τὸ γράφω, ο σημαίνει τὸ ξύω. Γραῦσ. καὶ κλίνεται γραός. εστι καὶ ἡ γραία, τῆς γραίας. Εὐριπίδης· γραία, μὴ τρέσῃς- τὸ δὲ ειρηται παρὰ τὸ ῥαίω, ῥαῦς καὶ γραῦς, ἡ κατεξυσμένη τὸ σῶμα. ἀπὸ δὲ τοῦ γραία γέγονε γραῒς, γραΐδος, γραιΐδιον, καὶ κατὰ συγκοπὴν τῶν δύο ˉιˉι γραίδιον, ἀπὸ τοῦ γραίω. Γραφή. ζωγραφία, καὶ ἡ κατηγορία καὶ τὸ εγκλημα. ἐξ ου καὶ γράφεται ἀντὶ τοῦ κατηγορεῖται. Γραμματική. λέξις διδάσκουσα ἡμᾶς τὰ νοούμενα γράφειν, καὶ τὰ ὡς πρός τινα ἐμμέτρως καὶ εὐρύθμως πραγματευθέντα μετὰ κρίσεως διηγουμένη. η τέχνη θεωρητικὴ καὶ λογικὴ, τὸ ευ λέγειν καὶ τὸ ευ πράττειν ηγουν γράφειν διδάσκουσα ἡμᾶς· οὐ γὰρ πᾶς ὁ γράφων η ὁ ἀναγινώσκων λέγεται γραμματικὸς, ἀλλ' ὁ τὸν κανόνα καὶ τὸν ορον ἀποδιδούς. η τέχνη λογικὴ περὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου καταγινομένη. ὀκτὼ δὲ μέρη τοῦ λόγου εἰσὶ ταῦτα· ονοgamma.454 μα· ῥῆμα· μετοχή· αρθρον· ἀντωνυμία· πρόθεσις· ἐπίῤῥημα· σύνδεσμος. η τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. η ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπιπολὺ λεγομένων. τέλος δὲ γραμματικῆς τὸ μηδέποτε ἁμαρτάνειν μήτε περὶ μίαν λέξιν μήτε περὶ πλείονας· τὸ γὰρ ἁμαρτάνειν περὶ μίαν λέξιν βαρβαρισμός ἐστι· τὸ δὲ περὶ πλείονας σολοικισμός. Γρησίνη. πόλις Χεῤῥονήσου. Γρυμαία. ἡ σκευοθήκη. Γρυταί. ἐπισκευαί. Γρώνεια. πόλις Φωκίδος. Γρωνεὺς τὸ ἐθνικόν. Γρώνη. πέτρα τετρυπημένη καὶ κοίλη ἡ δεχομένη τὰ σχοινία. Γρόμφις η γρομφίσ. ἡ παλαιὰ σκρόφα. (Οὐδέτερον.) Γράμμα. ὁ τόνος, ὁ χαρακτήρ· ἡ