τὴν ἱερουργίαν, καὶ ὡς εἶχε στολῆς ἐξελθών, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος τῆς ἐκκλησίας, ἐν τούτῳ τοὺς ἐπιόντας ἠμύνετο, καὶ πολλοὺς μὲν ἐτραυμάτισεν, ἀπέκτεινε δὲ καὶ ἱκανούς, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἐτρέψατο. ἀποκλεισθεὶς δὲ παρὰ τοῦ ἐπισκόπου τῆς ἱερουργίας, ἐπεὶ μὴ ἔπειθε συγχωρηθῆναι, τοῖς Ἀγαρηνοῖς προσερρύη καὶ τὸν χριστιανισμὸν ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἐγγίζοντα ταύτῃ ἐδῄου θέματα, ἀλλὰ δὴ καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ἀσίας ἔφθασεν. ὅσα δὲ δεινὰ διεπράξατο, οὐδὲ γράφειν ἡμῖν θεμιτόν. Const7 ιτερυμ.9 Ἤδη δέ, ὡς εἴπομεν, προχειρισθεὶς δομέστικος τῶν σχολῶν Βάρδας ὁ Φωκᾶς οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἀπειργάσατο. ὁπότε μὲν γὰρ ὑφ' ἑτέρους ἐτάττετο, στρατηγὸς θαυμαστὸς ἀνεφαίνετο, ὁπηνίκα δὲ ἡ ἐξουσία τῶν στρατευμάτων ἁπάντων τῆς ἑαυτοῦ γνώμης ἐξήρτητο, ὀλίγα, ἢ οὐδὲν ὤνησε τὴν Ῥωμαίων ἀρχήν. νοσήσας γὰρ τὴν πλεονεξίαν ἐξέστη τῶν ἑαυτοῦ λογισμῶν. ὅθεν καί ποτε τοῖς τοῦ Χαμβδᾶν ἀπροσδοκήτως περιπεσών, πάντων, ὥς φασι, καταλελοιπότων αὐτόν, μικροῦ δεῖν αἰχμάλωτος ἐγεγόνει, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες τῆς αἰχμαλωσίας αὐτὸν ἐλυτρώσαντο. ἐτρώθη δὲ κατὰ τὸ μέτωπον γενναίῳ καὶ βαθεῖ τῷ τραύματι, ὡς καὶ μέχρι τελευτῆς ἁδρὰν τὴν οὐλὴν περιφέρειν. Νικηφόρος δὲ καὶ Λέων οἱ τούτου υἱοί, ἐφύπερθεν παντὸς ὄντες αἰσχροῦ λήμματος καὶ τοὺς ὑπηκόους ὡς γνησίους υἱοὺς περιέποντες, μεγάλα τὴν τῶν Ῥωμαίων ἀρχὴν ὠφέλησαν. καὶ τὰ μὲν τοῦ Νικηφόρου προτερήματα, ἵνα μὴ τὸ τῆς ἱστορίας συνεχὲς διακόπτηται, ἐν τοῖς περὶ ἐκείνου λελέξεται. ὁ δὲ Λέων Ἀπολασαεὶρ, ἐπίσημον ἄνδρα καὶ τοῦ Χαμβδᾶν συγγενῆ, σὺν ἀπείρῳ πλήθει κατὰ Ῥωμαίων ἐξελθόντα τρεψάμενος καὶ κατασχὼν ἐν Κωνσταντινουπόλει ἀπέστειλε, τοῦ ἄλλου πλήθους τὸ μὲν ἐν τῇ τοῦ πολέμου προσβολῇ κατακτείνας, τὸ δὲ ζωγρήσας. ὃν ἀχθέντα πρὸς τὴν βασιλίδα ὁ βασιλεὺς Κωνσταντῖνος θρίαμβον ποιήσας καὶ κατὰ τοῦ τραχήλου πατήσας τιμαῖς τε καὶ δωρεαῖς ἐφιλοφρονήσατο. Κωνσταντῖνον δὲ τὸν λοιπὸν υἱὸν τοῦ Φωκᾶ ζωγρίαν λαβὼν ὁ Χαμβδᾶν καὶ εἰς τὸ Χάλεπ ἀγαγών, καὶ πολλὰ σπουδάσας εἰς τὴν μυσαρὰν αὐτοῦ θρησκείαν τοῦτον μεταγαγεῖν, ὡς οὐκ ἔπεισε, φαρμάκοις αὐτὸν διέφθειρε. τῇ ἀκοῇ δὲ ταύτῃ περιαλγὴς γενόμενος ὁ Βάρδας πάντας, οὓς κατεῖχεν αἰχμαλώτους συγγενεῖς τοῦ Χαμβδᾶν ξίφει κατέκοψε. καὶ παρὰ τοῦτο ὁ τὸ ἀλλάγιον πεμφθεὶς ποιήσασθαι Παῦλος μάγιστρος ὁ Μονομάχος ἄπρακτος ὑπέστρεψεν. ἀσχέτῳ δὲ περιωδυνίᾳ διὰ τοὺς συγγενεῖς ληφθεὶς ὁ Χαμβδᾶν ἐκστρατεύει κατὰ Ῥωμαίων, ἄγων μετ' αὐτοῦ καὶ τὸν παρὰ βασιλέως πεμφθέντα ὡς αὐτὸν πρεσβευτὴν περὶ εἰρήνης, Νικήταν πατρίκιον τὸν Χαλκούτζην, καὶ πολλοὺς κἀγαθοὺς ἄνδρας τῶν ἀνδρειοτάτων καὶ γενναίων Ῥωμαίων ἐζώγρησε. τοῦ δὲ Νικήτα λάθρᾳ τῷ Φωκᾷ μηνύοντος πάντα τὰ βουλευόμενα τῷ Χαμβδᾶν καὶ τὰς ὁδούς, ὅθεν μέλλει ποιήσασθαι τὴν ὑποστροφήν, λόχους ὁ Φωκᾶς ἐγκαθίζει περί τινα τόπον εἴσοδον ἔχοντα στενὴν καὶ κρημνώδη, ἐν ᾧ γενόμενος ὁ Χαμβδᾶν, ἐπεὶ κατὰ μέσην ἐγένετο τὴν στενοχωρίαν, κυκλοῦται παρὰ τῶν λόχων. ἐξαναστάντες γὰρ τῆς ἐνέδρας οἱ ἐπὶ τούτῳ τεταγμένοι πέτρας τε ὑπερμεγέθεις κατ' αὐτῶν ἐκύλιον καὶ βέλη εἰς αὐτοὺς ἔπεμπον παντοδαπά. καὶ ὁ μὲν Χαλκούτζης προευτρεπισάμενος καὶ δώροις ὑποποιησάμενός τινας τῶν Σαρακηνῶν τῆς φυγῆς ὑπηρέτας, ἔλαθεν ἀποδρὰς μετὰ πάντων αὐτοῦ τῶν οἰκείων, τῶν Ἀγαρηνῶν δὲ πέπτωκε πλῆθος ἀμύθητον. ὁ δὲ Χαμβδᾶν οὓς εἶχε δεσμίους ἀποσφάξας, σὺν ὀλίγοις ἀκλεῶς καὶ ἀτάκτως τὸν κίνδυνον ἴσχυσε διαφυγεῖν. Const7 ιτερυμ.10 Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου βασιλείας, τοῦ δὲ κόσμου ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ τετάρτῳ, μηνὶ Φεβρουαρίῳ εἰκάδι ἑβδόμῃ, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, κατέλυσε τὸν βίον Θεοφύλακτος ὁ πατριάρχης, ἀρχιερατεύσας ἐπ' ἔτη εἴκοσι καὶ τρία, ἡμέρας εἰκοσιπέντε, ἑξκαίδεκα μὲν ἐτῶν ὤν, ὅτε τοὺς τῆς ἐκκλησίας ἀκανονίστως παρείληφεν οἴακας, ὑπὸ παιδαγωγοὺς δέ, φεῦ μοι, ὁ ἀρχιερεὺς μέχρι