τῶν ἐκεῖσε κατάστασιν, καὶ σκεψάμενος Ῥωμαϊκὰς δυνάμεις διαπεραιῶσαι πρὸς τὴν Ἀσίαν, φιλοτίμοις μὲν δωρεαῖς καὶ ὀψωνίοις τὰ συνήθη πολλῷ τῷ περιόντι νικῶσι πολλοὺς τῶν στρατιωτῶν φιλοτιμησάμενος καὶ ὁπλίσας εἰς τὴν κατὰ Βιθυνίαν ἐξέπεμψε Νίκαιαν. ἐπεὶ δ' ἐκεῖνοι πρὸς τὰ ἐνδότερα τῆς ἀνατολῆς ἐπιστρατεύειν οὐκ εἶχον εὐθαρσῶς ὡς πλείονος τάχα παρασκευῆς ἐπιζητουμένης τοῖς πράγμασι, μετεπέμψατο καὶ ἑτέρους στρατιώτας ὁ βασιλεύς, οὓς ἀθανάτους ἐκάλουν, πλῆθος μὲν ὄντας οὐκ εὐαρίθμητον, καὶ τόξον εὖ ἠσκημένους, καὶ τἆλλα πολεμικὰ διὰ πείρας ἔχειν ἐκ τῆς συνεχοῦς γυμνασίας ὑπειλημμένους· ἀταξίᾳ δὲ καὶ ἀπιστίᾳ δουλεύοντας τούτους φιλανθρώποις ὁμιλίαις καὶ παραγγελίαις ὁ βασιλεύς, μᾶλλον δὲ δωρηματικαῖς εὐποιίαις πρὸς τὸ ἐρρωμενέ 307 στερον καὶ ἰσχυρότερον καταστῆσαι σπουδάσας εἰς Χρυσόπολιν διαπορθμευθῆναι πεποίηκε. καὶ ἦν ἐλπὶς ἑνωθῆναι τούτους μετὰ τῶν προηγησαμένων στρατιωτῶν, καὶ εἰς πλῆθος ἀρθῆναι μέγα, καὶ τῶν Τούρκων τὴν ἑώαν ἐλευθερῶσαι, καὶ τοὺς ταραττομένους ὑποκλινεῖς ποιῆσαι καὶ πρὸς ὑπακοὴν μεθαρμόσασθαι, καὶ καταστῆσαι τοῖς ἐκ τοῦ βασιλέως ἡγεμονικοῖς καὶ μεγαλόφροσι στρατηγήμασι τὸ τηλικοῦτον μέρος τῆς οἰκουμένης καὶ εἰς γαλήνην καὶ νηνεμίαν περιστῆσαι καὶ ἄνεσιν. ὁ δὲ Κωνστάντιος ἐναντία τούτων πάντων φρονήσας καὶ διανοησάμενος, καὶ μηδὲ τὴν θείαν δίκην εὐλαβηθεὶς εἰ τοσούτων κακῶν τῷ τε κόσμῳ καὶ αὐτῷ βασιλεῖ καὶ τοῖς καλῶς βασιλευομένοις πρόξενος γένηται, καὶ μηδὲ τὴν ἀποτυχίαν ὑποπτήξας τοῦ ἐγχειρήματος, νεωτερίζει κατὰ τοῦ βασιλέως, καὶ τῆς κακίστης ἀποστασίας τοῖς στρατιώταις, ὦ τῆς ἀποπληξίας καὶ τοῦ ἀνοσιουργήματος, μεταδίδωσι. πρότερον γὰρ συμβούλοις τοῖς πονηροτάτοις ἐκ τούτων καὶ δήμου ἀνάπταις χρησάμενος, ὕστερον ἀφίσταται πρὸς αὐτοὺς ἐν Χρυσοπόλει τὴν παρεμβολὴν ἔχοντας, καὶ τὸ πλῆθος ἐνσείσας βασιλέα τοῦτον ἀναγορεῦσαι δι' ἀποστατικῆς μεθοδείας περιεργάζεται, τοῦ λοιποῦ στίφους τῶν μὴ συγκοινωνησάντων αὐτῷ τῆς ἀθέσμου βουλῆς τῷ παραδόξῳ τῆς ἀκοῆς διαπορηθέντος καὶ ἀμφιβόλου γενομένου. καὶ μήτε τοῦ δεδομένου τοῦτοις ἀρχηγοῦ παρατυχόντος ἐκεῖσε διὰ τὸ τῇ βασιλευούσῃ ἔτι ἐπιδημεῖν, στάσις ἐμφύλιος γέγονε, καὶ ἤρξατο ἀπὸ τρίτης φυλα 308 κῆς τῆς νυκτὸς ἕως μεσημβρίας αὐτῆς. εἶτα συμφρονησάντων τοῖς ἀποστάταις, βίᾳ καὶ οὐ πειθοῖ, τῶν ἀντιδοξούντων τὸ πρότερον, ἔπαθε μὲν οὐδεὶς τῶν ἐν τῇ βασιλευούσῃ καὶ τὴν ψυχὴν κατεσείσθη. δημοτικὴν δὲ φλυαρίαν καὶ μειρακιῶδες ἄθυρμα λογισαμένου τοῦ βασιλέως τὸ γεγονός, συνήχθη πᾶσα ἡ γερουσία καὶ τῆς συγκλήτου βουλῆς τὸ ἔκκριτον, τὴν πίστιν αὐτῶν ἐπιβεβαιοῦντες τῷ βασιλεῖ καὶ πληροφοροῦντες μέχρις ὀστέων καὶ μυελῶν κινδυνεύσειν ὑπὲρ αὐτοῦ καὶ πανδημεὶ τοὺς ἀλιτηρίοις καταγωνίσασθαι. συνήχθησαν δὲ καὶ οἱ τὴν στρατεύσιμον ἡλικίαν ἔχοντες, καὶ ὅσοι τῆς βασιλικῆς δορυφορίας, ἀκατάπληκτον ἔχοντες τὴν ὁρμήν, καὶ προκινδυνεῦσαι τοῦ φιλανθρώπου βασιλέως καὶ φιλοικτίρμονος προθυμούμενοι. ὃ δὲ τὴν ἁπάντων ἐπαινέσας προαίρεσιν, καὶ γνοὺς οἵαν εὐγνωμοσύνην ἔχει πρὸς αὐτὸν τὸ ὑπήκοον (τούτου γὰρ χάριν οἴομαι τὸν τάραχον τουτονὶ παρατολμηθῆναι, ἵνα φανερὸν τὸ παριστάμενον πᾶσι γένηται), ναυσὶ μὲν πολεμικαῖς τὸν τούτου πορθμὸν κατωχύρωσε, μείζονι δὲ παρασκευῇ τὰ κατὰ τῶν ἀποστατῶν ἐξαρτύων ὅμως καί τινας ἀπέστειλε πρὸς αὐτούς, πυνθανομένους τί βούλεται τούτοις τὸ στασιῶδες τουτὶ καὶ ἀπώμοτον. οἱ δὲ τὴν ἄστατον παροινίαν αὐτῶν καὶ ἀδόκιμον γλωσσαλγίαν καὶ παρακεκινδυνευμένην ἀπόνοιαν ὁμολογήσαντες, συγγνώμην τε ᾔτουν λαβεῖν καὶ τῶν πεπλημμελημένων συγχώρησιν, καὶ τῆς συμπαθείας ταύτης ἐνέχυρον τὴν εἰς τοὐπίσω περαίωσιν ἐπεζήτησαν, καὶ οὕτως αὐτὸν τὸν πρωταίτιον τῆς κοσμικῆς κακοπαθείας πα 309 ραδοῦναι κατέθεντο. παριδὼν οὖν ὁ