θεὸν τυχεῖν ἐλευθερίας. «ὃν τρόπον» γὰρ «ἡ ἔλαφος πηγὰς τὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ» φησὶν «πρὸς σὲ δραμεῖν ψυχή μου. ἰδεῖν σε γὰρ ἐδίψησα, τὸν ἰσχυρόν, Χριστέ μου· πότε λοιπὸν ὀφθήσομαι, σωτήρ μου, σοὶ τῷ ζῶντι;» Εἰς τὸν μβʹ ψαλμόν, «κρῖνόν μοι, ὁ θεός, καὶ δίκασον» Τῶν προφητῶν ἱκετεία ἐπ' ἐκβολῇ τῶν Ἑβραίων. Τὴν ἴσην ἔχει δύναμιν οὗτος τῷ προρρηθέντι, ἀντιβολεῖ δὲ πρὸς θεόν, «δίκασον τούτων μέσον». πολλὴν γὰρ ἐπεδείκνυντο πρὸς τούτους τὴν κακίαν, ἤγουν οἱ Βαβυλώνιοι ὡς πρὸς τοὺς αἰχμαλώτους· ὅθεν αὐτοὺς «ἀνόσιον ἔθνος» ἐπονομάζει καὶ πάλιν «ἄνδρα δόλιον» τὸν τούτων βασιλέα, «κρῖνόν μοι» λέγων, «ὁ θεός, μετὰ τῶν παρανόμων καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου πονηροῦ ῥῦσαί με καὶ δολίου». Εἰς τὸν μγʹ ψαλμόν, «ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν» Τῶν προφητῶν ἱκετεία ἐπ' ἐκβολῇ τῶν Ἑβραίων. Τὴν πίστιν, τὴν εὐσέβειαν καὶ τὴν πολλὴν ἀνδρείαν συνεὶς μακρόθεν ὁ ∆αυὶδ τῶν θείων Μακκαβαίων καὶ τὴν πρὸς τὴν ἀντίστασιν μανίαν Ἀντιόχου, τοῦτον ἐψαλμογράφησε προσώπῳ τούτων λέγων· «οὐ γὰρ ἐπελαθόμεθα σοῦ, δέσποτα τῶν ὅλων, καὶ οὐ διεπετάσαμεν γλυπτοῖς ἡμῶν τὰς χεῖρας.» Εἰς τὸν μδʹ ψαλμόν, «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν» Ἐπιφανέντα προβλέπει λόγον θεοῦ σαρκοφόρον. Προβλέπων τὴν ἀλλοίωσιν τῆς ὅλης οἰκουμένης, ἥνπερ υἱὸς ἀγαπητὸς πατρὸς τοῦ προανάρχου καλλίστως μετηλλοίωσεν εἰς γῆν ἐπιδημήσας, καὶ τοῦτον ἐξηρεύξατο μετὰ φωνῆς εὐήχου. πλὴν οὐμενοῦν λαλῶ, φησίν, ἀπ' ἐμαυτοῦ σοι ταῦτα, τὸ πνεῦμα δὲ τὸ ἅγιον λαλεῖ καὶ προφητεύει· «ἡ γλῶσσά μου» καὶ γάρ φησι «κάλαμος γραμματέως.» Εἰς τὸν μεʹ ψαλμόν, «ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις» ∆ικαίου εὐχαριστία ἐχθρῶν αὐτοῦ λυτρωθέντος. Προφητικοῖς ἐν ὄμμασι προβλέπων ὁ προφήτης τὸ κήρυγμα τὸ πάνσεπτον τὸ τοῦ εὐαγγελίου, ὅπερ εἰς πᾶσαν ἔδραμεν ὡς ὕδωρ οἰκουμένην, τοῦτον ἐξεῖπε τὸν ψαλμόν, καὶ δῆλον ἀπὸ τούτου· «τὰ» γὰρ «ὁρμήματα» φησὶ τὰ τοῦ εὐαγγελίου, «τὴν τοῦ θεοῦ εὐφραίνουσι πόλιν, τὴν ἐκκλησίαν.» καὶ γὰρ τὸ εὐαγγέλιον ὁ ποταμὸς τυγχάνει. Εἰς τὸν μϛʹ ψαλμόν, «πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας» Ἔθνη καλεῖται πρὸς πίστιν ἀπ' ἄκρου γῆς μέχρις ἄκρου. Ἐνθάδε προτεθέσπικεν ἐθνῶν τὴν σωτηρίαν καὶ τὴν ἀνάληψιν Χριστοῦ τὴν σεβασμιωτάτην. φησὶ γάρ, «ἐν ἀλαλαγμῷ καὶ σάλπιγγος ἐν ἤχῳ ἀνέβη πρὸς τοὺς οὐρανοὺς ὁ σαρκωθεὶς δεσπότης». καὶ πάλιν, «ἐβασίλευσε θεὸς ἐπὶ τὰ ἔθνη». Εἰς τὸν μζʹ ψαλμόν, «μέγας κύριος καὶ αἰνετὸς σφόδρα» Χριστὸς ὑμνεῖται τῷ πλήθει, τῶν διωγμῶν πεπαυμένων. Τὸ σάββατον ἀνάπαυσιν πνευματικὴν σημαίνει, βαθμὸς γοῦν ἐστιν ἀρετῆς ἡμέρα τοῦ σαββάτου. πρώτη γὰρ ἔστιν ἀρετὴ δευτέρα τε καὶ τρίτη, ἡ πρακτικὴ καὶ φυσικὴ καὶ ἡ τῆς θεωρίας. ἡ φυσικὴ γοῦν ἀρετὴ δευτέρα τοῦ σαββάτου, καθ' ἣν τοὺς λόγους ἔγνωκεν ἅπαντας τῶν μελλόντων ὁ καὶ προφήτης ἐν ταὐτῷ καὶ βασιλεὺς ἐκεῖνος. προγνοὺς γὰρ τὴν κατάστασιν τῆς θείας ἐκκλησίας καὶ σὺν αὐτῇ τὸ κήρυγμα τῶν θείων ἀποστόλων καὶ τοῦτον ᾖσε τὸν ψαλμόν· φησὶ γὰρ οὗτος τάδε· «ἐν πόλει τοῦ θεοῦ ἡμῶν», δῆθεν τῇ ἐκκλησίᾳ, «ὁ τῶν ἁπάντων κύριος θεός τε καὶ δεσπότης ὄρη Σιὼν ἐπήξατο», πάντως τοὺς ἀποστόλους, «ἀποτειχίζειν τὰ πλευρὰ τὰ τοῦ βορρᾶ μακρόθεν.» Εἰς τὸν μηʹ ψαλμόν, «ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη» ∆ιδασκαλία, ὁποία κόσμον θεοῦ κρίσις μένει. Ἐν τούτῳ προδεδήλωκε τὴν κρίσιν τοῖς ἀνθρώποις. «ἀκούσατε» καὶ γάρ φησι «ταῦτα, πάντα τὰ ἔθνη καὶ γηγενεῖς ἁπαξαπλῶς καὶ παῖδες τῶν ἀνθρώπων» (τοὺς δ' ἀγραμμάτους γηγενεῖς ἐκάλεσεν ὁ λόγος, ἀνθρώπων δ' εἴρηκεν υἱοὺς τοὺς κεκτημένους λόγον), «ὡς ἐν ἡμέρᾳ πονηρᾷ», τοῦτ' ἔστιν ἐν τῇ κρίσει, «ἄνθρωπος οὐ λυτρώσεται τῆς δίκης τὸν πλησίον, οὐδ' ἀδελφὸς γὰρ δύναται τὸν ἀδελφὸν λυτρῶσαι.» Εἰς τὸν μθʹ ψαλμόν, «θεὸς θεῶν κύριος ἐλάλησε καὶ ἐκάλεσε τὴν γῆν» Θυσίας νόμου ἐκβάλλει τὰ