110
τὸν ἀριθμὸν προφητικῶς καὶ τοὺς μετὰ ταῦτα διδάξῃ. Λέγει τοίνυν· "Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς 80.1236 σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου." Τρία δὲ ἐκ τούτων ἐδιδάχθημεν πρόσωπα. Οὐκ ἐπει δὴ μὲν μόνον Θεὸς, οὐδὲ μόνον Ὕψιστος, οὐδὲ αἰ νέσεως θυσίαν δεχόμενος, τὰς αἰτήσεις χαρίζεται. Ἑκάστη γὰρ ἰδιότης καὶ Θεὸς, καὶ ὕψιστος, καὶ ἀγαθῶν χορηγός. Θυσίαν δὲ αἰνέσεως καλεῖ τοὺς δι καίοις πρέποντας ὕμνους· εὐχὰς δὲ τὰς ὑποσχέ σεις. Οὕτω γὰρ ἐν τῷ εἰκοστῷ καὶ πρώτῳ ψαλμῷ λέγει, "Τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φο βουμένων αὐτόν." Ἐπειδὴ δὲ εἶπεν, "Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε," διδάσκει λοιπὸν ἐφ' οἷς ἠλέγχθη. ιʹ, ιζʹ. "Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἱνατί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπί σω." Ἐπειδὴ γάρ εἰσί τινες ἑτέροις μὲν πλημμε λοῦσιν ἐπιμεμφόμενοι, καὶ τῶν θείων νόμων ἀναμι μνήσκοντες, αὐτοὶ δὲ παραβαίνοντες ἃ διδάσκουσιν, εἰκότως πρὸς τοὺς τοιούτους ἀποτείνεται λέγων· Τί δήποτε ἐπὶ τοῖς ἐμοῖς βρενθυόμενοι δικαιώμασι, καὶ ἄνω καὶ κάτω περὶ τοῦ νόμου διαλεγόμενοι, τὴν ἐν τεῦθεν ὠφέλειαν οὐ προσεδέξασθε, ἀλλὰ καταφρονη τικῶς περὶ τοὺς ἐμοὺς διετέθητε λόγους; δι ηγεῖται δὲ καὶ τῶν τολμωμένων τὰ εἴδη. ιηʹ-κʹ. "Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Τὸ στό μα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περι έπλεκε δολιότητας. Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτί θεις σκάνδαλον." Πολλὰ, φησὶ, καὶ παντοδαπὰ τὰ παρὰ σοῦ τολμηθέντα παρανομήματα· ἀποστολικῶς γὰρ εἰπεῖν, "Ὁ λέγων μὴ μοιχεύειν, μοιχεύεις," καὶ τῶν τὰ τοιαῦτα τολμώντων συνεργὸς γίνῃ καὶ κοι νωνός." Ἀληθείας δὲ τὸ στόμα γυμνώσας, ψεύδους τοῦτο καὶ πονηρίας ἐνέπλησας. ∆όλος δέ σοι παρα θήγει τὴν γλῶσσαν. ∆ιόπερ καὶ συγγενείας κατα φρονεῖς, καὶ τῆς φύσεως τοὺς νόμους πατεῖς, καὶ κρύβδην τὰς κατὰ τῶν ἀδελφῶν ἐνέδρας ὑφαίνεις, καὶ διατελεῖς καὶ λόγοις διαβάλλων, καὶ ἔργοις ἐπιβουλεύων. Οὕτω τῆς παρανομίας τὴν διήγησιν ποιησάμενος, καὶ ἣν ἔχει διδάσκει μακροθυμίαν, καὶ ἣν ἐποίσει τιμωρίαν, προλέγει. καʹ. "Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος." Ἐγὼ ταῦτα ὁρῶν ὑπὸ σοῦ τολμώμενα, μακροθυμίᾳ χρώμενος, ἀνα μένω τὴν μεταμέλειαν. Σὺ δὲ καὶ τὴν μακρο θυμίαν εἰς ἀφορμὴν ἔλαβες δυσσεβείας, τοπάσας 80.1237 ἐφηδόμενόν με τῇ σῇ παρανομίᾳ μὴ ἐπάγειν τι μωρίαν· οὗ δὴ χάριν "ἐλέγξω σε, καὶ παρα στήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου." Ἐπειδὴ γὰρ τοῖς ἠπίοις τῆς μακροθυμίας οὐκ ἐθε ραπεύθης φαρμάκοις, δριμύτερά σοι κατασκευάσω, καὶ τῶν ἐλέγχων τὸν καυτῆρα προσοίσω. Συνᾴδει δὲ ταῦτα ταῖς ἀποστολικαῖς ἐκείναις φωναῖς· "Ἀ γνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει· κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρ δίαν, θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως, καὶ δικαιοκρισίας τοῦ Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." Οὕτως ἀπει λήσας τὴν τιμωρίαν, πάλιν ὁ φιλάνθρωπος παραίνε σιν προσενήνοχεν. κβʹ. "Σύνετε δὴ ταῦτα, οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ· μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος." Ἐπιμελῶς, φησὶν, ἕκαστον τῶν εἰρημένων κατα νοήσατε· καὶ οἱ τοῦ Θεοῦ τὴν λήθην νενοσηκότες, λήθη γὰρ Θεοῦ πρόξενος ἁμαρτίας, τοῖς τῆς με τανοίας φαρμάκοις τὰ τραύματα θεραπεύσατε, πρὶν ἁρπάσαι τὸν θάνατον· ὃς δίκην λέοντος ἔπεισι τοῖς ἀνθρώποις, οὐδενὸς ἐπισχεῖν αὐτοῦ δυναμένου τὴν σφοδροτάτην ὁρμήν. Εἶτα τὴν καινὴν νομοθεσίαν λαμβάνει, καὶ ταύτῃ τοῦ ψαλμοῦ τὸ τέλος διακο σμεῖ. κγʹ. "Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς, ᾗ δείξω αὐτῷ τὸ σωτήριόν μου." Τοῦτο δὲ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσε· Θυσιάζων ὑπὲρ αἰνέσεως δοξάσει με, καὶ τῷ εὐτάκτως ὁδεύοντι δείξω σωτήριον Θεοῦ. Προσήκει γὰρ μὴ μόνον ὑμνεῖν τὸν Θεὸν, καὶ τῆς αἰνέσεως αὐτῷ τὰς θυσίας προσφέρειν ἀλλὰ καὶ εὐτάκτως ὁδεύειν, καὶ τὸν οἰκεῖον βίον διαρυθμίζειν. Οὕτω γὰρ δυνατὸν τῆς παρὰ