110
τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. 128 {1Βησσαρίωνι τέκνῳ}1 Χαρά μοι ἐπὶ σοί, τέκνον μου ἠγαπημένον Βησσαρίων, ὅτι ἐκλογὴ θεοῦ ἐγένου ἐν τοῖς ἀδελφοῖς σου, πάντως ὡς τὰ κάλλιστα προαιρούμενος καὶ ὑπὲρ ἀληθείας παρρησιαζόμενος. εἰσῆλθες ὡς χρυσοῦς ἐν καμίνῳ διὰ τῆς φρουρᾶς, προηνδρίσω, προεφυλακίσθης, ὡμολόγησας, ἀπεγράψατο Κύριος τὴν μαρτυρίαν σου. τί γὰρ ἄλλο οἱ μάρτυρες ἐποίησαν; τὸ ἀποθανεῖν δῆλον ὅτι ὑπὲρ Χριστοῦ. τοῦτο καὶ σὺ τῇ προαιρέσει· ἀεὶ γὰρ ἀποθνήσκεις ἐν τῇ φυλακῇ. δόξα τῷ δοξάσαντί σε θεῷ, χάρις τῷ καλέσαντί σε εἰς τηλικαύτην δόξαν. φεῦ τοῖς ἐξαρνησαμένοις, Ὀρέστῃ τῷ ἀθλίῳ καὶ Ἀφρατίῳ· διὰ μικρὰν εὐπάθειαν ἐξέπεσαν Χριστοῦ, ἀσχημονοῦντες τανῦν κἀν τῷ μέλλοντι αἰῶνι ἀπαρνηθησόμενοι ὑφ' οὗ Χριστοῦ ἠρνήσαντο. Ἐκεῖνοι μὲν οὕτως, ὡς ἀρχαῖα ζιζάνια. σὺ δέ, τέκνον μου, τελείωσόν σου τὸν δρόμον ὑποφέρων τὰ θλιπτικά, προαιρούμενος καὶ τὸ δι' αἵματος τελειωθῆναι, ἵνα σὺν μάρτυσι χορεύσῃς, ἵνα διὰ σοῦ κἀγὼ ὁ ἁμαρτωλὸς εὐδοξήσω. ναί, τέκνον μου, ἀρίστευσον ὡς ἐνήρξω ἕως τέλους, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ. ὁ ἀδελφὸς νικόλαος προσαγορεύει σε. 129 {1Τίτῳ καὶ Φίλωνι τέκνοισ}1 Ἐπισκέπτομαι ὑμᾶς, τέκνα μου ἠγαπημένα, καὶ νῦν διὰ τῆς ἐπιστολῆς, πῶς ἔχετε φιλῶν μαθεῖν, πῶς ὑπομένετε τὴν ἐν Κυρίῳ φυλακήν. χάρις τῷ θεῷ, ὅτι ἀνεδείχθητε ὁμολογηταὶ Χριστοῦ, στῦλοι καὶ ἑδραιώματα τῆς ἐκκλησίας· κἂν γὰρ μικροί ἐστε ἐν τοῖς ἀδελφοῖς ὑμῶν καὶ μηδαμινοὶ λογίζεσθε τοῖς εὐσεβέσιν, ἀλλὰ παρὰ τῷ θεῷ μεγάλοι ὑμεῖς καὶ ἁγίοις συναρίθμιοι. λοιπὸν βλέπετε, ἀδελφοί, τὴν κλῆσιν ὑμῶν, οἷον τὸ ὕψος, ποταπὸν τὸ χάρισμα· ὑπομένοντες ὑπομείνατε τὸν Κύριον, ἡμέραν ἐξ ἡμέρας ἀπεκδεχόμενοι τὸ ἔλεος αὐτοῦ, ὡς ἀδελφοὶ μετ' ἀλλήλων ἀναστρεφόμενοι. βλέπε σύ, Τῖτε, ἀδελφέ μου, βλέπε Φίλων, τέκνον μου, διὰ θεὸν καὶ μετὰ θεοῦ ἡ φυλακὴ ὑμῶν. Χριστὸν ἔχοντες μὴ ῥαθυμῆτε· ἐξέλθετε ἀπὸ τῆς φυλακῆς ὅτε βούλεται Χριστὸς ὡς χρυσὸς ἀπὸ χωνευτηρίου, ὅλως καθαροί, τετιμημένοι, δεδοξασμένοι, στεφανίται. Τοῦτο τὸ πέρας ἐνθυμούμενοι στέργετε, φέρετε, χαίρετε, ἐγγὺς Κύριος τοῖς ὑπομένουσιν αὐτόν. προσεύχεσθε καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ πατρὸς ὑμῶν ἵνα σῴζωμαι. ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει. 130 {1Ἰγνατίῳ τέκνῳ}1 Κἂν οὐκ ἠδυνήθην τὸ πρότερον ἰδίᾳ σοι ἐπιστεῖλαι, νῦν, τέκνον μου ἠγαπημένον, δεξάμενός σου τὸ γράμμα εὐθύμως ἐπιστέλλω. ὑγιαίνων ἔσο ψυχῇ τε καὶ σώματι, πραγματευόμενος τὴν βασιλείαν τῶν οὐρανῶν, ὑπὲρ ἧς καὶ ὁ ὁρώμενος διωγμὸς παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας. καλῶς οὖν ἐποίησας γεγονὼς ἐν τοῖς αὐτόθι, ὄντος τοῦ ἀρχιεπισκόπου, τοῦ οἰκονόμου καὶ τῶν λοιπῶν ἀδελφῶν, τῶν τε παρὰ βασιλέως ἀποσταλέντων καὶ τῶν διοικούντων ἐξ ἀρχῆς τὸ μοναστήριον. εἴτε οὖν ἐν τῷ Βοσκυτίῳ εἴτε ἐν τῷ Ἁγίῳ Γεωργίῳ, καθὼς διεταξάμην τῷ ἀδελφῷ Τιθοΐῳ, ἐπίμεινον. ἄνθρωπος εἶ τοῦ θεοῦ, ἐγγεγυμνασμένος παρὰ τῆς ταπεινώσεώς μου τὰ τῆς μοναδικῆς καταστάσεως, προβεβηκὼς ἐν ἀρετῇ κἀντεῦθεν ἀχθεὶς εἰς ἱερωσύνην εἰς βαθμὸν ἐπιστημονάρχου, ἀφῶ λέγειν πρωτοκαλλιγράφου καὶ χρυσοφύλακος. ταῦτα πάντα εἰς κλέος σου, εἰς δόξαν μου. Φάνηθι οὖν καὶ ἀπὸ τοῦ δεῦρο, τέκνον μου, τοῖς ἀδελφοῖς σου, τοῖς τε προέχουσι καὶ ἴσοις καὶ ὑφειμένοις, ὡς Ἰγνάτιος ὁ θεοφόρος, ἐξ οὗ καὶ καλεῖσαι, χάριν διδοὺς ἐν τῷ λόγῳ σου, ἀποπνέων τὰ μύρα τῶν ἀγαθῶν πράξεων, ἵνα ἡ εὐωδία σου διαδράμοι εἰς τὸ πλήρωμα τῆς ἀδελφότητός σου, ἵνα ἐκλάμψοις ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ὡς ἥλιος μικρὸν ὕστερον. ὁ γὰρ θάνατος ἐνεργεῖται ἀεί, ὡς ὁρῶμεν ἐξ αὐτῶν τῶν ἀδελφῶν ἡμῶν· καὶ μακάριος ὁ καθάρας ἑαυτὸν καὶ οὕτως ἀποδημῶν, ὄνομά τε ἐγκαταλιμπάνων ὅσιον τοῖς ἔτι ζῶσιν. οὕτως εἴη σοι, τέκνον μου, τελειωθῆναι. Οἱ ἀδελφοὶ ἀσπάζονταί σε θερμῶς. 131 {1Τῷ αὐτῷ}1 Ὦ καλέ μου Ἰγνάτιε, γίνωσκε ὅτι με αἴρουσι τῶν ἐνταῦθα καὶ μετεξορίζουσιν ὅπου ὁ Κύριός μου ἡτοίμασέ μοι τόπον καταπαύσεως· μὴ οὖν λυποῦ, ἀλλὰ χαῖρε, ὅτι κατηξίωμαι ὁ