1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

110

ἰνδικτιῶνος ιδʹ, ἐπέμφθη Ναρσῆς ὁ κουβικουλάριος εἰς Ῥώμην ὀφείλων πολεμῆσαι τοῖς Γότθοις τοῖς παραλαβοῦσι τὴν Ῥώμην, ἐπειδὴ μετὰ τὸ παραλαβεῖν αὐτὴν τὸν Βελισάριον πάλιν ἐπανέστησαν καὶ παρέλαβον αὐτὴν οἱ Γότθοι. τῷ δὲ Ἰουλίῳ μηνὶ θʹ ἐγένετο σεισμὸς μέγας καὶ φοβερὸς ἐν πάσῃ τῇ χώρᾳ Παλαιστίνης καὶ Ἀραβίας καὶ Μεσοποταμίας καὶ Συρίας καὶ Φοινίκης, καὶ ἔπαθε Τύρος καὶ Σιδὼν καὶ Βηρυτὸς καὶ Τρίπολις καὶ Βύβλος· καὶ ἀπέθανον ἐν αὐταῖς ἀνθρώπων πλήθη πολλά. ἐν δὲ τῇ πόλει Βότρυος ἀπεσπάσθη ἀπὸ τοῦ παρακειμένου τῇ θαλάσσῃ ὄρους, τοῦ λεγομένου Λιθοπροσώπου, μέρος πολὺ καὶ εἰσηνέχθη εἰς τὴν θάλασσαν καὶ ἀπετέλεσε λιμένα, ὡς δύνασθαι ὁρμᾷν ἐν αὐτῇ πλοῖα πολλὰ παμμεγέθη. οὐκ εἶχε γὰρ ἡ αὐτὴ πόλις πρὸ 228 τούτου λιμένα. ὁ δὲ βασιλεὺς ἀπέστειλε χρήματα πρὸς τὸ ἀνεγεῖραι τὰ πεπτωκότα τῶν αὐτῶν πόλεων. ἔφυγε δὲ ἡ θάλασσα εἰς τὸ πέλαγος ἐπὶ μίλιον ἕν, καὶ ἀπώλοντο πλοῖα πολλά. καὶ πάλιν τῇ τοῦ θεοῦ κελεύσει ἀπεκατέστη εἰς τὴν ἰδίαν κοίτην. κεʹ. κζʹ. ιδʹ. ιεʹ. ζʹ. γʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ιεʹ, γεγόνασι τὰ ἐγκαίνια τῆς ἁγίας Εἰρήνης πέραν ἐν Συκαῖς. καὶ ἐξῆλθον τὰ ἅγια λείψανα ἐκ τῆς μεγάλης ἐκκλησίας μετὰ καὶ τῶν δύο πατριαρχῶν, Μηνᾶ τοῦ Κωνσταντινουπόλεως καὶ Ἀπολιναρίου Ἀλεξανδρείας. καὶἐκάθισαν ἀμφότεροι ἐν τῷ βασιλικῷ ὀχήματι κατέχοντες ἐν τοῖς γόνασιν αὐτῶν τὰ ἅγια λείψανα· καὶ ἦλθον ἕως τοῦ Περάματος καὶ ἐπέρασαν, καὶ ὑπήντησεν αὐτοῖς ὁ βασιλεύς. καὶ ἠνέῳξαν τὴν αὐτὴν ἐκκλησίαν τῆς ἁγίας μάρτυρος Εἰρήνης. τῷ δ' αὐτῷ ἔτει ἐκαθαρίσθη ὁ λιμὴν τοῦ Ἑβδόμου. καὶ τῷ αὐτῷ χρόνῳ τελευτᾷ Μηνᾶς, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, καὶ γέγονεν ἀντ' αὐτοῦ Εὐτύχιος, ὁ ἀποκρισιάριος Ἀμασείας, μοναχὸς τῆς ἐν Ἀμασείᾳ μονῆςκαὶ πρεσβύτερος τῇ αὐτῇ ἡμέρᾳ, τοῦ λειψάνου Μηνᾶ ἔτι κειμένου ἐν τῷ ἱερατείῳ. καὶ τῷ Αὐγούστῳ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ῥώμης Ναρσῆ, τοῦ κουβικουλαρίου καὶ ἐξάρχου Ῥωμαίων. συμβαλὼν γὰρ πόλεμον μετὰ Τοτίλα, ῥηγὸς τῶν Γότθων, κατὰ κράτος ἐνίκησε καὶ ἔλαβε τὴν Ῥώμην καὶ ἔσφαξε τὸν Τότιλαν καὶ τὰ ἱμάτια αὐτοῦ ᾑμαγμένα σὺν τῷ διαλίθῳ καμηλαυκίῳ αὐτοῦ ἔπεμψεν ἐν Κωνσταντινουπόλει· καὶ ἐρρίφησαν εἰς τοὺς πόδας τοῦ βασιλέως ἐπὶ σεκρήτου. [δεῖ δὲ ταγῆναι καὶ τὸ τοῦ Ἀνθίμου ἔτος εἰς τὸν πατριάρχην Μηνᾶν, ἵνα συσταθῶσι τὰ ιϛʹ ἔτη.] Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. κϛʹ. κηʹ. ιεʹ. αʹ. ηʹ. δʹ. ηʹ. Τούτῳ τῷ ἔτει γέγονεν ἡ ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος κατὰ Ὠριγένους τοῦ παράφρονος καὶ ∆ιδύμου τοῦ ἀπὸ ὀμμάτων καὶ Εὐαργίου καὶ τῆς ἑλληνόφρονος αὐτῶν ληρῳδίας καὶ αὖθις κατὰ 229 τῶν [ἀκεφάλων] κεφαλαίων. Βιγίλιος δὲ ὁ Ῥώμης τοῖς συνελθοῦσιν οὐ συνήδρευσεν· ἀπελύθη δὲ πολλῶν κινηθέντων ὑπὸ τοῦ βασιλέως καὶ ἐν τῷ Ἰλλυρικῷ ἐτελεύτησε τὴν ἐπὶ Ῥώμην ἀναλύων ὁδόν. κζʹ. κθʹ. ιϛʹ. βʹ. θʹ. εʹ. θʹ. Τούτῳ τῷ ἔτει μηνὶ Αὐγούστῳ ιεʹ, ἰνδικτιῶνος βʹ, ὥρᾳ μεσονυκτίου, διαφαυούσης κυριακῆς, ἐγένετο σεισμὸς φοβερός, ὥστε παθεῖν οἴκους πολλοὺς καὶ λουτρὰ καὶ ἐκκλησίας καὶ μέρος τῶν τειχῶν Κωνσταντινουπόλεως, μάλιστα τὸ τῆς Χρυσῆς πόρτης· καὶ πολλοὶ ἀπέθανον. πέπτωκε δὲ καὶ Νικομηδείας μέρος πολύ. ἐπεκράτησε δὲ ὁ αὐτὸς σεισμὸς ἡμέρας μʹ. καὶ πρὸς ὀλίγον οἱ ἄνθρωποι κατενύγησαν λιτανεύοντες καὶ προσεδρεύοντες καὶ εἰς τὰς ἐκκλησίας μένοντες, καὶ πάλιν φιλανθρωπίας θεοῦ γενομένης ἐπὶ τὸ χεῖρον γεγόνασιν. γίνεται δὲ ἡ μνήμη τοῦ σεισμοῦ τούτου κατ' ἔτος ἐν τῷ Κάμπῳ, λιτανεύοντος τοῦ λαοῦ. οἱ δὲ Λαζοὶ ἀθετήσαντες Ῥωμαίους διὰ τὰς Ἰωάννου τοῦ ἄρχοντος αὐτῶν φιλαργυρίας καὶ ἀδικίας καὶ πρὸς Πέρσας αὐτομολήσαντες πάλιν τῷ χρόνῳ τούτῳ τοῖς Ῥωμαίοις προσερρύησαν, καὶ τὴν Πέτραν τὸ φρούριον παρέλαβον οἱ Ῥωμαῖοι καὶ τοὺς Πέρσας ἀπήλασαν. Κόσμου ἔτη ϛμζʹ. Τῆς θείας σαρκώσεως ἔτη φμζʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. κηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ιζʹ. Κωνσταντ.