111
ἔρωτος πολλοὺς ἔχει τοὺς ἐπιβούλους, μιᾷ δὲ τῇ πρὸς τὸ σωφρονεῖν ἐνστάσει σεμνὴ μείνασα τὴν κατὰ πάντων νίκην λαβοῦσα σωθῆναι ἔχει. καὶ γὰρ εἰ πάντα καλὰ διαπράξαιτό τις, μιᾷ τῇ πρὸς τὸ μοιχήσασθαι ἁμαρ- τίᾳ κολασθῆναι δεῖ, <ὡς> ὁ προφήτης ἔφη. ἡ σώφρων γυνὴ τὸ τοῦ θεοῦ θέλημα ποιοῦσα τῆς αὐτοῦ πρώτης κτίσεως ἀγαθὴ ὑπόμνησις γίνε- ται, ὅτι εἷς ὢν ὁ θεὸς ἑνὶ ἀνθρώπῳ μίαν ἔκτισε γυναῖκα. ἔτι δὲ μᾶλλον σώφρων μένει, ἐὰν τῆς κτίσεως μὴ ἐπιλανθάνηται καὶ τὴν κόλασιν προ- βλέπῃ καὶ τῶν αἰωνίων ἀγαθῶν τὴν ζημίαν μὴ ἀγνοῇ. ἡ σώφρων γυνὴ ἐπὶ τοῖς σσζεσθαι θέλουσιν ἡδομένη παράδειγμα εὐσεβὲς τοῖς θεο- σεβοῦσιν τυγχάνει· ἀγαθοῦ γὰρ βίου νόμος ἐστίν. ἡ σωφρονεῖν θέλουσα τὰς προφάσεις τῆς λοιδορίας ἐκκόπτει· ἐὰν δὲ μὴ παρέχουσα πρόφασιν λοι- δορῆται ὡς ὑπὸ ἐχθροῦ, ὑπὸ θεοῦ εὐλογεῖται καὶ ἐκδικεῖται. ἡ σώφρων τὸν θεὸν ποθεῖ, τὸν θεὸν φιλεῖ, τὸν θεὸν τέρπει, τὸν θεὸν δοξάζει· ἀνθρώ- ποις πρόφασιν πρὸς λοιδορίαν οὐ παρέχει. ἡ σώφρων γυνὴ τὴν ἐκκλη- σίαν ἀγαθῇ τιμῇ μυρίζει καὶ ἐπὶ σεμνότητι δοξάζει· ἔτι δὲ καὶ διδα- σκάλων ἔπαινός ἐστιν καὶ συνεργὸς αὐτοῖς σωφρονοῦσι τυγχάνει. ἡ σώφρων γυνὴ ὡς νυμφίῳ τῷ υἱῷ τοῦ θεοῦ κοσμεῖται, ἐνδεδυμένη τὸ σεμνὸν φῶς. ἔστιν δὲ αὐτῇ κάλλος, ἡ ἐν τῇ ψυχῇ εὐνομία. μύρου δὲ πνέει, τῆς ἀγαθῆς φήμης. καλὰ φάρεα ἠμφίεσται, τὴν αἰδώ, καὶ τιμίους μαργαρίτας περίκειται, τοὺς σωφρονίζοντας λόγους. λευκὴ δὲ τυγ- χάνει, ὅταν τὰς φρένας ᾖ λελαμπρυμένη. καλῷ ἐσόπτρῳ ὁρᾷ, εἰς τὸν θεὸν ἐμβλέπουσα. καλῷ κόσμῳ χρῆται, τῷ πρὸς θεὸν φόβῳ τὴν ψυχὴν νουθετοῦσα. καλὴ [ἡ] γυνὴ οὐχ ἡ χρυσῷ πεπεδημένη, ἀλλ' ἡ τῶν προσκαίρων ἐπιθυμιῶν λελυμένη. ἡ σώφρων γυνὴ μεγάλῳ βασιλεῖ περιπόθητός ἐστιν, αὐτῷ μεμνήστευται, αὐτῷ τετήρηται, ὑπὸ αὐτοῦ ἠγά- πηται. ἡ σώφρων εἰς τὸ θέλεσθαι προφάσεις οὐ παρέχει ἢ τῷ αὐτῆς ἀνδρί. ἡ σώφρων ὑπὸ ἑτέρου θελομένη λυπεῖται. ἡ σώφρων τὸν ἄν- δρα ἐνδιαθέτως φιλεῖ καὶ καταφιλεῖ καὶ κολακεύει, ἀρέσκει, δουλεύει, πρὸς πάντα αὐτῷ πείθεται παρεκτὸς τοῦ ἀπειθεῖν θεῷ. ἡ γὰρ πειθομένη θεῷ ἄνευ φυλάκων καὶ τὴν ψυχὴν σωφρονεῖ καὶ τὸ σῶμα καθα- ρεύει. ἀνόητος οὖν πᾶς ἀνὴρ ὁ τὴν ἑαυτοῦ γυναῖκα χωρίζων φό- βου θεοῦ, ὅτι ἡ θεὸν μὴ φοβουμένη οὐδὲ τὸν ἄνδρα φοβεῖται. ἐὰν θεὸν τὸν ἀόρατα βλέποντα μὴ φοβῆται, πῶς τὴν ἀόρατον προαίρεσιν σωφρονήσει; πῶς δὲ σωφρονήσει ἡ μὴ συνερχομένη πρὸς τοὺς σωφρο- νίζοντας ἀκούειν λόγους; πῶς δὲ καὶ νουθεσίας τύχοι; πῶς δὲ σωφρο- νήσει ἄνευ φυλάκων, ἐὰν τὴν ἐσομένην κρίσιν τοῦ θεοῦ μὴ διδαχθῇ μηδὲ τὴν ἐπὶ μικρᾷ ἡδονῇ αἰώνιον ζημίαν πληροφορηθῇ; διὸ τοὐναντίον ἄκουσαν αὐτὴν πρὸς τὸν σωφρονίζοντα ἀεὶ ἔρχεσθαι λόγον ἀνάγκασον, κολάκευσον. πολὺ δὲ κρεῖττον, εἰ χειραγωγήσας ἥξεις, ἵνα καὶ αὐτὸς σώφρων γένῃ· θελήσεις γὰρ σώφρων γενέσθαι, ἵνα γνώσῃ σεμνοῦ γάμου τὸ τέλος-καὶ οὐκ ὀκνήσεις, εἰ ἀγαπᾷς, λέγω δὴ πατὴρ γενέσθαι, ἴδια τέκνα φιλεῖν καὶ ὑπὸ ἰδίων φιλεῖσθαι τέκνων. ὁ σώφρονα γυναῖκα ἔχειν θέλων καὶ αὐτὸς σωφρονεῖ, τὴν ὀφειλομένην εὐνὴν ἀποδίδωσιν, ταύτῃ συνεστιᾶται, ταύτῃ σύνεστιν, σὺν αὐτῇ πρὸς τὸν σωφρονίζοντα ἔρχεται