111
κρίσεως καὶ ἀνταποδόσεως δι' αὐτοῦ γενόμενον· τοῦτον αὐτὸν καὶ ἄνθρωπον εὐδοκήσαντα γενέσθαι καὶ πολιτευσά μενον ἄνευ ἁμαρτίας καὶ παθόντα καὶ ἀποθανόντα καὶ ἀναστάντα ἐκ νεκρῶν καὶ ἀνελθόντα πρὸς τὸν ἀποστείλαντα. Πᾶν κτίσμα Θεοῦ καλόν φαμεν καὶ οὐδὲν βδελυκτόν, πᾶν τὸ πρὸς σύστασιν δικαίως μεταλαμβανόμενον ἄριστον· «Πάντα γὰρ κατὰ τὴν γραφὴν καλὰ λίαν.» Γάμον νόμιμον καὶ παίδων γένεσιν τιμίαν καὶ ἀμόλυντον εἶναι πιστεύομεν· ἐπ' αὐξήσει γὰρ τοῦ γένους τῶν ἀνθρώπων διαφορὰ σχημάτων διεπλάσθη ἐν τῷ Ἀδὰμ καὶ τῇ Eὔᾳ. Ψυχὴν ἀσώματον καὶ ἀθάνατον ἐν ἡμῖν ὁμολογοῦμεν, ἀλλ' οὐ φθαρτὴν ὡς τὰ σώματα, ἀλλ' ἀθάνατον ὡς λογικὴν καὶ αὐτεξούσιον. Πᾶσαν μίξιν παράνομον καὶ τὴν παρὰ φύσιν γινομένην ὑπό τινων βδελυσσόμεθα ὡς ἀθέμιτον καὶ ἀνοσίαν. Ἀνάστασιν γίνεσθαι ὁμολογοῦμεν δικαίων τε καὶ ἀδίκων καὶ μισθαποδοσίαν. Τὸν Χριστὸν οὐ ψιλὸν ἄνθρωπον ὁμολογοῦμεν, ἀλλὰ Θεὸν Λόγον καὶ ἄνθρωπον, μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἀρχιερέα τοῦ Πατρός· οὔτε μὴν μετὰ Ἰουδαίων περιτεμνόμεθα, εἰδότες, ὅτι ἐλήλυθεν ᾧ ἀπέκειτο καὶ δι' ὃν ἐφυλάσσετο τὰ γένη, ἡ προσδοκία τῶν ἐθνῶν, Ἰησοῦς ὁ Χριστὸς ὁ ἐξ Ἰούδα ἀνατείλας, ὁ ἐκ βλαστοῦ υἱός, τὸ ἐξ Ἰεσσαὶ ἄνθος, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ êμου. Ἀλλ' ἐπεὶ τότε αὕτη ἡ αἵρεσις ἰσχυροτέρα πρὸς πλάνην ἔδοξεν εἶναι, καὶ τῆς Ἐκκλησίας ὅλης κινδυνευούσης, ἡμεῖς οἱ δώδεκα συνελθόντες εἰς Ἱερουσαλήμ-ἀντὶ γὰρ τοῦ προδότου Ματθίας σὺν ἡμῖν κατεψηφίσθη ἀπόστολος εἶναι, λαβὼν τὸν κλῆρον Ἰούδα, ὡς εἴρηται· «Τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος»-ἐπεσκεπτόμεθα ἅμα Ἰακώβῳ τῷ τοῦ Κυρίου ἀδελφῷ, τί γένηται· καὶ ἔδοξεν αὐτῷ τε καὶ τοῖς πρεσβυτέροις λόγους διδασκαλίας προσλαλῆσαι τῷ λαῷ. Καὶ γάρ τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας εἰς Ἀντιό χειαν ἐδίδασκον τοὺς ἐκεῖ ἀδελφούς, λέγοντες, ὅτι ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως καὶ τοῖς ἄλλοις ἔθεσιν οἷς διετάξατο περιπατῆτε, οὐ δύνασθε σωθῆναι. Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης, οἱ ἐν Ἀντιοχείᾳ ἀδελφοί, γνόντες, ὅτι συνεληλύθαμεν πάντες περὶ τούτου ζητήσοντες, ἐξαπέστειλαν πρὸς ἡμᾶς ἄνδρας πιστοὺς καὶ τῶν γραφῶν εἰδήμονας, μαθεῖν περὶ τοῦ ζητήματος τούτου. Oἱ δέ, παραγενόμενοι εἰς Ἱερουσαλήμ, ἀνήγγειλαν ἡμῖν τὰ ζητηθέντα καὶ ἐν τῇ Ἀντιοχέων Ἐκκλησίᾳ, ὡς ὅτι τινὲς ἔλεγον, ὅτι δεῖ περιτέμνεσθαι καὶ τὰς ἄλλας ἁγνείας παρα φυλάττειν. Ἄλλων δὲ ἄλλο τι λεγόντων, ἐγὼ Πέτρος ἀναστὰς εἶπον πρὸς αὐτούς· «Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπί