111
τινὰ τρόπον ὑποθαλαττίων τῶν κατὰ τὸν βίον τρικυμιῶν καὶ 211 τῶν κατὰ τῆς κακίας ἁλμυρωτάτων κατεκλύζοντο ῥευμάτων. Τίνα οὖν ταύτας ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διδάσκει κατανοητέον· ἐκ κοιλίας φησὶ μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου· ὃ καὶ σαφῶς ἐπὶ τοῦ Χριστοῦ, αὐτοῦ γάρ τοι τυγχάνουσιν οἱ λόγοι, οὓς ἐκ τῆς τοῦ εὐαγγελίου γραφῆς μεμαθήκαμεν· ἀγνοοῦντι γὰρ τῷ Ἰωσὴφ περὶ τῆς συλλήψεως τῆς Μαρίας ἐπιστὰς ὁ Γαβριὴλ, διάκονος ὢν τοῦ πατρικοῦ βουλήματος, κατ' ὄναρ εἶπεν μεθ' ἕτερα καὶ τὸ, τέξεται δὲ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ· ἐπιφέρει δ' ἐν τῇ προφητείᾳ λέγων, ὅτι καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν· καὶ πάλιν, ἔθηκέν με ὡς βέλος ἐκλεκτόν· ὁ γὰρ λογὸς Θεοῦ τυγχάνει ἐνεργὴς, ἔστιν καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ὡς ὁ θεσπέσιος ἐδίδαξεν ἀπόστολος. Εὐλογώτατα δ' ἂν αὐτῷ μόνῳ λεχθείη ὑπηκόῳ γενομένῳ τῷ Πατρὶ μέχρι καὶ θανάτου τὸ, δοῦλός μου εἶ σὺ Ἰσραὴλ, καὶ ἐν σοὶ ἐνδοξασθήσομαι· τὸ δὲ, καὶ ἐγὼ εἶπα κενῶς ἐκοπίασα, καὶ τὰ ἑξῆς, λέγοιτ' ἂν ὑπὸ τοῦ Σωτῆρος διὰ τὸ σπάνιον τῶν κατὰ τὸ εὐαγγέλιον αὐτοῦ βιούντων. Καὶ ἐπειδήπερ οὐκ ἦλθεν εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, καλῶς προηγουμένως μὲν λέγεται ἐπιδεδημηκέναι, τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ, καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι· ἑπομένως δὲ, διὰ τὸ μὴ παραδέξασθαι αὐτὸν τοὺς ἐξ ἐκείνων πάντας, ἐπιφέρεται ὡς πρὸς αὐτὸν, ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Προστάττει δὲ ἡμῖν μετὰ ταῦτα 212 Κύριος ὁ Θεὸς καὶ Πατὴρ, ὁ ῥυσάμενος αὐτὸν ἀπὸ πάντων τῶν ἐπισυναχθέντων κατ' αὐτοῦ, ἁγιάζειν αὐτὸν, λέγων, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· οὗτος γὰρ ὡς ἀληθῶς ἐφαύλισε τὴν ψυχὴν ἑαυτοῦ, κενώσας ἑαυτὸν, καὶ γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τὰς ἁμαρτίας τὰς ἡμετέρας ἀναλαβὼν, αἰσχύνης γε μέχρι θανάτου καὶ θανάτου σταυροῦ καταφρονήσας. Μετὰ ταῦτα φησὶ τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· καὶ δὴ σαφὲς ὅπως οἱ τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου δεδουλωμένοι, οὐ μόνον κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ ἐβδελύξαντο αὐτὸν εἰπόντες, καὶ βαρὺς ἡμῖν ἐστι καὶ βλεπόμενος, ἀλλ' ἔτι καὶ νῦν βδελύσσονται, ἀνατρέπειν αὐτοῦ τὴν διδασκαλίαν πειρώμενοι. Τοῦτον οὖν ὁ Κύριος ἁγιάζειν προστάττει, τὴν ἔνδοξον αὐτοῦ παρουσίαν προσημαίνων. Ὅτι δὲ περὶ τῆς ἐξ ἐθνῶν κλήσεως προθεσπίζων ὁ λόγος τὴν ἑξῆς ἐπιφέρει προφητείαν, τὴν ἀπὸ τοῦ, ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, καὶ τὰ ἑξῆς, ἅπερ ἐπιπλεῖον βασανίζειν πνευματικώτερα ὄντα, καὶ κατὰ μόνην διάνοιαν ἀποδιδόμενα, οὐ τῆς παρούσης πραγματείας τυγχάνει. Ψ. ΚΕʹ. Οὕτως λέγει Κύριος· Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· δι' ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος ὁ ὑπακούων· μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; 213 ἢ οὐκ ἰσχύει τοῦ ἐξελέσθαι; Ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει. Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ· Κύριος Κύριος δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι πρωῒ πρωΐ· προσέθηκέν μοι ὠτίον ἀκούειν, καὶ ἡ παιδεία Κυρίου ἀνοίγει μου τὰ ὦτα· ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω· τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων· καὶ Κύριος Κύριος βοηθός μου ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου ὡς ἑτερὰν στερεὰν πέτραν· καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ· ὅτι ἐγγίζει μοι ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι; ἐγγισάτω· ἰδοὺ Κύριος Κύριος βοηθεῖ μοι, τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον