1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

111

τὸν ∆ία ἐξιλάσασθαι· πρός τε τὰς ἡμικάκους τύχας ὁ τεχνίτης ἐκέρασεν τὸ λόγιον, ὡς δὴ τοῦ ∆ιὸς τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, 5.24.8 τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος. τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπραξαν ἄν τι πάντως οἱ τοσοῦτοι; ἀλλ' ἐγώ, φησίν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. συμβούλευμα σύ γε, ἀλλ' οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ φεύγειν μηδὲ μένειν μηδ' αἰδεῖσθαι κακὸν εἶναι. 5.24.9 ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν, ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγίνετο, ἐπεὶ καὶ ὁ ἄμαντις αὐτὸς ἐγὼ τοῦτο αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἄν, οὐ μόνον τὸν Λυδόν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα· ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη 5.24.10 καὶ πεζὸς ἐπέρχεται. ὅτι δὲ ναυσίν, ἀλλ' οὐ κατ' ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικὸν καὶ ἐπὶ θαλάσσης κατοικοῦντας μὴ οὐ πασσυδὶ σκευωρησαμένους καὶ τροφὰς ὅσας εἶχον συνεμβαλομένους σῴζεσθαι, παραδόντας τοῖς βουλομένοις τὴν γῆν.» 5.24.11 Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους. ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους· ἤτοι γὰρ πᾶσα, φησίν, ἡ πόλις πολιορκηθήσεται ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. τοῦτο δ' ἐξ ἅπαντος εἰκὸς ἦν παντί τῳ στο5.24.12 χάζεσθαι, τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι. ἀλλ' οὐ δήπου θεοῦ ἦν μάντευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον καὶ σωτῆρα τῶν Ἑλλήνων ἐν καιρῷ παραφαίνεσθαι καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην τοῖς Ἕλλησιν ὡς ἂν οἰκείοις φίλοις προξενεῖν· ἢ εἰ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτοὺς μηδὲ ἁλῶναι παρέχειν. ὁ δὲ οὐδὲ τοῦτο, ἀλλ' οὐδ' ὅπως αὐτοῖς τὰ τῆς ἥττης περιστήσεται γινώσκει. διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος ἄκουε· 5.25.1 «Ἀλλ' οὐ δεῖ Λακεδαιμονίοις, φήσεις, ταὐτὸν παραινεῖν. ἀληθῆ λέγεις. οὐ γὰρ ἠπίστασο, ὦ σοφιστά, οἷ χωρήσει τὰ τῆς Σπάρτης, ὥσπερ τὰ τῆς Ἀττικῆς. ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύῃς αὐτοὺς φεύγειν κἄπειτα οἱ μὲν 5.25.2 φεύγοιεν, οἱ δὲ μὴ ἐπέλθοιεν. ἐπεὶ οὖν ἔδει τι λέγειν, οὕτως εἶπας τοῖς Λακεδαιμονίοις· ὑμῖν, ὦ Σπάρτης οἰκήτορες εὐρυχόροιο, ἢ μέγα ἄστυ ἐρικυδὲς ὑπ' ἀνδράσι Περσεΐδῃσι πέρσεται, ἢ τὸ μὲν οὐχί, ἀφ' Ἡρακλέος δὲ γενέθλης πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρον. 5.25.3 πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. ἀλλ' ἐῶμεν αὐτόν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ 5.25.4 ἐπισκοπῶμεν. εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν τηλικούτῳ κινδύνῳ, σὺ δ' αὐτοῖς καὶ τῶν μελλόντων μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. καὶ σὲ μὲν ἐκεῖνοι πιστόν, σὺ δ' αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶναι καὶ ὁ καθεστὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς ∆ελφικὰ καὶ ∆ωδωναῖα σοφιστήρια, ἀλλ' ἤδη καὶ ἐπὶ τὰ κριθομαντεῖα καὶ 5.25.5 ἀλευρομαντεῖα καὶ τοὺς ἐγγαστριμύθους. πιστοὶ δὲ οὐ μόνον οἱ θεοὶ τηνικαῦτα, ἀλλ' ἤδη καὶ αἱ γαλαῖ καὶ αἱ κορῶναι καὶ τὰ καθύπνια παραπαίσματα. οὔκουν ἄδηλον ὅτι οὔτ' ἂν ἀμφότερα μᾶλλον ἐδέξαντο ἢ τὸ ἕτερον οὔτ' ἂν τὸ μεῖζον ἀντὶ 5.25.6 τοῦ μείονος, μεῖον δὲ εἶναι ἕνα ἀντὶ πάντων πταίειν τὸν βασιλέα. μετὰ μὲν δὴ τῆς πόλεως πιπτούσης οὐδεμία οὐδ' αὐτῷ ἀποφυγή· εἰ δ' αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. λείπεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ οἴκοι μένον5.25.7 τας ἔξω κινδύνων καραδοκεῖν· τῷ μὲν οὖν μετ' ὀλίγων ἐναντίῳ ἱσταμένῳ πρὸς τὸν ἄπειρον ὄχλον ὄλεθρος προφανής, ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχεν τοῦ φόβου καὶ παραδόξους ἐλπίδας· μηδὲν δὲ ἧττον ἀφώρατον εἶναι τὸ σό5.25.8 φισμα καὶ διαφυγούσης καὶ ἁλούσης. τί δή ποτε; ὅτι οὐκ εἴρητο μὰ ∆ία εἰ ὁ βασιλεὺς ἀποθάνοι, ἡ πόλις σωθήσεται, ἀλλ' ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ