ὀδόντων λευκὴ προλάμπει χρόα, οὐ μὴν καὶ ἑτεροία τις, ὃ δὴ πάσχειν ἡ μαργαρῖτις οἶδε λίθος, περὶ ἧς φέρεται, ὅτι τε καὶ ἀρσενικῶς προφέρεται καὶ ὅτι ἀπὸ τοῦ μαίρειν γίνεται, καθὰ καὶ ὁ παρὰ Μενάνδρῳ δίχα τοῦ ˉσ μάραγδος, καὶ ὅτι ἡ μέν ἐστι χρυσοειδὴς σφόδρα, ὥστε μὴ ῥᾴδιον εἶναι διαγνῶναι αὐτήν, εἰ παρατεθῇ χρυσίῳ, ἡ δὲ ἀργυροειδής, ἡ δὲ τελείως λευκή, ὁμοία ἰχθύων ὀφθαλμοῖς. γίνεται δέ, φασίν, ἐν σαρκὶ ὀστρέου, καθὰ ἐν ὑείοις κρέασιν αἱ χάλαζαι. ἀφ' ὧν ῥῆμα τὸ χαλαζᾶν, ἃς δὴ χαλάζας ὀρόβους οἱ ἰδιῶταί φασι. διαφέρει δέ, φασίν, εἰς διαύγειαν καὶ καθαρότητα καὶ μέγεθος ὁ ἐκ τῆς ἐμβυθίου πίννης 3.225 μάργαρος. ὡς δὲ καὶ ἑτεροῖον ὄστρακον χαλαζᾷ κατὰ τὸν Κωμικὸν εἰπεῖν χαλάζαις τοιαύταις, καὶ ὅτι βέρβερι παρὰ Ἰνδοῖς ἐκεῖνο καλεῖται ἀλλαχοῦ δηλοῦται σαφῶς. καὶ τοῦτο μὲν οὕτω.] Τὸ δὲ «γναμπτῇσι γένυσιν» ἐτυμολογία ἐστὶ τοῦ γαμφηλαί, ἵνα ἐμφήνῃ, ὡς αἱ γένυς καὶ γαμφηλαί εἰσι, καὶ ἔστι καὶ τοῦτο γοργότητος μέθοδος. [Ἐκ τοῦ γνάμπτω δὲ ἡ γναμπτή, ὅ ἐστιν ἡ καμπτή. Ὃ δὴ γνάμπτω πλεονασμὸν ἔσχε τοῦ μῦ πρὸς διαστολὴν τοῦ γνάπτω, ὡς βάπτω, τοῦ καὶ κνάπτω λεγομένου, ὧν ἐκ τοῦ γνάπτω μὲν τὸ γναφεύειν κοινότερον καὶ ὁ γναφεύς, ἐκ δὲ τοῦ κνάπτειν τὸ κναφεύειν καὶ ὁ κναφεὺς τῶν ὑφαινομένων ἢ πλεκομένων, ἤδη δὲ καὶ ὁ ὁμώνυμος αὐτῷ ἰχθύς. Ἱστορεῖται γὰρ ἰχθὺς κναφεύς, οὗ τὸ ἐκ τῆς ἑψήσεως ὑγρόν φασι πάντα σπῖλον καθαίρει.] (ῃ. 417) Τὸ δὲ κτύπον, ὃν ὁ κάπρος ἀποτελεῖ θήγων ὀδόντα, πάνυ ἐπιτυχῶς ὀνοματοποιήσας κόμπον εἶπεν. ἐντεῦθεν δὲ κατὰ μεταφορὰν καὶ ἐπὶ φλυαρίας ἀλαζονικῆς ὁ κόμπος καὶ τὸ κομπάζειν καὶ τὸ κομπεῖν λέγεται. Ἐπαινεῖται δ' ἐνταῦθα πρὸς τῶν παλαιῶν καὶ ἡ φράσις τοῦ θήγων λευκὸν ὀδόντα ἐν γένυσι καὶ ἑξῆς. φασὶ γὰρ ὡς οὐκ ἐπὶ τὸ δακεῖν ὁρμᾷ, ἵνα διὰ τοῦτο ἀναστέλλῃ τὰς γένυς ἀλλὰ παρατρίβει αὐτάς, μόνῃ τῇ ἐμβολῇ ἀμυνόμενος. τινὲς δὲ καὶ τὸ «ἀμφί τ' ἀΐσσονται» οὐκ ἐπὶ τῶν κυνῶν καὶ τῶν αἰζῃῶν ἐνόησαν, ἀλλ' ἐπὶ τῶν γενύων, ἴσως δὲ τοῦτο οὐ πάνυ ὀρθῶς. σκοπητέον δέ, εἴπερ οἱ τὰ τοῦ Ὁμηρικοῦ καπρίου ποιοῦντες ὀδοντομάχαι σύες ἐλέγοντο παρὰ τοῖς παλαιοῖς. Τῶν δὲ ὀδόντων κοινὴ μὲν εὐθεῖα ὁ ὀδούς, εὕρηται δὲ καὶ ὁ ὀδών. ἐξ οὗ καὶ προόδων κατὰ Παυσανίαν ὁ τοὺς ὀδόντας ἐξωτέρω ἔχων τοῦ δέοντος, καὶ ὁ χαυλιόδων, καὶ ὁ ἀμφόδων, καὶ ὁ χαλκόδων, καὶ τὰ τοιαῦτα. Ἰακὸν δέ 3.226 φασιν ὁ ὀδών, ὅθεν καὶ ὀδόντισμα διάλεκτος αὐλητικὴ ἢ κροῦμά τι. (ῃ. 418) Τὸ δὲ «ἄφαρ» ὅτι τε ἀπὸ τοῦ ἅπτω γίνεται, ἤγουν ἐκ τοῦ ἐκεῖθεν ἧφα παρακειμένου, καὶ ὅτι ὡς Αἰολικὸν ψιλοῦται, καὶ ὅτι τέσσαρα σημαινόμενα δηλοῖ, ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς. (ῃ. 419) Τὸ δὲ «∆ιῒ φίλον» ἀναφωνεῖ δεξιῶς, ὡς οὐ πεσεῖται ἄρτι Ὀδυσσεὺς διὰ τὸν φίλον ∆ία. (ῃ. 424) Ὅτι πρότμησιν οἱ μὲν αὐτόν φασι τὸν ὀμφαλόν, ὡς οἱ περὶ Παρμενίσκον, διὰ τὸ πρῶτον τέμνεσθαι γεννωμένου τοῦ βρέφους, ἢ ἐπεὶ κατ' αὐτὸν εἰς δύο τέμνεται μέσος ὁ ἄνθρωπος. Ἕτεροι δέ, ὡς καὶ οἱ περὶ Ἀρίσταρχον, πρότμησίν φασι τὸν ἀπὸ τῆς ἥβης τόπον ἄχρι τοῦ ὀμφαλοῦ, ὃν καὶ ἦτρον καλοῦμεν. Ὁ δὲ Θρᾷξ ∆ιονύσιος τὴν ὀσφὺν οὕτω καλεῖ, ὅν φασιν οἱ παλαιοὶ ἐκπίπτειν τοῦ ὀρθοῦ, διότι οὐδαμοῦ ὀσφὺν ὁ ποιητὴς τιτρώσκει, ἐπειδὴ θεοῖς ἱέρωται ὡς ζωογονίας αἰτία καὶ σπέρματος. (ῃ. 423-5) Ἔστι δὲ ἡ λέξις τῶν ἅπαξ εἰρημένων τῷ ποιητῇ, εἰπόντι ὡς ἔνυξέ τινα Χερσιδάμαντα Ὀδυσσεὺς «δουρὶ κατὰ πρότμησιν, ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ», τουτέστιν ἀγκῶνι κατά τινας, μάλιστα δὲ καθ' ἑτέρους τῷ πλατεῖ τῆς χειρός, ἤγουν τῇ δρακί. κρεῖττον γάρ, φασί, τὴν δράκα οὕτω νοεῖν, ἔνθα περιάγονται τὰ ὀστᾶ τῶν δακτύλων ἢ ἄγνυνται κατὰ τὰς σκυταλίδας καμπτομένων. ἀγκῶνι γὰρ οὐδεὶς δράττεται. [(ῃ. 423) Ἰστέον δὲ ὅτι ὁ Χερσιδάμας, καθὰ καὶ ὁ Πολυδάμας καὶ ὁ Ἀδάμας καὶ ὁ Ἀκάμας καὶ ὁ Ἀθάμας, κανόνι βαρύνεται τοιούτῳ. Τὰ εἰς ˉαˉς λήγοντα ἐκτεταμένον ὑπὲρ δύο συλλαβὰς ὅτε ἔχει τὸ ˉα παραλῆγον, βαρύνεται. παρὰ τὸν ὀρθὸν οὖν, φασίν, λόγον περισπῶσιν οἱ Ἀττικοὶ τὸ ἀτταγᾶς, ὃς ἀτταγὴν κοινότερον λέγεται, κλινόμενος ἀτταγῆνος. διὸ καὶ τὸ παλαιὸν ἀτταγαὶ μὲν Ἀττικῶς, ἀτταγῆνες δὲ κοινῶς.] (ῃ. 426-37) Ὅτι καὶ Ὀδυσσεὺς ἀδελφοῖς