1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

111

ἐβασίλευσεν, ἡ δὲ βασιλεία καὶ Ἀσσυρίων ἐλέγετο διὰ τὸ εὐγενὲς καὶ παλαιὸν τῆς ἀρχῆς καὶ τὸ τῆς χώρας ὄνομα καὶ Μήδων διὰ τὸ ὄψιμον τῆς ἐξουσίας καὶ τὴν χώραν Μηδίαν λεγομένην. Σαλμανασὰρ δὲ καλῶς ἄν, οἶμαι, νοηθείη αὐτὸς οὗτος ὁ ἀπὸ Ἀρβάκου βασιλεύων Ἀσσυρίων καὶ Μήδων, ὃς ἦν τῶν Ἀσσυρίων μὲν ἀρχηγός, ὑπὸ δὲ τὴν ἡγεμονίαν ἄρτι κατατεταγμένος. οὕτω γάρ φασιν οἱ τὰ Βαβυ λωνιακὰ γράψαντες, ὅτι Ἀρβάκης τὴν βασιλικὴν προσηγορίαν καὶ τὸν πλοῦτον εἰς Μήδους μετήγαγεν, Ἀσσυρίων δὲ βασιλέα κατέστησε Βέλεσυν ὑπ' αὐτὸν δηλονότι. καὶ οὗτοι λοιπὸν ἦσαν κατὰ διαδοχὴν ὑπὸ Μήδους τεταγμένοι, ὥς τισι δοκεῖ, ἕως τοῦ ηʹ βασιλέως Ἀσσυρίων καὶ Μήδων ∆αρείου τοῦ καὶ Ἀστυάγους, ὃν Κῦρος καθελὼν εἰς Πέρσας τὴν βασιλείαν μετήνεγκεν, ὥς τισιν ἔδοξεν. ἕτεροί φασι μετὰ Σαρδανάπαλον κρατῆσαι καὶ τῆς Ἀσσυρίων ἀρχῆς Νίνον, ὥς που καὶ Κάστωρ ἐν τῷ κανόνι αὐτοῦ φησιν ὧδε· πρώτους μὲν οὖν τοὺς Ἀσσυρίων βασιλεῖς κατετάχαμεν, τὴν μὲν ἀρχὴν ἀπὸ Βήλου πεποιημένους, τῷ δὲ τὰ τῆς βασιλείας αὐτοῦ ἔτη μὴ παραδεδόσθαι σαφῶς τοῦ μὲν ὀνόματος μνημο νεύομεν, τὴν δὲ ἀρχὴν τῆς χρονογραφίας ἀπὸ Νίνου πεποιήμεθα, καὶ καταλήγομεν ἐπὶ Νίνον τὸν διαδεξάμενον τὴν βασιλείαν παρὰ Σαρδανα πάλου. Ἐκ δὲ τῶν ἐν τῇ θείᾳ γραφῇ μνημονευομένων ὀνομάτων φαίνονται τρεῖς ἀρχαὶ πρὸ τῆς Κύρου βασιλείας μετὰ Σαρδανάπαλον. ἕως γὰρ τούτου λόγος κρατεῖ Ἀσσυρίους ἄρχειν τῶν δύο λοιπόν, λέγω δὴ Μήδων καὶ Χαλδαίων, μετὰ δὲ Σαρδανάπαλον ποτὲ μὲν Μήδους ἄρχειν τῶν Ἀσσυρίων, ποτὲ δὲ Χαλδαίους. καὶ ἡ μὲν τῶν Μήδων ἀρχὴ ἤδη ἀνωτέρω ἡμῖν ἐν κανονίῳ ἐστοιχειώθη ἰδιάζοντι ἀπὸ Ἀρβάκου, ἡ δὲ τῶν Χαλδαίων λείπεται στοιχειωθῆναι, ἥτις ἀπὸ Σαλμανασάρ, ὃν καὶ Ναβονάσαρον καλοῦσι, λαμβάνεται παρά τε Χαλδαίοις ἐν τῇ τῶν ἀστέρων ψηφοφορίᾳ καὶ παρὰ τοῖς Ἑλλήνων μαθηματικοῖς, ὡς μαρτυρεῖ καὶ ὁ σοφώτατος Κλαύδιος Πτολεμαῖος ἐν τῇ μεγάλῃ συντάξει τῇ τῆς ἀστρονομίας τοῖς 244 ἀπὸ Ναβονασάρου χρώμενος ἔτεσιν, ἔν τε ταῖς τῶν δύο φωστήρων ἐποχαῖς συνόδοις τε καὶ πανσελήνοις καὶ ταῖς κατ' αὐτὰς συμβαινούσαις σεληνιακαῖς καὶ ἡλιακαῖς ἐκλείψεσιν, ἔν τε ταῖς τῶν πέντε πλανωμένων κατὰ μῆκος καὶ πλάτος ψηφοφορίαις καὶ τῶν λοιπῶν ἀπλανῶν ἀστέρων. πάντων γὰρ αὐτὴν ἀκριβεστέραν ὁμολογοῦσιν εἶναι, συνάγουσαν ἀπὸ τοῦ αὐτοῦ Ναβονασάρου ἐπὶ τὸ πρῶτον ἤτοι ζʹ ἔτος Ἀλεξάνδρου τοῦ Μακε δόνων καὶ Περσῶν καὶ πάσης σχεδὸν τῆς οἰκουμένης βασιλεύσαντος ἔτη υιθʹ, ἐπὶ δὲ τὴν τελευτὴν τοῦ αὐτοῦ Ἀλεξάνδρου ἔτη υκδʹ. Ἐπεὶ δὲ συμφωνεῖν ἀναγκαῖον ἡγησάμεθα δεῖξαι τοῖς καθ' ἡμᾶς ἔτεσι τοῦ κόσμου τὴν τῶν οὐρανίων κίνησιν, σύμφωνος δὲ καὶ τοῖς Χαλδαίων καὶ Ἑλλήνων σοφοῖς ὁ ἀπὸ Ναβονασάρου χρόνος μεμαρτύρηται, κοινή τις ἔστω ἀρχὴ τὸ δψμζʹ ἔτος, τὸ αὐτὸ ὑπάρχον τῷ πρώτῳ ἔτει Ναβονασάρου, ἵν', εἴ τις βουληθείη κατὰ τὰς ἐν τῇ μεγάλῃ συντάξει τοῦ μεγάλου Πτολεμαίου ἐκτεθειμένας γραμμικὰς ἢ κανονικὰς δείξεις ψηφοφορίαν τινὰ τῶν οὐρανίων φορῶν ἐπιλογίσασθαι, λαμβάνων τὰ ἀπὸ τοῦ δψμζʹ ἔτους τοῦ κόσμου, εἶτα ἀπὸ πρώτου ἔτους Ναβονασάρου μίαν καὶ τὴν αὐτὴν εὕροι ἐποχὴν μέχρι τελευτῆς Ἀλεξάνδρου τοῦ κτιστοῦ, καθ' ἣν κόσμου μὲν ἔτος εροʹ ὑπῆρχεν, ἀπὸ δὲ τοῦ πρώτου ἔτους Ναβονασάρου ἔτη γίνονται υκδʹ, ὡς προείρηται. τὰς μέντοι ἀπὸ τῆς τελευτῆς Ἀλεξάνδρου ψηφοφορίας τῶν ἀστέρων ὁ αὐτὸς φιλόσοφος ἐν προχείροις κανόσιν αυοςʹ ἐτῶν περιόδων ἤτοι ἀποκαταστάσει Αἰγυπτιακοῦ ἑνὸς ἔτους ἐξέθετο. πλὴν καὶ ἀπὸ τοῦδε τοῦ χρόνου ἤτοι ἀπὸ τῆς τελευτῆς Ἀλεξάνδρου καὶ τοῦ εροʹ κοσμικοῦ ἔτους; ἡνίκα ὁ ἀπὸ Φιλίππου τοῦ μετὰ Ἀλέξανδρον τὸν κτιστὴν χρόνος, τῶν προχείρων κανόνων τὴν ἀρχὴν εἴληφεν. εἴ τις βουληθείη σύνοδον, πανσέληνον ἢ ἄλλην τινὰ ψηφοφορίαν τῶν ἀστέρων ἐπιλογίσασθαι κατὰ τὴν προκειμένην ἀκριβῆ τῶν κοσμικῶν ἐτῶν ποσότητα, ἤγουν καὶ πασχουαλίων, ἄπταιστον εὑρήσει καὶ τὴν αὐτὴν ἀκριβῆ κατάληψιν τοῖς τε κατὰ