111
κρεῖσσον ἀπὸ ὕψους ἢ ἀπὸ γλώσσης πεσεῖν, ὑπὸ τῶν σοφῶν τινος καλῶς εἰρημένον, ἔργῳ διδαχθῶσιν, ὁρῶντες εἰς οἷον βάραθρον ἐξ ἀκρασίας περιπέπτωκας αὐτός· δεύτερον δὲ, τοῦ σὲ διὰ βίου φόβων καὶ κινδύνων ἀπαλλαγῆναι. εἰ γὰρ μὴ νῦν ἐνθάδε ἀχθεὶς ἐτύγχανες συγγνώμης, κατ' οὐδὲν ἀνεκτότερον ἂν ἔζης τοῦ Κάϊν βίον, στένων καὶ τρέμων ἐπὶ τῆς γῆς καὶ παρὰ παντὸς τοῦ προστυχόντος οἰόμενος αὐτίκα ἀπολεῖσθαι. νυνὶ δὲ συγγνώμης τυχὼν, ἡδέως βιώσεις καὶ ἀδεῶς, οὐδενὸς ἔτι δυναμένου τῶν εἰς ἐμὲ ἡμαρτημένων εὐθύνας ἀπαιτεῖν.» Τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς Μάρκον εἶπεν. οἱ παρόντες δὲ ἀλλόκοτον μέν τινα ὄψεσθαι ἰδέαν θανάτου προσδοκῶντες, ἔπειτα ἐξαίφνης παρὰ δόξαν τὸν εἰς τὸν Μάρκον τοῦ βασιλέως ἔλεον καὶ τὴν σώζουσαν ψῆφον ἰδόντες ἐξενηνεγμένην, ἐθαύμαζόν τε τῆς συμπαθείας τὸν βασιλέα καὶ τῷ Μάρκῳ συνέχαιρον τῆς σωτηρίας, καὶ οἰκείαν ἕκαστος οἰόμενοι τὴν εὐεργεσίαν, σοὶ προσήκειν ἔλεγον, βασιλεῦ, πατέρα τὸν θεὸν ἐπικαλεῖσθαι καὶ μετὰ παῤῥησίας τῶν ἡμαρτημένων τὴν συγγνώμην αἰτεῖν, ὡς ἀφιέντι τῷ προσκεκρουκότι τὰ ὀφειλόμενα. τούτων καί τινων ἑτέρων τοιούτων ὑπὸ τοῦ πλήθους εἰρημένων, σὺν ἐκπλήξει καὶ χαρᾷ ὁ σύλλογος διελύθη. βʹ. Βασιλεὺς δὲ τὸ καὶ τοὺς τῷ πατριάρχῃ προσκεκρουκότας ἀρχιερέας μὴ τυχεῖν συγγνώμης ἡγούμενος οὐκ ἀνεκτὸν, 1.317 τὸν μέγαν δομέστικον ἔπεμψε πρὸς τὸν πατριάρχην διαλεξόμενον μὲν αὐτῷ καὶ ὡς ἐξ αὐτοῦ ὑπὲρ τῆς πρὸς τοὺς ἀρχιερέας διαλλαγῆς, καὶ ἀφ' ἑαυτοῦ δὲ καθ' ὅσον ἂν οἷόν τε ᾖ ἐπιμελησόμενον τῆς εἰρήνης. ὃς πρὸς πατριάρχην ἐλθὼν καὶ πολλὰ πολλάκις ὑπὲρ τῶν ἀρχιερέων δεηθεὶς, ἐπεὶ ἤνυε μηδὲν, ἀλλ' ἀπαραιτήτως ὁ πατριάρχης εἴχετο τῆς ὀργῆς καὶ οὐδ' ἂν εἴ τι γένοιτο συγγνώμην ἔλεγε παρασχεῖν, εἰ μὴ δίκην δοῖεν πρότερον τῶν τετολμημένων· καὶ οὐδὲ ἀδικεῖν ἔλεγεν εἰ ἐπὶ δίκην προκαλεῖται· ὑπολαβὼν ὁ μέγας δομέστικος, «ἀλλ' οὐκ ἂν εἴη σοί τε κἀκείνοις ἐξ ἴσου τὰ τῆς δίκης» ἔφη «εἰ σὺ μὲν καθεδῇ δικάζων τε ἅμα καὶ ἐγκαλῶν, αὐτοὶ δὲ τῷ αὐτῷ διαιτητῇ τε ἅμα ἀναγκάζοιντο χρῆσθαι καὶ κατηγόρῳ. εἰ δὲ μὴ παρόψεσθαι τὸ δίκαιον αὐτῶν, μήτε μὴν ὀργῇ μᾶλλον ἢ αὐτῇ τῇ δυνάμει τοῦ δικαίου τὰ πράγματα δικάσειν ἐπαγγέλλῃ, ἀπαντήσουσιν ἐπὶ τὸ δικαστήριον ἡμέρᾳ τακτῇ.» ὁ πατριάρχης δὲ «τὸ μὲν ἐμοὶ τὴν δίκην προσήκειν τῶν τοιούτων καὶ τοῖς λοιποῖς ἀδελφοῖς τοῖς ἀρχιερεῦσιν, οὐκ ἂν οὐδ' αὐτὸς» εἶπεν «ἀρνηθείης. ὅτι δὲ αὐτὸς ὡς ἠδικημένος εἰς δικαστήριον ἕλκω νῦν, οὐ δικαστὴς, ἀλλὰ κρινόμενος καθεδοῦμαι, τῶν ἄλλων δικαζόντων ἀρχιερέων. εἰ δ' ἄρα δικάζοιμι καὶ αὐτὸς, μή ποτε τοσοῦτον μανείην, μηδ' ἀτοπίας εἰς τοσοῦτον ἐξελάσαιμι, ὥστε ὀργῇ δικάζειν καὶ μὴ τοῖς ὀρθοῖς περὶ τῶν πραγμάτων λογισμοῖς, καὶ μάλιστα νυνὶ, ὅτ' οὐχ ὑπὲρ ἑτέρου, ἦν γὰρ ἄν τις συγγνώμη, ἀλλ' ὅτε περὶ ἐμαυτοῦ τὴν ψῆφον ἐξάγειν μέλλω.» καὶ τάξαντες ἡμέραν ἐν ᾗ παρέσονται πάντες οἱ ἀρχιερεῖς, 1.318 ὡς τῆς δίκης ἐσομένης, ὁ μέγας μὲν δομέστικος τῷ πατριάρχῃ συνταξάμενος, οἴκαδε ἀπεχώρει· ὁ πατριάρχης δὲ πρὸς τοὺς παρόντας ἀγνοεῖν ἔφη ὅ,τι τῷ μεγάλῳ δομεστίκῳ τὴν πρὸς τὴν δίκην ἐπαγγελίαν νοεῖν, ἢ τίνι θαῤῥοῦντα πρὸς τὴν δίκην ἀπαντήσεσθαι τοὺς ἀρχιερέας φάναι, οὕτως αὐτοκατακρίτους ὄντας, εἰ μή τι καινότερον ἐπινενόηται αὐτῷ. οἱ παρόντες δὲ, οἱ μὲν οὐδ' αὐτοὶ ἔφασαν τί δύνασθαι συνεῖναι, οἱ δὲ ὑπώπτευον, μὴ οὐκ ἀληθῆ τὴν περὶ τῶν πραγμάτων ἔσχεν ἀπαγγελίαν, ἀλλ' ὑπὸ πολλῶν καὶ συνεχῶν περιῤῥεόμενος φροντίδων, οὐκ ἀκριβῆ τὴν ἐξέτασιν ἐποιήσατο τῶν ἀκουσθέντων. οὐ γάρ ἐστιν εἰκὸς πυθόμενον περὶ αὐτῶν, ὡς ἐπ' οὐδεμιᾷ προφάσει, ἀλλὰ μόνῃ τῇ προστάξει πειθόμενοι βασιλέως, αὐτόν τε ἐξήλασαν ἐλθόντες τῆς ποίμνης δι' ἑαυτῶν παρὰ πάντα τὸν τοῦ δικαίου λόγον καὶ κατέκλεισαν ἐν φρουρᾷ ὥσπερ τινὰ τῶν ἐπὶ δεινοτάτοις ἑαλωκότων, αὐτοί τε ὑφ' ἑαυτοῖς ἐποιήσαντο τὴν ἐκκλησίαν καὶ τὰ μέγιστα ἀδικοῦντες καὶ πλεονεκτοῦντες ἐδίδασκον τὸν λαὸν περὶ ἀρετῆς, μὴ δὲ ἐρυθριῶντες, ἀλλὰ καὶ σεμνυνόμενοι τῇ ἁρπαγῇ, ἐπαγγέλλεσθαι αὐτοὺς ἀπαντήσειν εἰς τὴν δίκην· αὐτὸς γὰρ ἂν αὐτῶν ἁπάσαις πρότερον κατέγνω. ὁ