111
εὐνούχῳ ἐγνώρισε, καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως τῇ ̓Εσθὴρ ἐνετέλλετο. ἡ δὲ μαθοῦσα ταῦτα δηλοῖ αὐτῷ οτι, μὴ κληθεῖσα παρὰ τοῦ βασιλέως, δέδοικεν ὡς ἀποθανεῖται, εἰ ακλητος αὐτῷ προσέλθοι. Μαρδοχαῖος δὲ ἐδήλου αὐτῇ μὴ τὴν ἰδίαν σωτηρίαν σκοπεῖν, ἀλλὰ τὴν τοῦ εθνους· εἰ δ' ου, εσεσθαι μὲν πάντως ἐκείνῳ βοήθειαν ἐκ θεοῦ, αὐτὴν δὲ καὶ τὸν πατρῷον οικον αὐτῆς διαφθαρήσεσθαι. ἡ δὲ ἐνετέλλετο αὐτῷ εἰς Σοῦσα πορευθέντι παρασκευάσαι τοὺς ἐκεῖ ̓Ιουδαίους νηστεῦσαι τρεῖς ἡμέρας 1.279 ὑπὲρ αὐτῆς. καὶ Μαρδοχαῖος μὲν ουτως ἐποίησεν, ἡ δ' ̓Εσθὴρ ῥίψασα κατὰ γῆς ἑαυτὴν μετὰ πενθίμου ἐσθῆτος καὶ ατροφος ἐπὶ τρισὶν ἡμέραις διαμείνασα ἐδέετο τοῦ θεοῦ. μετὰ δὲ τὰς τρεῖς ἡμέρας κόσμον μεταμφιασαμένη βασίλειον, σὺν δυσὶ θεραπαινίσιν, ων τῇ μὲν κούφως ην ἐπερειδομένη, ἡ δὲ τὸ βαθὺ τοῦ χιτῶνος καὶ μέχρι τῆς γῆς κεχυμένον ακροις ἀπῃώρει δακτύλοις, ηκε πρὸς τὸν κρατοῦντα, εἰσῄει δὲ μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τοῦ θρόνου βασιλικῶς καθεζομένου ἐγένετο, προσιδόντος αὐτὴν βλοσυρῶς, πάρεσις ὑπὸ δέους λαμβάνει αὐτήν, καὶ τῇ παρὰ πλευρὰν ἰούσῃ ἐπέπεσεν ἀχανής. ὁ δὲ βασιλεὺς δείσας περὶ τῇ γυναικί, τοῦ θεοῦ προμηθευσαμένου τοῦτο, ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζόμενος καὶ θαρρεῖν ἐγκελευόμενος καὶ τὴν ῥάβδον ἐκτείνας αὐτοῦ τὴν χρυσῆν καὶ τὸ σκῆπτρον ἐνθέμενος ταῖς χερσὶν αὐτῆς. ἡ δὲ ἐντεῦθεν ἀναθαρσήσασα ἐφ' ἑστίασιν αὐτὸν μετὰ τοῦ ̓Αμὰν πρὸς αὐτὴν ἠξίου ἐλθεῖν. ὡς δὲ ἐπένευσε, καὶ παρῆσαν, ἐκέλευεν ἐκείνῃ ὁ βασιλεὺς δηλοῦν ο,τι βούλεται· μηδενὸς γὰρ ἀτευκτήσειν. ἡ δὲ εἰς τὴν ἐπιοῦσαν φράζειν αὐτῷ τὴν βούλησιν ελεγεν, εἰ πάλιν πρὸς αὐτὴν μετὰ τοῦ ̓Αμὰν ἐφ' ἑστίασιν ελθοι. τοῦ δὲ βασιλέως ὑποσχομένου περιχαρὴς ὁ ̓Αμὰν ἐξῄει· καὶ ἰδὼν τὸν Μαρδοχαῖον ἐν τῇ αὐλῇ ἠγανάκτησεν οτι μὴ αὐτῷ προσεκύνησε. καὶ οικοι ἐλθὼν πρὸς τὴν γυναῖκα καὶ τοὺς φίλους διηγεῖτο οιας καὶ παρὰ τῆς βασιλίσσης ἀπολαύει τιμῆς καὶ ὡς αχθεται τὸν Μαρδοχαῖον βλέπων ἐν τῇ αὐλῇ. τῆς δὲ γυναικὸς αὐτοῦ φησάσης κελεῦσαι κοπῆναι ξύλον πεντήκοντα πήχεων, καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι 1.280 τὸν Μαρδοχαῖον, τὴν γνώμην ἀποδεξάμενος προσέταξε τοῖς οἰκέταις ξύλον ἑτοιμάσαι καὶ στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίου. Καὶ τὸ μὲν ην ετοιμον· ὁ δὲ θεὸς τῆς νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν υπνον τοῦ βασιλέως. ὁ δὲ ἀγρυπνῶν τὸν γραμματέα κομίσαντα τῶν ἰδίων πράξεων τὰ ὑπομνήματα ἀναγινώσκειν ἐκέλευσε. καὶ ἀναγινωσκομένων εὑρέθη μηνυτὴς Μαρδοχαῖος γενόμενος τῷ βασιλεῖ ἐπιβουλῆς εὐνούχων. φράσαντος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβάντος ἐφ' ἑτέραν πρᾶξιν, ἐπέσχεν ὁ βασιλεύς, πυθόμενος εἰ εχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὡς δ' ηκουσε μηδὲν ειναι, τίς ειη τῆς νυκτὸς ωρα ηρετο· μαθὼν δὲ ὡς ορθρος ηδη ἐστίν, ἐκέλευσε τῶν φίλων ον αν πρὸ τῆς αὐλῆς ευρωσιν εἰσκαλεῖν. εὑρέθη δὲ ὁ ̓Αμάν, ταχύνας ινα τὸν Μαρδοχαῖον αἰτήσηται. κληθέντι δὲ ειπεν ὁ βασιλεύς "συμβούλευσόν μοι πῶς αν τιμήσαιμί τινα στεργόμενον ὑπ' ἐμοῦ." ὁ δὲ λογισάμενος, ην αν δῷ γνώμην, ὑπὲρ ἑαυτοῦ ταύτην δώσειν, στέργεσθαι γὰρ αὐτὸν ὑπὸ τοῦ βασιλέως τῶν αλλων μᾶλλον, "εἰ βούλοιο" εφη "τοῦτον δοξάσαι, ποίησον ἐφ' ιππου βαδίζειν τὴν αὐτήν σοι ἐσθῆτα φοροῦντα καὶ περιαυχένιον χρυσοῦν εχοντα, καὶ προϊόντα τῶν ἀναγκαίων σου φίλων ενα κηρύσσειν δι' ολης τῆς πόλεως οτι ταύτης τυγχάνει τῆς τιμῆς ον αν βασιλεὺς τιμήσῃ." ἡσθεὶς ουν τῇ παραινέσει ὁ βασιλεύς "ἐπιζήτησον" φησί "Μαρδοχαῖον τὸν ̓Ιουδαῖον, καὶ δοὺς ἐκείνῳ τὸν ιππον καὶ τὴν στολὴν καὶ τὸ στρεπτόν, προάγων αὐτοῦ κήρυττε· σὺ γάρ μοι φίλος ἀναγκαιότατος. ταῦτα δὲ αὐτῷ παρ' ἐμοῦ εσται σώσαντί μου τὴν ψυχήν." τούτων ἀκούσας συνεχύθη, καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ομως 1.281 εξεισιν αγων τὸν ιππον καὶ τὴν πορφύραν καὶ τὸ στρεπτόν. καὶ τὸν Μαρδοχαῖον πρὸ τῆς αὐλῆς εὑρὼν σάκκον ἐνδεδυμένον ἐκέλευεν ἐνδύσασθαι τὴν πορφύραν. ὁ δέ "κάκιστε" ειπεν "ἀνθρώπων, ουτως ἡμῶν ταῖς συμφοραῖς ἐγγελᾷς;"