111
ἐπιστολή· αὐτὸ τὸ γράμμα· τὸ σύγγραμμα· τὸ ζωγράφημα· καὶ ἡ τῶν παίδων ἀγωγὴ, ητις περὶ ψήφους καὶ χαρακτῆρας τῶν στοιχείων γίνεται. Γράμματα. οἱ χαρακτῆρες τῶν στοιχείων παρὰ τὸ γράφεσθαι, ο ἐστι ξέεσθαι. Γράμμα πεζόν. τὸ ̓Ιουδαϊκὸν καὶ σκιῶδες, ὡς μὴ ἐπαγγελλόμενον βασιλείαν οὐρανῶν. gamma.455 Γράμματα, οτε γράφονται· διὰ τὸ τυποῦσθαι γραμμαῖς καὶ ξυσμοῖς. στοιχεῖα δὲ, οτε ἀναγινώσκονται. Γραμματείδιον καὶ γραμματεῖον. τὸ συμβόλαιον. Γραμμάτιον δὲ, τὸ μικρὸν γράμμα, ˉι. Γραμματείου. διδασκαλίου. ατε προηγούμενος ἀνελπίστως, ἐκ τοῦ γραμματείου καὶ τῆς τοιαύτης διαθέσεως πολὺς ἐπέπνει. Γρῖφον. δύσκολον η ζήτημα αἰνιγματῶδες. ενθεν καὶ τὸ κέρδος γρίπισμα φασὶ, παρὰ τὸ ἀγρεύειν, ο ἐστι ζητεῖν· οπερ παρακολουθεῖ τῇ αγρᾳ. λέγεται ουν καὶ γρῖφος ἀρσενικῶς, τὸ δύσκολον αινιγμα. ιστων γὰρ φιάλην, γέμουσαν οινων, καὶ ελεγον αἰνίγματα ἐν τοῖς συμποσίοις ἀλλήλοις· καὶ εἰ ἐπελύσατο ὁ ἀπορηθεὶς, επινε τὸν οινον. Γρίπισμα. ποτικὸν ζήτημα η ἐπιτραπέζιον ᾳσμα. Γρῦ. τὸ βραχὺ, τὸ τυχόν. ενιοι δὲ τὸν ἀπὸ τῶν ὀνύχων ῥύπον η ειδος μικροῦ νομίσματος. Γρυπόν. καμπυλόῤῥινον. ὀξύῤῥινον. γρυπὸν καὶ γρυπός. ῥὺβ ἐστὶ τὸ ἐπικαμπὲς παρὰ Αἰολεῦσιν, ητοι ῥαιβός· καὶ τροπῇ τοῦ ˉβ εἰς ˉπ, πλεονασμῷ τοῦ ˉγ, γρυπός. η παρὰ τὸ ῥέπω ῥεπὸς καὶ γρυπός· ἡ ἐφ' ἑνὶ τῷ μέρει ῥέπουσα ῥίν. Γράμμα πεζόν. ἡ βασιλικὴ κέλευσις. ουτως ὁ θεόλογος· εἰς ον οὐ τὸ γράμμα εἰσάγει τὸ πεζόν. *Γρηΐδιον. τὸ γραΐδιον.* gamma.456 ( ̔Ρῆμα.) Γράφεται. ἀντὶ τοῦ γράφει καὶ ἀντὶ τοῦ κατηγορεῖ. γράφεσθαι καὶ τὸ ξύεσθαι, παρὰ τὸ γράπτω τὸ κοιλαίνω. Γράψαι. κοιλάναι. διασκάψαι. Γράψομαι. κατηγορήσω. Ἀριστοφάνης· -γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν ̔Ελλάδα. Γριπίζω. τὸ κερδαίνω. Γριπεῦσαι. ἰχθῦς θηρεῦσαι. καὶ γριπεὺς ὁ ἁλιεὺς, καὶ γρῖφος τὸ δίκτυον. Γρύξαι. κράξαι. Γρύζω. θρηνῶ. καὶ τὸ τῇ φωνῇ ὑποκλέπτειν καὶ λαλεῖν. Γρυλλίζειν καὶ γρύζειν. ἐπὶ χοίρων. Γρυπανίζειν. σείεσθαι τὴν γῆν βαλλομένην ὑπὸ σεισμοῦ. ̓Αντιφῶν· καίων γὰρ τὴν γῆν καὶ συντήκων γρυπάνων ποιεῖ. καὶ σεισμὸς γάρ φησι γέγονε καὶ εγρυπεν ἡ γῆ. Γρυπαίνειν. τὸ γρυποῦσθαι. οιον ἐπὶ τῶν ἁπαλῶν ξυλιφίων, οταν κάμψαντες ἀφῶμεν αὐτά. Γρυῶ. τὸ προσφωνῶ. Γρῶ. τὸ ἐσθίω. Γράφω. τὸ ἐπιστέλλω, μετὰ δοτικῆς. εἰ δὲ σημαίνει τὸ κατηγορῶ, μετὰ αἰτιατικῆς. Τὸ Γ μετὰ τοῦ Υ. ( Ἀρσενικόν.) Γύγησ. κύριον. Γύγου δακτύλιοσ. ἐπὶ τῶν πολυμηχάνων καὶ πανούργων. gamma.457 Γύησ. μέτρον γῆς, καὶ μέρος ἀρότρου. Ομηρος ἐν συνθέσει πεντηκοντόγυον. καὶ ̔Ησίοδος, οιον· πρίνου δὲ γύην, βόε- παρὰ τὸ γαῖα γίνεται γύη, ιν' ῃ ἡ γύη, τῆς γύης· καὶ μεταχθείσης τῆς γενικῆς εἰς εὐθεῖαν γίνεται ὁ γύης, ωσπερ ἡ ἀράχνη, τῆς ἀράχνης, καὶ ὁ ἀράχνης, τοῦ ἀράχνου. Γυλιαύχενασ. μακροτραχήλους. Γυμνῆται, καὶ γυμνῆτεσ. τάξεις πεζῶν. Γυμνόσ. ὁ ανευ ἱματίων. ωσπερ παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι, γίνεται σκύμνος, καὶ σέβω σεμνὸς, ουτω καὶ κύπτω κυπτὸς καὶ γυμνός. ὁ γὰρ τοιοῦτος κύπτει, κρύπτων τὰ αἰδοῖα ὑπ' αἰδοῦς. η παρὰ τὸ τὰ γυῖα μόνα εχειν, τουτέστι τὰ μέλη. Γυμνοσοφισταί. οἱ φιλόσοφοι παρὰ Βαβυλωνίοις. Γύνισ. μαλακός. γυναικώδης. ἀνδρόγυνος. παρὰ τὸ γυνὴ παρωνύμως. ὡς δάφνη, ∆αφνὶς, νύμφη, νυμφίς· ουτως γυνὴ, γύνις. Γυναικώδεισ. οἱ εὐνοῦχοι. Γυναικοϊέρακεσ. οἱ περὶ ερωτας ἐπτοημένοι. Γυναικίασ. ὁ θηλυμανὴς ἀνήρ. Γυναιμανήσ. ὁ ἐπὶ γυναιξὶ μαινόμενος, ὁ ἀκόλαστος. Γυναιμανέσ. οὐκ ἀπὸ τῆς γύναι κλητικῆς εχει τὴν σύνθεσιν, ἀλλ' ἀπὸ τῆς γενικῆς· τὰ γὰρ ἐκ δύο τελείων συντιθέμενα ὀνόματα, η ἀπὸ εὐθείας συντίθεται, ὡς τὸ ζωὴ, ζωηφόρος, καὶ εως, ἑωσφόρος· η ἀπὸ γενικῆς, οὐδεὶς οὐδενὸς, οὐδενόσωρα· η ἀπὸ δοτικῆς, ὡς τὸ αρῃ, ἀρηΐφιλος· η ἀπὸ αἰτιατικῆς, ὡς τὸ πόδα, Ποδαλείριος. gamma.458 μόνον δὲ ἀπὸ κλητικῆς οὐ γίνεται σύνθετον· ἐπειδὴ πᾶσα πτῶσις τριπρόσωπος ἐστὶν ανευ τῆς κλητικῆς. ἡ δὲ κλητικὴ αὐτοτελής ἐστι καὶ πολλάκις τέλειον λόγον ἀποπληροῖ, ὡς τό· ω μάκαρ ̓Ατρείδη μοιριγενὲς ὀλβιόδαιμον. τὸ δὲ τέλειον μετὰ ἀτελοῦς οὐ συντίθεται. τὸ ουν γυναιμανὲς ἀπὸ τῆς γυναικὸς λέγομεν γεγενῆσθαι,