βασιλεὺς τὴν τῶν ἐσφαλμένων αὐτοῖς κακοήθειαν, τῶν ἐγκλημάτων τούτους διὰ πλήθους ἐλέους ἀπέλουσε. καὶ χειρωσάμενος τὸν ἀλάστορα, δημίων αὐτὸν χερσὶν οὐ παρέδοτο, καὶ πάσης σωματικῆς τιμωρίας ἀλλότριον διετήρησε, δικαίων δὲ ἀνδρῶν χεῖρες αὐτὸν εἰσδεξάμεναι τῆς κοσμικῆς ἰλύος ἐλευθεροῦσι δι' ἀποκάρσεως. μεταταξάμενος δὲ πρὸς τὸν μοναδικὸν βίον καὶ φυγῇ ἐζημιώθη, νησιώτης γενόμενος, καὶ μαθὼν ὅσον κακόν ἐστι τὸ πρὸς τοὺς εὐεργέτας ἢ συμπαθοῦντας ἀγνωμονεῖν. Οὗτος ἐκ πολλῶν καὶ μεγάλων ἕτερος ἆθλος τῷ βασιλεῖ, κατὰ πάρεργον ἀνυσθείς. καὶ τὸ μὲν ἔργον τοῦτο τοιοῦτον, καὶ ὅσον ἀνήκει πρὸς αὐτὸν βασιλέα, οὐδὲν παρεσίνατο, τὴν δ' ἑώαν πᾶσαν μεγάλης κακίας καὶ λώβης ἐπλήρωσεν. ὡς γὰρ ὕποπτοι κατεφάνησαν οἱ πρὸς ἐκστρατείαν ἀποστελλόμενοι, καὶ νεωτέρων πραγμάτων ἐφίεσθαι κατεγνώσθησαν, καὶ παρὰ τοῦτο μηδὲ τάξεις καὶ λόχους φυλάττειν καὶ νόμους στρατευμάτων ὑπενοήθησαν, καὶ τῇ ἑσπέρᾳ πάλιν γεγόνασι μεταπόμπιμοι, μεμενήκασιν οἱ ἐχθροὶ τὰ φίλα ἑαυτοῖς κατὰ Χριστιανῶν ἐργαζόμενοι, καὶ παρακινοῦντες πλέον ἢ πρότερον τὴν ὀργήν, καὶ πολιορκοῦντες τὰ φρούρια, καὶ πάνδεινα κακὰ τοῖς ἐμπίπτουσιν ἐργαζόμενοι. τί τούτου γένοιτ' ἂν σχετλιώτερον καὶ παρανομώτερον, ὅταν τοῖς ἐχθροῖς τοσαύτην ῥοπὴν ὁ τοῦ βασιλέως ἀντίρροπος δέδωκε καὶ τηλικοῦτον κυ 310 κεῶνα τῇ Ῥωμαίων ἀρχῇ συνεκέρασε. δέδεικται γὰρ ἐκ τούτων ὅτι τῶν προτέρων τοῦ γένους αὐτοῦ δυστήνων κατορθωμάτων καὶ τῆς κοσμικῆς καταλύσεως τοῦτο κορωνὶς κατέστη καὶ τέλος ἀπαίσιον καὶ τελευταία πληγὴ καὶ τῆς ἑώας ἐρήμωσις. Ἀλλ' ὁ μὲν οὕτως καὶ πεποιηκὼς καὶ παθὼν ὄνειδον ἑαυτῷ καὶ ἁμαρτάδα δεινὴν περιήνεγκεν· ἄρτι δὲ τοῦ ὀκτωβρίου μηνὸς τῆς τρίτης ἰνδικτιῶνος ἐνισταμένου, κεραυνὸς ἐπισκήψας ἐν τῷ μεγάλῳ κίονι τοῦ Κωνσταντινιακοῦ φόρου, οὗ κατὰ κεφαλὴν ἀφίδρυμα μέγιστον χαλκοῦ πεποιημένον, ἀνήλιος δὲ λεγόμενον, ἵδρυται, μέρος μέν τι τοῦ κίονος ἐν τῇ ἀκρότητι τῆς κεφαλίδος διέτεμε, ζωστῆρας δὲ τούτου τρεῖς, σιδηροῦς μὲν τὰ ἔνδον, χαλκῷ δὲ περιειλημμένους ἔξωθεν, κατέρραξε καὶ διέκοψεν, ἀνθρώπων δὲ οὐδένα οὐδὲ τῶν ἀλόγων ζώων ἐλωβήσατό τι. οὐδέ τι ἴχνος καπνὸν τεκμαιρόμενον τὸν κίονα ὕβρισεν, ἀλλ' ἡ τοῦ κεραυνοῦ σφοδρότης ὥσπερ τις ἀνεμιαία τὴν φύσιν τυγχάνουσα, τὴν δ' ἰσχὺν δυσπαράδεκτος, οὕτως ἀνυβρίστως τὸ τηλικοῦτον ἔργον καὶ τὴν τοῦ σιδήρου καὶ χαλκοῦ στερρότητα ὡς τὸ λάχανον ἐξεθέρισε. καὶ τὰς αἰτίας τῶν κεραυνῶν ἄλλοι μὲν ἄλλας ἐδίδουν, ἕτεροι δὲ ἀνομοίας. οἱ μὲν γὰρ μαθηματικοὶ ποτάμιον εἶναι τοῦτο πῦρ ἐκ φυσιολογίας ἐφθέγγοντο, τῇ τῶν νεφῶν συγκρούσει καὶ διαρρήξει γεννώμενον· λεπτομερὲς δ' ἐς ἄγαν, καὶ τοῖς ἀντιτύποις μᾶλ 311 λον τῇ ἀρρήτῳ φορᾷ καὶ ἐκτινάξει προσαρασσόμενον, τὴν ῥῆξιν βιαίαν καὶ ἀπότομον ἐμποιεῖν. τοσαύτην δ' εἶναι τῷ κεραυνίῳ πυρὶ τὴν φυσικήν φασι λεπτομέρειαν ὡς μηδὲ δύνασθαι καταβλάπτειν τὸ μανὸν ἢ ὁπωσδήποτε οὖν πόρους ἔχον σῶμα ἢ βραχείας ὀπάς, ὁποῖά εἰσι τά τε τῶν ὑφασμάτων πέπλα καὶ ὅσα τοιαῦτα· καὶ τοσοῦτον ὅτι, κἂν τύχῃ λινοῦς ἀπόδεσμος ἢ βαμβύκινος ἢ ἑτέρας ὕλης ἐξυφασμένον κράσπεδον ἀπόδεσμον ἔχον χρυσίου, ἐμπέσῃ δὲ κεραυνὸς εἰς αὐτό, τὸ μὲν χρυσίον ἀλλοιοῖ καὶ ὡς ἐν χωνείᾳ φλογὸς ἕνα βῶλον ποιεῖ, τὸ δὲ τοῦ ὑφάσματος σωμάτιον ἀβλαβὲς καταλιμπάνει. καὶ ἐπὶ τοῦ ἀνθρώπου δὲ ὡσαύτως· διὰ γὰρ τῶν ἀδήλων πόρων τοῦ σώματος αὐτοῦ εἰσερχόμενον τὰ μὲν ἔνδον αὐτοῦ ὡς ὑλικώτερα καὶ πόρους μὴ ἔχοντα κατανέμεται, τὸ δ' ἔξωθεν σῶμα πολλάκις οὐ καταφλέγει, καὶ εὑρίσκεται κοῦφον τῶν ἐντοσθίων σπλάγχνων καθάπαξ λειπόμενον. οἱ δὲ ἰδιῶται μέγιστον ἑρπετὸν δρακοντῶδες ἀντέλεγον τὴν αἰτίαν τῶν τοιούτων εἰσάγειν παθῶν, ἁρπαζόμενον μὲν ὑπὸ ἀοράτου τινὸς δυνάμεως, ὄνυξι δὲ καὶ δυνάμει τῆς ἐν αὐτῷ τραχύτητος καὶ τῶν ἑλιγμῶν τὰ προστυχόντα