111
12.19 Ὅτι μὲν οὖν δεῖται ἡ γνῶσις τῆς πρακτικῆς ἀρετῆς, ἱκανὰ καὶ ταῦτα δηλῶσαι· ἴδωμεν δέ, τίνα καὶ τῶνδε πέρι τοῖς Ἑλλή νων ἔδοξε φιλοσόφοις. Ὀψόμεθα γάρ τοι τὸν Πλάτωνα καί τινας ἄλλους, τὴν τούτου φιλοσοφίαν ἐζηλωκότας, τῷδε ξυμφωνοῦντας τῷ λόγῳ· καὶ γὰρ ἐν τοῖς Νόμοις οὕτω φησίν· "Τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον, εἰς δύναμιν ὅτι μάλιστα καὶ ἑαυτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι· καὶ κατὰ τοῦτον τὸν τρόπον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος· ὅμοιος γάρ· ὁ δὲ μὴ σώφρων ἀνόμοιός 12. τε καὶ διάφορος." Οὐδὲν τοίνυν ἀλλοῖον οὐδὲ οὗτος εἴρηκεν, ἀλλὰ ξυνομολογεῖ καὶ αὐτός, ὡς δυνατόν, ἐν ταῖς περὶ τἀγαθοῦ διαθέσεσι τὸν πεποιηκότα μιμεῖσθαι Θεόν· ἐνταῦθα μέντοι σώφρονα οὐ τὸν ἡδονῶν ἐκάλεσε κρείττονα, ἀλλὰ τὸν σῶον καὶ ἄρτιον τὸ 12.21 λογικὸν διασώσαντα. Παραπλήσια δὲ κἀν τῷ Θεαιτήτῳ ξυγγέγρα φεν· ἔφη γάρ· "Ἀλλ' οὔτε ἀπόλλυσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε-ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη-, οὔτε ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης· διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα. Φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέ σθαι." 12.22 Μάλα δὲ καὶ σαφῶς καὶ σοφῶς ἐν τούτοις τὸν τῆς μιμήσεως ἐξεπαίδευσε τρόπον. Πρῶτον μὲν γὰρ φυγεῖν τὰ τῇδε ἐκέλευσεν, οὐκ ἔξω τῆς γῆς γινόμενον, ἀλλὰ τῶν περιγείων πραγμάτων ἀπαλλαττόμενον· τοῦτο γὰρ δεδήλωκεν, ἐν οἷς ἐπήγαγεν· "Φυ γὴν" γάρ φησιν "ἐκάλεσα τὴν πρὸς τὸ θεῖον ὁμοίωσιν." 12.23 Ἀξιέπαινος δὲ καὶ ἡ προσθήκη· οὐ γὰρ ἁπλῶς ὁμοιωθῆναι νενομοθέτηκεν, ἀλλ' ὡς ἀνθρώποις ἐστὶ δυνατόν. Εἶτα τὸ τῆς ὁμοιώσεως ἐπέδειξεν εἶδος· "Ὁμοίωσιν" γάρ φησι "προσηγό ρευσα τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως." Καὶ αὕτη δὲ ἀξιάγαστος ἡ προσθήκη. Εἰσὶ γὰρ δή τινες πλείστην μὲν τοῦ δικαίου φροντίδα ποιούμενοι, σκαιότητι δὲ τῷ τοῦ κατορθώματος 12.24 λυμαινόμενοι κάλλει. Ἔπειτα διὰ πλειόνων ἐν αὐτῷ γε τῷ διαλόγῳ τὴν τελειότητα διδάσκει τῆς ἀρετῆς, ὧδέ πῃ γράφων· "Λέγωμεν δὴ περὶ τῶν κορυφαίων. Τί γὰρ ἄν τις τοὺς παρα νόμως ἐν φιλοσοφίᾳ διατρίβοντας λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδόν, οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον· νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γραφόμενα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν· σπουδαὶ δὲ ἑταιριῶν ἐπ' ἀρχὰς καὶ ξύνοδοι καὶ δεῖπνα καὶ οἱ ξὺν αὐλη τρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. Οὐδὲ εἰ κακῶς τις γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ τῆς 12.25 θαλάττης οἱ λεγόμενοι χόες. Καὶ ταῦτα πάντα οὐδ' ὅτι οὐκ οἶδεν, οἶδεν· οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, τῷ ὄντι δὲ τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ ὡς οὐδὲν ἀτιμά σασα, πανταχῇ πέταται, κατὰ Πίνδαρον, "τά τε γῆς ὑπένερθεν" καὶ τὰ ἐπίπεδα γεωμετροῦσα "οὐρανοῦ τε ὕπερ" ἀστρονομοῦσα, καὶ πᾶσαν πάντῃ φύσιν διερευνωμένη." 12.26 Ἐν δὲ τούτοις ὁ Πλάτων τὴν τῶν ἡμετέρων φιλοσόφων ἐζω γράφησε πολιτείαν· οὐ γὰρ δή τις παρ' ἐκείνοις τοιοῦτος ἐγένετο. Ὁ μὲν γὰρ Σωκράτης, τῶν φιλοσόφων ὁ κορυφαῖος, κἀν τοῖς γυμνασίοις κἀν τοῖς ἐργαστηρίοις διαλεγόμενος διετέλει· καὶ ποτὲ μὲν ἐν ἄστει διέτριβε, ποτὲ δὲ εἰς Πειραιᾶ κατιὼν τὰς πομπὰς ἐθεώρει· καὶ τοῖς ὁπλίταις δὲ ξυνταττόμενος καὶ ἐν Ποτιδαίᾳ καὶ ἐν ∆ηλίῳ παρετάττετο· καὶ μέντοι καὶ εἰς ξυσσίτια ἀπιὼν ἠνείχετο καὶ Ἀριστοφάνους κωμῳδοῦντος καὶ Ἀλκιβιάδου κωμάζοντος-τοῦτο γὰρ διδάσκει τοῦ Πλάτωνος τὸ Ξυμπό 12.27 σιον-καὶ εἰς θέατρον ἀναβαίνων ξυνεθεᾶτο τῷ δήμῳ. Ἥκιστα τοίνυν αὐτῷ προσήκει τὰ παρὰ Πλάτωνος εἰρημένα. Εἰ δὲ τούτῳ οὐ προσῆκε, σχολῇ γ' ἂν ἄλλῳ τῳ ἁρμόσειεν. Οἱ δὲ τῆς εὐαγγελικῆς ἐρασθέντες φιλοσοφίας πόρρωθεν τῶν πολιτικῶν θορύβων γεγένηνται· τὰς δὲ τῶν ὀρῶν ἀκρωνυχίας κατειληφότες ἢ τὸν ἐν ἐρήμοις χωρίοις ἀγαπήσαντες βίον, τῇ θεωρίᾳ τῶν θείων καὶ τῷ ταύτῃ ξυνηρμοσμένῳ σφᾶς αὐτοὺς ἀπεκλήρωσαν