111
τοῦ Θεοῦ σωτηρίας ἐπιτυχεῖν. Κατὰ δὲ τοὺς Ἑβδομήκοντα, Τῇ θυσίᾳ, φησὶ, τῆς αἰνέσεως ἐφή δομαι· καὶ ταύτην ἡγοῦμαι δόξαν ἁρμόττουσαν· καὶ διὰ ταύτης τὴν ἐμὴν ὁδὸν ὑποδείξω τῷ ταύτην προσφέροντι, ἧς τέλος ἡ παρὰ τοῦ Θεοῦ σωτηρία. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς κἀνταῦθα δύο προσ ώπων ἐποιήσατο μνήμην. "Θυσία γὰρ, φησὶ, δο ξάσει με." Καὶ διὰ τούτων τὸ οἰκεῖον πρόσωπον δεί ξας, ἐπήγαγε· Καὶ ἐκεῖ ὁδὸς ἣν δείξω αὐτῷ τὸ σω τήριον τοῦ Θεοῦ. Ἔδει γὰρ τῇ καινῇ διαθήκῃ παι δευούσῃ τὰ τέλεια, καὶ τῆς θεογνωσίας τὴν τελείαν συνῆφθαι διδασκαλίαν.
ΕΡΜΗΝ. ΤΟΥ Νʹ ΨΑΛΜΟΥ. αʹ, βʹ. "Εἰς τὸ τέλος, ψαλμὸς τῷ ∆αβίδ. Ἐν τῷ 80.1240 εἰσελθεῖν πρὸς αὐτὸν
Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεὲ τὴν τοῦ Οὐρίου. Σα φῶς μὲν ἡμᾶς ἐδίδαξεν ἡ ἐπιγραφὴ τοῦ ψαλ μοῦ τὴν ὑπόθεσιν· καὶ αὐτὰ δὲ τοῦ ψαλμοῦ τὰ ῥή ματα ἱκανὰ διδάξαι τῆς διανοίας τὸ βάθος. Εἰδέ ναι μέντοι προσήκει, ὡς καὶ μελλόντων ἔχει προ αγόρευσιν ὁ ψαλμός. ∆ιὸ καὶ εἰς τὸ τέλος ἐπιγέ γραπται, τοῦ λόγου δηλοῦντος, ὡς ἕξει τέλος ἡ προ φητεία. Ἀλλὰ μηδεὶς ἀμφιβαλλέτω, εἰ κατὰ τὸν τῆς μετανοίας καιρὸν προφητικῆς ἠξίωτο χάριτος ὁ μέγας ∆αβίδ· τοῦτο γὰρ καὶ διὰ τῶν ἄλλων ψαλ μῶν, δι' ὧν τὴν ἐξομολόγησιν ἐποιήσατο, καταμα θεῖν δυνατόν. Καὶ γὰρ ἐν τῷ ἕκτῳ ψαλμῷ περὶ τῆς μελλούσης προηγόρευσε κρίσεως. "Οὐκ ἔστι γὰρ, φησὶν, ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ὁμολογήσεταί σοι;" Καὶ ἐν τῷ τρια κοστῷ πρώτῳ ψαλμῷ μακαρίζει τοὺς δίχα πόνων εἰληφότας τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ὅπερ μόνη δωρεῖσθαι πέφυκεν ἡ τοῦ βαπτίσματος χάρις. Καὶ μέντοι καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ διαῤῥήδην ἡμᾶς ἐδίδαξεν, ὡς οὐκ ἐστέρητο τῆς τοῦ Πνεύματος χά ριτος. "Τὸ Πνεῦμά σου γὰρ, φησὶν, τὸ ἀγαθὸν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ." Οὐ γὰρ ᾔτησεν αὐτῷ παρα σχεθῆναι τὴν χάριν τοῦ Πνεύματος, ἀλλὰ μὴ λη φθῆναι παρ' αὐτοῦ ταύτην ἱκέτευσεν. Ὑπὸ ταύ της τοίνυν φωτιζόμενος τῆς ἀκτῖνος, καὶ προφητικοῖς προορῶν ὀφθαλμοῖς, ὡς καὶ ὁ λαὸς ὁ ὑπ' αὐτοῦ βα σιλευόμενος περιπεσεῖται παρανομίαις, καὶ τίνων ὑπὲρ τούτων εὐθύνας ἐξανδραποδισθήσεται, καὶ μέτ οικος ἐν Βαβυλῶνι γενήσεται, συνέγραψε τὸν πα ρόντα ψαλμὸν, καὶ τὰ οἰκεῖα τραύματα θεραπεύων, καὶ τῷ λαῷ κατασκευάζων κατάλληλον φάρμακον, καὶ μὲν δὴ καὶ πᾶσιν ἡμῖν, ὅσοι τραυματίαι γινόμενοι θεραπείας δεόμεθα. γʹ. "Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου." Καὶ τῷ θειοτάτῳ ∆αβὶδ, καὶ τῷ δορυαλώτῳ λαῷ, καὶ τοῖς ἐν ἡμῖν διακειμένοις κακῶς, ἁρμόττει τὰ προκείμενα ῥητά. Τὰ γὰρ μεγά λα τῶν τραυμάτων ἰσομέτρων δεῖται φαρμάκων, καὶ ὁ χαλεπῇ νόσῳ περιπεσὼν, πλείονος χρῄζει κηδεμονίας, καὶ ὁ μεγάλα πλημμελήσας μεγάλης φιλανθρωπίας δεῖται. Οὗ δὴ χάριν καὶ ὁ μέγας ἱκε τεύει ∆αβὶδ ὅλον εἰς αὐτὸν ἐκχυθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγὴν κατακενῶ σαι τῆς ἁμαρτίας τὸ ἕλκος. Οὔτε γὰρ ἄλλως οἷόν τε ἦν ἐξαλειφθῆναι τῆς ἁμαρτίας τὰ ἴχνη. Εἰκότως δὲ ἀνόμημα καλεῖ τὸ πλημμέλημα· διπλῆν γὰρ ἔχει τοῦ νόμου παράβασιν. 80.1241 δʹ. "Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με." Ἤδη γὰρ, φησὶ, διὰ Νάθαν τοῦ προφήτου τὴν ἄφεσιν ἔδω κας· καὶ συμφορὰς δέ μοι παντοδαπὰς, οἷόν τινας καυτῆρας καὶ τομὰς, προσενήνοχας· ἀλλ' ἔτι δέομαι ῥυμμάτων, πολλὴν τῆς ἁμαρτίας εἰσδεξάμενος δυσοσμίαν. Καὶ αὖθίς με τοίνυν ἀπόνιψον, ∆έσποτα, ἵνα πάντα τῆς ἁμαρτίας ἀποξύσῃς τὸν ῥύπον. [Κατὰ γὰρ τὸν προφήτην ἐκπλυνεῖ Κύριος τὸν ῥύ πον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.] εʹ. "Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός." Οὐδὲ γὰρ μετὰ τὴν ἀπὸ σοῦ γενομένην ἄφεσιν, λή θην ἐδεξάμην τῆς ἁμαρτίας, ἀλλὰ διηνεκῶς ὁρῶ τῶν ἐμῶν κακῶν τὰς εἰκόνας, καὶ τὰς τολμηθεί σας