111
ἁμαρτωλὸς διὰ Χριστὸν μεθορίζεσθαι καὶ φυλακίζεσθαι. καὶ τί γὰρ χαριέστερον ἄλλο ἐπὶ τῆς γῆς ἢ τερπνότερον ἀλλ' ἢ διὰ θεὸν πάσχειν; οἶδά σε οὖν ὀχυρὸν τῷ πνεύματι, πιστὸν τῷ Κυρίῳ φύλαξον σεαυτὸν ἄσπιλον τῆς χριστομάχου αἱρέσεως. φεῦ τῷ προδότῃ Νεκταρίῳ, ὅτι τὴν ἀρχαίαν ἀποστασίαν οὐκ ἐπελάθετο· φεῦ τῷ ἀθλίῳ Ὀρέστῃ, ὅτι διὰ τὰ πάθη τὸν παθόντα ὑπὲρ αὐτοῦ Χριστὸν ἠρνήσατο, ὑπογράψας κατὰ τῆς εἰκόνος αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, φησὶν ὁ Χριστός, καὶ ὑμᾶς διώξουσι· τί οὖν θαυμαστόν, εἰ διωκόμεθα δι' αὐτόν; εἴθε καὶ ἀπεθάνομεν. Ταῦτά σοι ὡς ἐν διαθήκῃ παρ' ἐμοῦ τοῦ ταπεινοῦ. σὺ δέ, ὦ καλὸν τέκνον, μετὰ τῆς πίστεως καὶ πάσης ἀγαθοπραξίας ἐπιμελοῦ· ἔχε φιλίαν γνησίαν μετὰ πάντων σου τῶν ἀδελφῶν, ἐξαιρέτως μετὰ τοῦ οἰκονόμου, διὰ τὸ τῇ ὁμονοίᾳ τῶν πρώτων συνομονοεῖν καὶ τοὺς ὑφειμένους. ἔπεχε τῇ ἀναγνώσει, σοφίζου τὰ θεῖα. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σωθῶ. εἴη Χριστὸς ὁ θεὸς ἡμῶν φυλακή σοι ἐν ἅπασιν. ἀμήν. 132 {1Ναυκρατίῳ τέκνῳ}1 Πεπονημένως ἀπεσκόπουν τὴν τῶν γραμμάτων σου ἀπαγγελίαν, τέκνον μου ποθητόν, οὐ μόνον διὰ τὰ προγεγραμμένα μοι παρὰ σοῦ ὅπως ἀπέκβη, ἀλλὰ γὰρ καὶ διὰ τὰ θρυλλούμενα ἐνταῦθα περὶ τοῦ σεισμοῦ. καὶ ὡς δεξάμενός σου τὴν ἐπιστολὴν ἀνέγνων, ἐξέστην ἔκστασιν ἱκανήν, στενάξας ἐπὶ τοῖς συμβεβηκόσι, κατελεήσας τοὺς τεθνεῶτας, εἶτα ὅτι καὶ τούτων γεναμένων μένει ἀμείλικτος ἡ καρδία τῶν ἀσεβούντων, ἀνδριζομένη μᾶλλον μὲν οὖν ἐπὶ τῇ κακίᾳ· ἅπαξ γὰρ ζωγρηθέντες ἐν τῷ τοῦ διαβόλου θελήματι ἀνανήξασθαι οὐ βούλονται ἢ οὐδὲ βουλόμενοι δύνανται. τίς κοπάσει τὸν χειμῶνα; τίς ἰάσεται τὸ σύντριμμα τῆς καθ' ἡμᾶς ἐκκλησίας; τίς ἄλλος ἢ ὃς ἔφη τῇ θαλάσσῃ πεφίμωσο; ἀλλ' οὐκ ἂν γένοιτο, εἰ μὴ μαθητιῶντες εἶεν Χριστῷ κατὰ ἀλήθειάν τινες, ὧν ὑπακούσειεν τῆς κραυγῆς ὁ θελητὴς τοῦ ἐλέους Κύριος. Γενοῦ οὖν εἷς τῶν τοιούτων, τέκνον, διὰ καθαρᾶς καρδίας καὶ ἐξιλέωσαι, ἵνα μὴ ἔτι ὀργιζόμενος ὁ θεὸς συναπολέσῃ δίκαιον μετὰ ἀσεβοῦς κατὰ τὸ γεγραμμένον. στήριζε τοὺς ἑπτὰ διὰ γραμμάτων καί τινων ἀποστολῶν. εὖ σε ποιήσαι ὁ θεός, ὅτι ἐχρηστεύσω πρὸς τὸ κληρικὸν Στέφανον, καὶ ἔτι χρήστευσαι δυνάμενος. ἀνάγνωθι τοῦ μητροπολίτου τὴν ἐπιστολὴν καὶ δός μοι λόγον τῆς ἐρωτήσεως, λάβε δὲ καὶ παρὰ τοῦ ἀρχιεπισκόπου, ἀποκαλύπτων αὐτῷ τὴν γνώμην ὡς παρ' ἐμοῦ, μὴ μέντοι ὅτι γέγραφα τῷ μητροπολίτῃ. κοπιᾷς, τέκνον, τρέφων ἡμᾶς, τρέφεις δὲ ἕξ. ἐργόχειρον ἔλειψέν μοι τοῦ γράφειν, ὃ ἔχω εἰς πολλὴν παρηγορίαν καὶ βοήθειαν ψυχῆς· διὸ φρόντιζέ μοι ἀπάρτι ἐργόχειρα οἷα θέλεις συρμαιόγραφα, μόνον μὴ ζημιοῖς με εἰς τὰς τιμάς. εἶπον δὲ τῷ ἀδελφῷ τὸ τί πέμψεις συντόμως. Προσαγόρευσον τοὺς σὺν σοὶ ἀδελφούς μου. οἱ ἐνταῦθα ἀσπάζον ταί σε θερμῶς. ἀπηγγέλη μοι περὶ τῶν ἀποθανόντων, καὶ μακάριος ὁ μητροπολίτης. εἴη τὸ πνεῦμα αὐτοῦ μετὰ ἁγίων. 133 {1Τῷ αὐτῷ}1 Αἱ περιστάσεις τὰς τῆς ψυχῆς ὑποστάσεις αὔξουσι, διὸ χρή, τέκνον, στῆναι γενναίως ἐν τοῖς συμβαίνουσι πειρασμοῖς, ὑπὸ θεοῦ παραχωρουμένοις εἰς δοκίμιον τῆς πίστεως ἡμῶν· γέγραπται γάρ, ὃν ἀγαπᾷ Κύριος παιδεύει. πόθεν οὖν γνωσθήσεται τὸ ὑπερβάλλον τῆς ἀσεβείας, εἰ μὴ διωγμοὺς καὶ κολαφισμοὺς ἐξυφάνοι; πόθεν δὲ τῶν ὀρθοδόξων τὸ ὀχύρωμα, εἰ μὴ κατ' ἴχνος βαδίσειεν τῶν προωδευκότων πατέρων; ἀρίθμει τοὺς πειρασμοὺς καὶ τοσούτους εὑρήσεις τοὺς στεφάνους. μακάριοι οἱ ἀποθανόντες διὰ Κύριον, ὅτι ἐν ἀκαριαίῳ χρόνῳ αἰῶνας ἀτελευτήτους κερδήσωσιν. ἤρθη ὁ ἀρχιεπίσκοπος, ὃ καὶ προεμελέτων· ὁ Χριστὸς σὺν αὐτῷ, ὑπερεύχεσθε αὐτοῦ. ἐδάρη ὁ Εὐπρεπιανός· ἴδε θεοῦ ἀγαθότητα, ὅτι ηὐδόκησεν ὑπὲρ ὀρθοδοξίας αὐτὸν τυφθῆναι. προσεύχεσθε καὶ περὶ αὐτοῦ (σὺν αὐτῷ καὶ τοὺς ἑπτὰ φυλάττεσθε)· πέμψον τι τῷ ἀνθρώπῳ τοῦ θεοῦ εἰς βοήθειαν ἀμφοτέρων. οὐ δοκῶ δὲ ἔτι τὸ μοναστήριον κρατεῖν ὑμᾶς, ἀλλ' οὐδὲ τὸν ἀρχιεπίσκοπον ἐξέρχεσθαι. καὶ χάρις τῷ θεῷ ἀδέτους ὑμᾶς εἶναι. μία μονὴ ἡμῶν ἀληθινή, ἡ ἄνω Ἱερουσαλήμ. Χαίρετε, ἀδελφοί μου, χαίρετε, ὅτι