111
ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος ∆όμνος ἔτη ιδʹ. ιʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἰουλίῳ ιαʹ, ἰνδικτιῶνος γʹ, ἐν τῇ συνάξει τῆς ἁγίας Εὐφημίας τοῦ Ὅρου, γέγονε σεισμὸς μέγας· καὶ τῷ αὐτῷ 230 μηνὶ ιθʹ ἐγένοντο βρονταὶ καὶ ἀστραπαὶ φοβεραὶ καὶ ἄνεμος Λὶψ φοβερός, ὥστε πεσεῖν τὸν σταυρὸν τὸν ἔσωθεν ἱστάμενον τῆς πόρτης τοῦ Ῥησίου. κθʹ. λαʹ. ιηʹ. δʹ. ιαʹ. ζʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἰουλίῳ, ἰνδικτιῶνος δʹ, ἐστασίασαν Ἰουδαῖοι καὶ Σαμαρεῖται ἐν Καισαρείᾳ τῆς Παλαιστίνης καὶ ποιήσαντες πρὸς ἀλλήλους ἐν τάξει πρασινοβενέτων ἐπῆλθον τοῖς Χριστιανοῖς τῆς αὐτῆς πόλεως καὶ πολλοὺς ἀνεῖλον καὶ ἐκκλησίας κατέκαυσαν, Στέφανον δέ, τὸν ἔπαρχον τῆς αὐτῆς πόλεως, ἐν τῷ πραιτωρίῳ ἀνεῖλον καὶ τὴν ὑπόστασιν αὐτοῦ καθήρπαξαν. ἡ δὲ γυνὴ αὐτοῦ ἀνελθοῦσα ἐν τῇ πόλει προσῆλθε τῷ βασιλεῖ· καὶ ἐκέλευσεν Ἀμαντίῳ τῷ στρατηλάτῃ κατελθεῖν ἐν Παλαιστίνῃ καὶ τὸν φόνον τοῦ Στεφάνου ἐκζητῆσαι· ὅστις εὑρὼν τοὺς μὲν ἐφούρκισεν, τοὺς δὲ ἀπεκεφάλισεν, τοὺς δὲ ἠκρωτηρίασε καὶ ἐδήμευσεν. καὶ ἐγένετο φόβος μέγας ἐν πᾶσι τοῖς ἀνατολικοῖς μέρεσιν. τῷ δὲ ∆εκεμβρίῳ μηνὶ ἐγένετο θνῆσις ἀνθρώπων ἐν διαφόροις πόλεσιν, μάλιστα δὲ τῶν παίδων. ὁμοίως καὶ τῷ Μαΐῳ μηνὶ ἐγένετο σπάνις ἄρτου ἐν Βυζαντίῳ. καὶ ἐστενώθησαν καὶ ἔκραζον τῷ βασιλεῖ· "δέσποτα, εὐθηνίαν τῇ πόλει." καὶ ἀνέσκαψαν τὸν ἔπαρχον ἐν γενεθλιακῷ θεωρίῳ, ὄντων ἐν τῷ ἱππικῷ καὶ πρεσβευτῶν τῶν Περσῶν. καὶ ἀγανακτήσας ὁ βασιλεὺς κελεύει Μουσωνίῳ τῷ ἐπάρχῳ κρατῆσαι τοὺς τοῦτο ποιήσαντας, καὶ ἐκολάσθησαν. ἐλύπησαν γὰρ τὸν βασιλέα, ὅτι ἐπὶ τοῦ πρεσβευτοῦ τῶν Περσῶν κατέκραζον αὐτοῦ οἱ δῆμοι. οἴνου μὲν γὰρ καὶ λάρδου καὶ παντοίου εἴδους εὐθηνία ἦν, σίτου δὲ καὶ κριθῆς λεῖψις τῷ δὲ Ἰουλίῳ μηνὶ ιγʹ, ἡμέρᾳ εʹ, ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ φοβεραί, ὥστε πολλοὺς βλαβῆναι, καὶ βροχὴ πολλή, ὥστε ἀπὸ πολλῆς ἀβροχίας οὖσαν κορεσθῆναι τὴν γῆν. Ῥώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. λʹ. λβʹ. αʹ. εʹ. ιβʹ. ηʹ. ιβʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ ϛʹ εἰς τὴν μνήμην τῆς κόνεως ἐτελεύτησε Τιμόθεος, ὁ ἔξαρχος τῶν μοναστηρίων καὶ ἡγούμενος τῆς ∆αλμάτου μονῆς· καὶ ἐγένετο ἀντ' αὐτοῦ Ἄνθιμος, ἔγκλειστος τοῦ αὐτοῦ μοναστηρίου. καὶ ἐφάνη πῦρ ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης 231 ἀπὸ ἄρκτου ἕως δυσμῶν. καὶ τῷ Ἀπριλλίῳ μηνὶ ιϛʹ, ἡμέρᾳ βʹ, ἐγένετο σεισμὸς φοβερὸς καὶ ἀβλαβής. Κόσμου ἔτη ϛνʹ. Τῆς θείας σαρκώσεως ἔτη φνʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λαʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λγʹ. Ῥώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος ∆όμνος ἔτη ιδʹ. ιγʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιθʹ, ἡμέρᾳ ϛʹ, ἰνδικτιῶνος ϛʹ, γέγονε σεισμὸς μέγας διαφαύοντος σαββάτου. καὶ τῷ ∆εκεμβρίῳ μηνὶ ιδʹ γέγονεν ἕτερος σεισμὸς φοβερὸς πάνυ, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταντινουπόλεως, τό τε Κωνσταντινιακὸν καὶ τὸ ὑπὸ Θεοδοσίου κτισθέν. κατέπεσον δὲ ἐν ἐξαιρέτῳ ἐκκλησίαι καὶ τὰ ἐπέκεινα τοῦ Ἑβδόμου καὶ ὁ ἅγιος Σαμουὴλ καὶ ἡ ἁγία θεοτόκος τῶν Πεταλᾶ καὶ τοῦ ἁγίου Βικεντίου καὶ πολλὰ θυσιαστήρια ἐκκλησιῶν καὶ κιβώρια, ἀπὸ τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ῥησίου· καὶ οὐκ ἦν τόπος ἡ προάστειον, ὃ οὐκ ἔπεσεν ἀπὸ τῆς φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ. τὸ δὲ Ῥήγιον οὕτως ἔπεσεν ἕως ἐδάφους, ὥστε μὴ γνωρίζεσθαι αὐτό. ἔπεσε δὲ καὶ ἡ ἐκκλησία τοῦ ἁγίου Στρατονίκου καὶ Καλλινίκου ἕως ἐδάφους, αἱ οὖσαι ἐν τῷ Ῥηγίῳ. καὶ ὁ κίων δὲ ὁ πορφυροῦς, ὁ ἑστὼς ἔμπροσθεν τοῦ παλατίου Ἰουκουνδιανῶν μετὰ τῆς ἐπικειμένης αὐτῷ στήλης ἔπεσε καὶ ἐπάγη εἰς τὴν γῆν πόδας ὀκτώ. ἔπεσε δὲ καὶ ἡ στήλη Ἀρκαδίου τοῦ βασιλέως ἡ εἰς τὴν ἀψίδα τοῦ Ταύρου, ἡ εἰς τὸ ἀριστερὸν μέρος ἑστῶσα. καὶ πολλοὶ ἔπαθον ἐν τοῖς συμπτώμασιν,