1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

112

λόγον, οὐ λυπεῖ, οὐκ εἰκῆ μάχεται, ἑαυτὸν μισητὸν οὐ ποιεῖ, ἃ δύναται καλὰ παρέχει, ὧν μὴ ἔχει τῇ κολακείᾳ τὸ λεῖπον ἀποπληροῖ. ἡ σώφρων γυνὴ κολακευθῆναι οὐκ ἀναμένει, κύριον τὸν ἄνδρα γνωρίζει, πενομένου τὴν πενίαν φέρει, πεινῶντι συνπεινᾷ, ἀποδημοῦντι συναποδημεῖ, λυπού- μενον παραμυθεῖται, κἂν προῖκα μείζονα ἔχῃ, ὡς μηδὲν ἔχουσα ὑπόκει- ται. ὁ δὲ ἀνὴρ κἂν πένητα ἔχῃ γυναῖκα, μεγάλην προῖκα ἡγείσθω αὐτῆς τὴν σωφροσύνην. ἡ σώφρων γυνὴ αὐταρκείᾳ βρωμάτων καὶ πο- τῶν χρῆται, ἵνα μὴ λιπανθέντος τοῦ σώματος τῷ βάρει πρὸς ἐπιθυμίας ἀνόμους κατασπάσῃ τὴν ψυχήν. ἀλλ' ἔτι μὴν σὺν νέοις οὐκ ἰδιάζει καὶ τοὺς γέροντας ὑποπτεύει, γέλωτας ἀτάκτους ἀπωθεῖται, θεῷ μόνῳ ἑαυτὴν ἀπονέμουσα οὐ σφάλλεται, σεμνοὺς λόγους ἀκούουσα ἥδεται, τοὺς δὲ μὴ ἐπὶ σωφροσύνῃ λεγομένους ἀπωθεῖται. μάρτυς θεός, πολλοὶ φόνοι μοιχεία μία· καὶ τὸ δεινὸν ὅτι τῶν φόνων αὐτῆς τὸ φοβερὸν καὶ ἀσεβὲς οὐ βλέπεται. ὅτι αἵματος χυθέντος νεκρὸν κεῖ- ται σῶμα καὶ τὸ τῆς συμφορᾶς δεινὸν πάντας ἐκπλήσσει, τῆς δὲ μοι- χείας οἱ τῆς ψυχῆς φόνοι φοβερώτεροι ὄντες, ἐπεὶ μὴ ἀνθρώποις βλέ- πεται, τοῖς τολμῶσιν ἄοκνον τὴν ὁρμὴν παρέχουσιν. γνῶθι, ἄνθρωπε, τίνος πνοὴν ἔχεις πρὸς τὸ ζῆν, καὶ οὐ μὴ αὐτὴν μιανθῆναι θελήσεις· ὑπὸ μοιχείας μόνης μιαίνεται ἡ θεοῦ πνοὴ καὶ διὰ τοῦτο αὐτὴ τὸν μιά- ναντα εἰς πῦρ κατασπᾷ· σπεύδει γὰρ τὸν ὑβριστὴν αἰωνίῳ παραδοῦναι

Ταῦτα λέγων ὁ Πέτρος, τὴν ἀγαθὴν καὶ σώφρονα Ματτιδίαν ὑπὸ χαρᾶς δακρύουσαν ἰδών, ὡς ἐπὶ ὑποσχέσει τῶν γεγονότων λυπηθῆναι νομίσας ἔφη· Θάρσει, γύναι· πολλῶν πολλὰ κακὰ παθόντων διὰ μοιχείαν σὺ διὰ σωφροσύνην πέπονθας καὶ διὰ τοῦτο οὐκ ἐτελεύτησας. εἰ δὲ καὶ τεθνήκεις, σεσωσμένην ἂν εἶχες τὴν ψυχήν. πατρίδα Ῥώμην ἔλει- πες διὰ σωφροσύνην· ἀλλὰ τῇ ταύτης προφάσει ἀλήθειαν εὗρες, τὸ διάδημα τῆς ἀιδίου βασιλείας. ἐν βυθῷ κεκινδύνευκας καὶ οὐκ ἐτελεύ- τησας, καὶ εἰ τετελευτήκεις, αὐτός σοι ὁ βυθὸς διὰ σωφροσύνην θνῃσκούσῃ βάπτισμα ἐγίνετο πρὸς ψυχῆς σωτηρίαν. τέκνων ἀπελείφθης, πρὸς ὀλί- γον, ἅτινα γνησίας ὄντα σπορᾶς ἐν τοῖς κρείττοσιν εὕρηται. λιμώττουσα τροφὰς προσῄτησας· ἀλλὰ πορνείᾳ σῶμα σὸν οὐκ ἐμίανας. σῶμα σὸν ἐβα- σάνισας· ἀλλὰ τὴν ψυχὴν ἔσωσας. μοιχὸν ἔφυγες, ἵνα μὴ κοίτην ἀν- δρὸς μιάνῃς· ἀλλὰ διὰ τὴν σωφροσύνην ὁ τὴν φυγὴν εἰδὼς θεὸς τὸν ἀνδρὸς ἀποπληρώσει τόπον. λυπηθεῖσα καὶ μονωθεῖσα πρὸς ὀλίγον ἀνδρὸς καὶ τέκνων ἀπελείφθης· ἀλλὰ τούτους πάντας ἀπολιπεῖν εἶχες προθεσμίᾳ θανάτου, κρεῖττον δὲ ὅτι διὰ σωφροσύνην ἑκοῦσα ἀπελείφθης ἤπερ ἄκουσα μετὰ χρόνον ἐφ' ἁμαρτίαις ἀπωλλύου. πολλῷ οὖν ἄμεινον τὰ πρωτεῖα εἶναι θλιβερά. καὶ γὰρ ὅτε πάρεστιν, ἐλπίδι τοῦ παρελθεῖν οὐ πάνυ λυπεῖ, προσδοκίᾳ δὲ τοῦ κρείττονος καὶ χαίρειν παρέχει. πρὸ πάντων δὲ εἰδέναι σε θέλω πόσον τὸ σωφρονεῖν ἀρέσκει θεῷ. ἡ σώφρων γυνὴ θεοῦ ἐκλογή, θεοῦ εὐδοκία, θεοῦ δόξα, θεοῦ τέκνον. τοσοῦτον ἀγαθὸν σωφροσύνη, ὅτι εἰ μὴ νόμος ἦν μηδὲ δίκαιον ἀβάπτιστον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν, τάχα που τῶν ἐθνῶν

κολάσει.