1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

112

στασθε, ὅτι ἀφ' ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ἐξελέξατο ὁ Θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ Eὐαγγελίου καὶ πιστεῦσαι· καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς. Κορνηλίῳ γάρ ποτε ἑκατοντάρχῃ ·ωμαϊκῆς ἀρχῆς êφθη ἄγγελος Κυρίου καὶ περὶ ἐμοῦ εἶπεν αὐτῷ, ὅπως μεταστείληταί με καὶ ἀκούσῃ ·ήματα ζωῆς ἐκ τοῦ στόματός μου· ὁ δὲ μετεπέμψατό με ἀπὸ Ἰόππης εἰς Καισάρειαν τὴν Στράτωνος. Ὁπότε δὲ ἔμελλον πρὸς αὐτὸν ἐκπορεύεσθαι, ἐβουλήθην τροφῆς μεταλαβεῖν· καὶ παρασκευαζόντων, ἤμην ἐν τῷ ὑπερóῳ προσευχόμενος, καὶ θεωρῶ τὸν οὐρανὸν ἀνεῳγότα καὶ τέσσαρσιν ἀρχαῖς δεδεμένον σκεῦός τι ὡς ὀθόνην λαμπρὰν καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ τὰ ἑρπετὰ τῆς γῆς καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ἐγένετο φωνὴ ἐκ τοῦ οὐρανοῦ πρὸς μὲ λέγουσα· Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. Κἀγὼ εἶπον· Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον. Καὶ ἐγένετο πάλιν φωνὴ ἐκ δευτέρου λέγουσα· Ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. Ὡς δὲ διηπόρουν, τί ἂν εἴη τὸ ὅραμα, εἶπέν μοι τὸ Πνεῦμα· Ἰδοὺ ἄνδρες ζητοῦσιν σε· ἀλλὰ ἀναστὰς πορεύθητι σὺν αὐτοῖς μηδὲν διακρινόμενος, διότι ἐγὼ ἀπέσταλκα αὐτούς· οὗτοι δὲ ἦσαν οἱ παρὰ τοῦ ἑκατοντάρχου. Καὶ οὕτως ἀναλογισάμενος ἔγνων τὸ ῥῆμα Κυρίου τὸ γεγραμ μένον, ὅτι «Πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Καὶ πάλιν· «Μνησθήσονται καὶ ἐπιστρα φήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.» Καὶ ὡς πανταχοῦ περὶ τῆς κλήσεως τῶν ἐθνῶν εἴρηται ἐννοήσας, ἀναστὰς ἐπορεύθην σὺν αὐτοῖς καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ ἀνδρός· καὶ ἔτι μου διαγγέλ λοντος τὸν λόγον, ἐπέπεσεν τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτὸν καὶ ἐπὶ τοὺς παρόντας σὺν αὐτῷ, καθὼς καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ· καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Καὶ ἔγνων ἐγώ, ὅτι οὐκ ἔστιν προσωπολήπτης ὁ Θεός, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτὸς αὐτῷ ἐστιν· ἐξέστησαν δὲ ἐπὶ τούτῳ καὶ οἱ ἐκ περιτομῆς πιστοί. Νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν βαρὺν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν