Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
μόνην τὴν Ἰουδαίαν, ἀλλὰ γὰρ καὶ πᾶσιν ἐγνωσμένα τοῖς ἐπὶ γῆς διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων τῶν ἁγίων ἱερουργῶν, οἳ πᾶσαν φοι τῶντες τὴν ὑπ' οὐρανῶν, τὴν ἀξιάγαστον δύναμιν καὶ ὑπεροχὴν τοῦ Χριστοῦ κατέστησαν ἐναργῆ, τοῦτο μὲν τὰ δι' αὐτοῦ γεγονότα λέγοντες, τοῦτο δὲ καὶ ἐν ὀνόματι αὐτοῦ κατορθοῦντες. Εἰ δὲ δή τις λέγοι χρῆναι μαθεῖν τοὺς ἐξ ἐθνῶν καλουμένους τὰ ἔργα τοῦ Θεοῦ, τουτέστιν τὴν ὁρωμένην κτίσιν, πολὺ λίαν ἔχουσαν τὸ ἀξιοθαύμαστον καὶ τερατουργίας οὐ μακρὰν, ὥστε εἰδέναι σύμπαντας ὅτι τῶν ὅλων ἐστὶ δημιουργὸς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος.
ΨΑΛΜΟΣ Μςʹ.
Εἰς τὸ τέλος, ὑπὲρ τῶν υἱῶν Κορέ. (A f. 260 b, B f. 178, K f. 2, I f. 250 b, L f.
69.1052 124) ∆ιακονοῦσί τινες τοῖς υἱοῖς Κορὲ ἱεροψάλται πάντως που, οἳ δὴ καὶ ἀναφέρουσιν τὴν λιτήν. Ἐπι γέγραπται γοῦν ὑπὲρ τῶν υἱῶν Κορὲ, οὐχ ὡς ὑπέρ γε πάντως ἐκείνων γενομένης τῆς ᾠδῆς, ἀλλ' ὡς δι' αὐτῶν ὑπηρετεῖν τεταγμένων τῇ ἀναφορᾷ τῆς ᾠδῆς. Ἔστι δὲ τῶν ἁγίων ἀποστόλων τὸ πρόσωπον, ὡς ἤδη κεκελευσμένων μαθητεῦσαι μὲν πάντα τὰ ἔθνη, βαπτί σαι τε αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἐπειδὴ δὲ πλείστων ὅσων αὐτοῖς καὶ μεγάλων ἀγαθῶν προμνήστρια γέ γονεν ἡ πίστις (κέκληνται γὰρ δι' αὐτῆς εἰς υἱοθε σίαν Θεοῦ, εἰς μέθεξιν τοῦ ἁγίου Πνεύματος θείας τε φύσεως γεγόνασι κοινωνοὶ, καὶ τὴν τῶν ἐξ οὐρα νοῦ χαρισμάτων πεπλουτήκασι χάριν, καὶ τῆς τῶν ἁγίων ἐλπίδος γεγόνασι κοινωνοὶ), ταύτῃ τοι καὶ μάλα εἰκότως πανηγυρίζειν αὐτοῖς ἐπιτάττουσι λέγοντες· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ. (I f. 251, L f. 124) Τὸ δ' αἴτιον τῆς πανηγύρεως, ὅτι τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐγνώσθη Χριστὸς τοῦτο ὑπάρχων, ὅπερ ἐστὶ κατὰ ἀλήθειαν, βασιλεὺς δηλον ότι καὶ Θεὸς ὕψιστός τε καὶ φοβερός· βασιλεὺς δὲ τῶν ἐθνῶν οὐκ ἀρχὴν ἕχων καὶ τῆς βασιλείας, ὅτε κεκράτηκεν αὐτῶν, ἀλλ' ὅτι Κύριος ὢν τῶν ὅλων καὶ βασιλεὺς ὡς Θεὸς, ὑπὸ σκῆπτρα τέθεικε τῆς ἑαυτοῦ βασιλείας καὶ αὐτὰ, τῆς τῶν πάλαι κρατούντων πλεονεξίας ἐξελών.-(A f. 261) Ἐπινίκιος ᾠδή ἐστιν ὁ ψαλμός. Ὡς οὗν πεπτωκυιῶν τῶν ἀντικει μένων δυνάμεων, ᾄδειν τὰ ἔθνη παρακελεύεται. Ἀλα λάξουσι δὲ ὡς νικήσαντες ἐν Χριστῷ. Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐ τοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. (B f. 179, E f. 85, I f. 252, L. f. 124 b) ∆οκεῖ γε μὴν ἑτέροις τὸ, "Ὑπέταξε λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν," καὶ ἑτέρως χρῆναι νοεῖν· λαοὺς γὰρ δὴ καὶ ἔθνη τὰ ὑπὸ πόδας ἁγίων αὐτόν τε τὸν Σατανᾶν καὶ τὰς σὺν αὐτῷ πονηρὰς δυνάμεις εἶναί φασι. Περὶ ὧν ἔφη ὁ Χριστός· "Ἰδοὺ δέδωκα ὑμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶ σαν τὴν δύναμιν τοῦ ἐχθροῦ." Καταθαυμάζουσι δὲ καὶ τὴν τοῦ Σωτῆρος φιλοτιμίαν, ὅτι ψήφῳ δικαίᾳ Θεοῦ πάντα τὰ γέρα τῶν ἐξ Ἰσραὴλ, καὶ τὰ ἐκείνοις ἐπηγγελμένα παρὰ Θεοῦ, δέδοται μᾶλλον τοῖς ἐξ ἐθνῶν, ἅτε δὴ προσηκαμένοις τὴν πίστιν, καὶ ἐπ εγνωκόσι τὸν εὐεργέτην. Καὶ γοῦν περὶ αὐτοῦ τοῦ θείου κηρύγματος εἴρηταί που πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ παρὰ τῶν ἁγίων μυσταγωγῶν· "Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος." Χαί ρουσι τοίνυν ὡς λαβόντες παρὰ Χριστοῦ τὸ εἶναι κλῆρος αὐτοῦ, καταλογισθῆναι δὲ ὥσπερ καὶ ἐν τῇ καλλονῇ Ἰακώb. Πάλαι μὲν γὰρ ἐγενήθη μερὶς Κυ ρίου λαὸς αὐτοῦ Ἰακὼb, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ· ἐπειδὴ δὲ πεπαρῴνηκεν εἰς Χριστὸν, 69.1053 ἐξώσθη τοῦ εἶναι κλῆρος αὐτοῦ Σεσαγήνευται δὲ διὰ πίστεως τῶν ἐθνῶν ἡ πληθὺς, καὶ ἀνεκομίσθη παρὰ Θεοῦ εἰς τὸ