στρατιώταις ἐπιχειρήσας ἐν μάχῃ ὅμως οὐ κατὰ τὸν βασιλέα κατορθοῖ, ἀλλὰ βλάπτεται βληθείς. οὔτασε μὲν γὰρ δουρὶ Χάροπα Σώκου εὐηγενέος αὐτοκασίγνητον. «τῷ 3.227 δ' ἐπαλεξήσων ἦλθε Σῶκος ἰσόθεος φώς, στῆ δὲ μάλ' ἐγγὺς ἰών», καὶ εἰπὼν «ὦ Ὀδυσσεῦ πολύαινε, δόλων ἆτε ἠδὲ πόνοιο, σήμερον ἢ δοιοῖσιν ἐπεύξεαι Ἱππασίδῃσι τοιώδε ἄνδρε κατακτείνας καὶ τεύχε' ἀπούρας» καὶ ἑξῆς, «οὔτησε κατ' ἀσπίδα», καὶ τὸ ἔγχος διὰ τῆς ἀσπίδος ἐλθὸν καὶ διὰ τοῦ θώρακος ἐρεισθέν, ἃ καὶ ἀλλαχοῦ κεῖνται, «πάντα ἀπὸ πλευρῶν χρόα ἔργαθεν», ἤγουν ἀπεῖρξεν, ἀπήγαγεν, ἀπεκόλλησε τῶν πλευρῶν τὴν ἐπιπολήν, οἷα μὴ προκύψαν εἰς βάθος. (ῃ. 437 ς.) ∆ιὸ καὶ ἐπάγει, ὡς οὐκ εἴασεν ἡ Ἀθηνᾶ μιχθήμεναι ἔγκασι φωτός. ἴσως γὰρ κατὰ Ἀθηνᾶν, ὅ ἐστι σύνεσιν, σχηματίσας ἑαυτὸν ὁ Ὀδυσσεὺς καὶ παρεκκλίνας οἷα καὶ δόλων ἆτος, ὅ ἐστιν ἀκόρεστος, κατὰ τὸν τοῦ Σώκου λόγον, οὐκ εἴασεν ἐμβαθῦναι ταῖς πλευραῖς τὸ ἔγχος. (ῃ. 439-45) Γνῶ δ' Ὀδυσσεύς, ὅ, ἤγουν ὅτι, «οὔ οἱ βέλος κατὰ καίριον ἦλθεν, ἃψ δ' ἀναχωρήσας Σῶκον πρὸς μῦθον ἔειπεν· ἆ δεῖλ' ἦ», ἤγουν ὦ δειλὲ ὄντως, «μάλα δή σε κιχάνεται αἰπὺς ὄλεθρος. ἤτοι μέν ῥ' ἐμέ», ἤγουν ἐμὲ μὲν δή, «ἔπαυσας ἐπὶ Τρώεσσιν», ἤγουν κατὰ Τρώων, «μάχεσθαι. σοὶ δ' ἐγὼν ἐνθάδε φημὶ φόνον καὶ κῆρα μέλαιναν ἤματι τῷδ' ἔσεσθαι, ἐμῷ δ' ὑπὸ δουρὶ δαμέντα εὖχος ἐμοὶ δώσειν, ψυχὴν δ' Ἄϊδι κλυτοπώλῳ». (ῃ. 446-55) Καὶ γέγονεν οὕτω. καὶ ὁ μὲν Σῶκος φύγαδε αὖτις ὑποστρέψας ἐβεβήκει, Ὀδυσσεὺς δὲ «μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσε», καὶ ἐπευξάμενός φησιν «ὦ Σῶκε, Ἱππάσου υἱὲ δαΐφρονος ἱπποδάμοιο, φθῆ σε τέλος θανάτοιο κιχήμενον οὐδ' ὑπάλυξας. ἆ δειλέ», ὡς καὶ ἀνωτέρω κεῖται, «οὐ μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ ὄσσε καθαιρήσουσι θανόντι περ, ἀλλ' οἰωνοὶ ὠμησταὶ ἐρύουσι περὶ πτερὰ πυκνὰ βαλόντες. αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσι με δῖοι Ἀχαιοί». Καὶ ὅρα τὸ ἐπαγωγὸν τῆς ἐντίμου ταφῆς, οὗ χάριν οἱ πλείους θαρροῦσι τὸν θάνατον, καὶ ὅτι οὐδ' ἐν τοῖς δεινοῖς οἱ ἀνδρεῖοι, ὡς πολλαχοῦ φαίνεται, ἀπέχονται τοῦ βαρέως ἀστεΐζεσθαι. Ὀδυσσεὺς οὖν πολλὰ νῦν ἀστεῖά φησι. (ῃ. 445) Τὸ γοῦν «εὖχος ἐμοὶ δώσειν, ψυχὴν δέ» τῷ Ἅιδῃ, ἀστείως εἴρηται ὡς ἐπὶ δωρεᾶς ἐπιτελευτίου. (ῃ. 451) Ὁμοίως καὶ τὸ «φθῆ σε τέλος θανάτοιο κιχήμενον». λέγει γάρ, ὡς εἰ καὶ ὠκὺς ἦσθα φυγεῖν, ἀλλ' ὁ θάνατος κατέλαβέ σε. διὸ καὶ σαφηνίζων ἐπάγει «οὐδ' ὑπάλυξας». (ῃ. 454) Οὕτω δὲ καὶ τὸ «περὶ πτερὰ πυκνὰ βαλόντες» περιμάχητον αὐτὸν ἔσεσθαι δηλοῖ τοῖς κρεωφάγοις οἰωνοῖς, ὡς ἐπ' αὐτῷ κατακοπτομένους πτερὰ πυκνὰ ῥίπτειν κατὰ ἔριν, ἅ, 3.228 καθὰ καί τις χυτὴ γῆ, ἀφοσιώσονται τῷ Σώκῳ κειμένῳ ταφήν. Τοῦτο δὲ καὶ ἄλλως σχηματίζει γραφικῶς, οἰωνοὺς πονουμένους περὶ σαρκοφαγίαν, οἳ περιβάλλουσι τὸ σπαραττόμενον ἁπλοῦντες τὰ πτερὰ οὐχ' οὕτω πρὸς τὸ καλύψαι, ὅσον πρὸς ἀντέρεισιν, ἵνα μὴ καταπίπτοιεν. Ὑπογράφει δ' ἐν τούτοις καὶ θρασύδειλον ὁ ποιητὴς τὸν Σῶκον, ὃς ἔβη μὲν γενναῖόν τι δράσων καὶ δὴ καὶ πεποίηκεν, ἀπειλῇ δὲ μόνῃ τραυματίου ἀνδρὸς εἰς φυγὴν ὥρμησε. καὶ ἐντρέχειαν δὲ τοῦ Ὀδυσσέως δηλοῖ, ὃς ἀκμὴν ἐμπεπηγότος ταῖς πλευραῖς τοῦ δόρατος ἔρριψε τὸν πολέμιον, καὶ ἀταραξίαν δὲ πολλὴν τοῦ ἥρωος παραδίδωσιν, ὃς καὶ τὸ ἔγχος μετ' ὀλίγα ἔξω χροὸς εἷλκε καὶ ἀσπίδος, καὶ πληγεὶς διέγνω ὡς τὸ βέλος οὐ κατὰ καίριον ἦλθεν, ὅπερ ἀλλαχοῦ οὕτως ἔφρασεν «οὐκ ἐν καιρίῳ ὀξὺ πάγη βέλος». Ἀχιλλεὺς μέντοι ἐν τοῖς ἑξῆς μηδὲν δεινὸν παθὼν ὅμως τὸ ἡφαιστότευκτον σάκος ἀφ' ἑαυτοῦ ἔσχετο, ταρβήσας ἐπὶ ἔγχει ἀφεθέντι κατ' αὐτοῦ. Ὅτι δὲ φιλάδελφος ὁ Σῶκος, καθὰ καὶ πρὸ μικροῦ ὁ Κόων, καὶ ὅτι ἀλαζών, ὡς δηλοῖ τὸ «ἐπεύξεαι τοιώδε ἄνδρε κατακτείνας», δῆλον ἤδη ἐστί. (ῃ. 431) Κεῖται δ' ἐνταῦθα καὶ φήμη ἀγαθή, ὁποίαν ζητήσας ὁ Ὀδυσσεὺς θεόθεν ἐν τῷ τῆς μνηστηροκτονίας καιρῷ ἔλαβεν ὑπὸ γραὸς δουλίδος ῥηθεῖσαν, ὡς ἐκεῖ δηλοῦται. Κἀνταῦθα γὰρ τὸ «σήμερον δοιοῖς ἐπεύξεαι ἀδελφοῖς» εὐτυχῶς τῷ Ὀδυσσεῖ ὁ Σῶκος προὐβάλετο τοῦ λόγου. αὐχήσει γὰρ Ὀδυσσεὺς ἀμφοτέρους ἀνελών. καὶ τοιαῦτα μὲν ταῦτα. (ῃ. 427) Τὸ δὲ