112
πατριάρχης δὲ νοῦν μὲν αὐτοὺς ἔφη λόγον ἔχοντα εἰρηκέναι, αὐτὸν δὲ μὴ πείθεσθαι οὕτως εἶναι, ἀλλά τι τὸν μέγαν δομέστικον ἐπινενοηκέναι, βαθείαις, καθάπερ ἴσμεν, κεχρημένον ταῖς φρεσὶν, ὃ νῦν ἡμᾶς μὴ δύνασθαι 1.319 νοεῖν. ἐπεὶ δὲ ἐπηγγειλάμεθα τοὺς ἀρχιερέας πάντας εἰς τὴν τεταγμένην ἡμέραν συνελθεῖν, ὃ ἐπηγγειλάμεθα καὶ ἔργοις ἀναγκαῖον ἐκπληροῦν. Τῆς προθεσμίας δὲ ἐλθούσης, ἐν ᾗ τῶν ἀρχιερέων τὴν σύνοδον ἔδει εἶναι, οἱ μὲν ἐν πατριαρχείῳ παρῆσαν πάντες, ὁ μέγας δὲ δομέστικος τοὺς ὑπευθύνους τῶν ἀρχιερέων παραλαβὼν καὶ παραγγείλας αὐτοῖς σιωπᾷν καὶ φθέγγεσθαι μηδὲν, ὡς ὑπὲρ αὐτῶν αὐτοῦ τοὺς λόγους ποιησομένου, ἦλθε σὺν αὐτοῖς ὡς ὑπὲρ ὧν ἐνεκαλοῦντο ἀπολογησομένοις. πάντων δὲ γενομένων ἐν ταὐτῷ, τοὺς ἐγκαλουμένους ἀρχιερέας ὁ πατριάρχης ᾐτιᾶτο ὑπὲρ τοῦ τῶν θρόνων ἀπελασθῆναι ὑπ' αὐτῶν, ἀδικήσαντα μηδὲν, καὶ προσέτι γε εἱρχθῆναι. οἱ μὲν οὖν ἐγκαλούμενοι ἀπεκρίναντο οὐδέν· σιωπῆς δὲ βαθείας γενομένης ἐπιπολὺ, ὁ μέγας δομέστικος εἶπεν· «ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς εὐαγγελίοις εἶπεν· «ἐὰν μὴ ἡ δικαιοσύνη ὑμῶν περισσεύσῃ πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» τὸ δὲ «πλέον τῶν γραμματέων καὶ Φαρισαίων,» ὡς ὑμῶν ἀκούω διδασκόντων ἐγὼ, οὐδὲν ἄλλο εἶναι ἢ τὸ μὴ μόνον τὸν ἀδικοῦντα μὴ ἀμύνεσθαι ἐκ τοῦ ἴσου, ἀλλὰ καὶ εὖ ποιεῖν καθ' ὅσον ἂν οἷόν τε ᾖ. διὸ καὶ τοὺς σωτηρίους νόμους τιθεὶς, τὸν ἑλκόμενον εἰς δικαστήριον ὑπὲρ τοῦ τὸν χιτῶνα ἀφαιρεθῆναι καὶ τὸ ἱμάτιον προσέταξε προσαποδύσασθαι, καὶ τὸν πατάξαντα ἐπὶ κόῤῥης μὴ μόνον εὐθύνας οὐκ ἀπαιτεῖν, ἀλλὰ καὶ τὴν ἑτέραν ἐμπαρέχειν, καὶ ἄλλα ὅσα τῆς αὐτῆς ἐξέχεται 1.320 διανοίας. παραθήγων δὲ ἡμᾶς εἰς τὴν ἐργασίαν τῶν σωτηρίων νόμων, ποτὲ μὲν εἶπε· «μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου» καὶ «εἰσελθὼν εἰς τὸ ταμιεῖόν σου, πρόσευξαι τῷ πατρί σου τῷ ἐν οὐρανῷ» καὶ προσέτι «κλείσας τὴν θύραν,» ποτὲ δὲ ὅτι «λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα.» καίτοι γε τῷ δοκεῖν τὰ τοιαῦτα παραγγέλματα ἀντίκεινται ἀλλήλοις, ἐμοὶ δὲ δοκεῖν, τοῖς μὲν ἀτελέσιν ἡμῖν καὶ δυναμένοις ἐκ τῆς ἐπιδείξεως τῶν καμάτων τὰ ἔπαθλα ἀποστερεῖσθαι, τὸ ἐπικρύπτεσθαι αὐτὰ εἰρῆσθαι παντὶ σθένει· τοῖς διδασκάλοις δὲ ὑμῖν καὶ κοινὸν παράδειγμα ὀρθοῦ καὶ σώφρονος βίου προκειμένοις, τὸ λάμπειν ὑμῶν τὰ καλὰ ἔργα, ὅπως οἱ πολλοὶ ὁρῶντες, τὸν πατέρα ἡμῶν δοξάζωσι τὸν ἐν τοῖς οὐρανοῖς. ἐὰν τοίνυν ὑμεῖς, οἱ φῶς ἡμῶν τῶν μαθητευομένων καὶ ταῖς ἀπάταις τοῦ βίου καὶ μερίμναις καὶ ἡδοναῖς προσισχομένων δίκαιοι ὄντες εἶναι, δεινοὶ καὶ ἀπαραίτητοι καὶ μηδεμίαν παρέχοντες συγγνώμην τοῖς ἀδικήσασι καὶ κακῶς ὑμᾶς διαθεῖσι φανῆτε, οὐ θηρίων ἀνημέρων ἀγριωτέρους ἡμᾶς καὶ ὠμοτέρους παρασκευάσετε γενέσθαι; καὶ συμβήσεται ὑμῖν, ὥσπερ τοῦ καλοῦ παράδειγμα γινομένοις ὑπὲρ τῆς πάντων ὠφελείας παρὰ τοῦ φιλανθρώπου καὶ δικαίου βραβευτοῦ στεφάνων ἀξιοῦσθαι καὶ γερῶν, οὕτω νῦν ὄφλειν οὐ τὰς τυχούσας δίκας ὑπὲρ τοῦ πᾶσι βλάβης ἀφορμὴν παρεσχηκέναι. ἐγὼ δὲ παράδειγμα φιλανθρωπίας καὶ ἀπὸ 1.321 τῶν τῷ βίῳ προσηλωμένων ἡμῶν παρέξομαι ὑμῖν οὔπω χθὲς καὶ πρώην γεγενημένον. ὁρᾶτε γὰρ τὸν βασιλέα, τοσοῦτο μὲν ἀρχῆς μέγεθος περιβεβλημένον, οὕτω δ' ἐν αὐτῷ τῷ τῆς νεότητος ἄνθει, ὅτε μάλιστ' ἄν τις, καὶ πολλὴν ποιούμενος ὀρθοῦ βίου φροντίδα, ῥᾷστα καὶ ὑπὸ ἡδονῶν κρατοῖτο καὶ πρὸς ἀμετρίαν ἐξάγοιτο θυμοῦ, πρὸς τὸν ὑβριστὴν καὶ τὰ δεινότατα τετολμηκότα Μάρκον ὁποίᾳ, μηδενὸς ἂν προσδοκήσαντος, ἡμερότητι ἐχρήσατο καὶ φιλανθρωπίᾳ. εἰ οὖν ἐκεῖνος νέος ὢν, ὥσπερ ἔφημεν, καὶ βασιλεὺς καὶ τοῖς τοῦ βίου πράγμασι προσέχων, οὕτω συνέγνω τῷ πταίσαντι ῥᾳδίως, οὐ καὶ σὺ διδάσκαλός τε ὢν κοινὸς καὶ οἱονεὶ παράδειγμα προκείμενος ἐναρέτου βίου, τοῖς ὑπὸ ῥᾳθυμίας προσκεκρουκόσι συγγνώμην παρέξεις ἀδελφοῖς; ἀλλ' οὕτω διακαρτερήσεις ἀπαραιτήτως τῶν ἡμαρτημένων δίκας ἀπαιτῶν, μήτε πρὸς τὰς ἡμετέρας καμπτόμενος δεήσεις, μήτε οἶκτον μηδένα