112
γνοὺς δὲ ὡς γέρας αὐτῷ ταῦτα ἀντὶ τῆς σωτηρίας παρέσχεν ὁ βασιλεύς, μηνύσαντι τὴν τῶν εὐνούχων ἐπιβουλήν, ἐνδύεται τὴν πορφύραν καὶ περιτίθεται τὸ περιαυχένιον, καὶ ἐπιβὰς τὸν ιππον ἐν κύκλῳ περιῄει τὴν πόλιν, προϊόντος ̓Αμὰν καὶ κηρύσσοντος οτι ουτως τιμᾷ βασιλεὺς ον αν στέρξῃ. ̔Ο μὲν ουν τὴν πόλιν περιελθὼν πρὸς τὸν βασιλέα ἐπάνεισιν, ̓Αμὰν δὲ οικοι ὑπέστρεψε καὶ τὰ συμβάντα κλαίων τῇ γυναικὶ διηγεῖτο. ἐν τούτοις ηκον ἐκ τῆς ̓Εσθὴρ εὐνοῦχοι, ἐπὶ τὸ δεῖπνον τὸν ̓Αμὰν ἐπισπεύδοντες. εις δὲ τούτων ἰδὼν τὸν σταυρὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ μαθὼν παρά του τῶν οἰκετῶν ὡς ἐπὶ Μαρδοχαῖον τοῦτον ἡτοίμασαν πρὸς τιμωρίαν αἰτηθησόμενον, τότε μὲν ἀπῆλθεν, ὡς δ' ἡ εὐωχία πρὸς τέλος ην, ἐπέτρεπε τῇ βασιλίσσῃ λέγειν ὁ βασιλεὺς τίνα αἰτεῖ, ἡ δὲ τὸν τοῦ λαοῦ κίνδυνον ἀπωδύρετο, καὶ μετὰ τοῦ εθνους ελεγεν ἐκδεδόσθαι καὶ αὐτὴ πρὸς ἀπώλειαν, καὶ τὸν ̓Αμὰν ταῦτα ἐπῆγεν αἰτήσασθαι. ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασιλέως καὶ ἐκπεπηδηκότος τοῦ συμποσίου, τῆς ̓Εσθὴρ ὁ ̓Αμὰν ἐδέετο· καὶ ἐπὶ τῆς κλίνης πεσόντος καὶ ἱκετεύοντος τὴν βασίλισσαν, ἐπεισελθὼν ὁ βασιλεύς "ω κάκιστε" ειπε, "καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπιχειρεῖς;" ἐν τούτοις παρὼν ὁ εὐνοῦχος περὶ τοῦ σταυροῦ ειπεν ον ειδεν ἐπὶ Μαρδοχαῖον ἡτοιμασμένον. 1.282 καὶ ὁ βασιλεὺς αὐτίκα κελεύει τὸν ̓Αμὰν ἐπ' ἐκείνου τοῦ σταυροῦ κρεμασθῆναι. καὶ ὁ μὲν ουτως ἀπώλετο, τὴν δὲ οὐσίαν αὐτοῦ δῶρον εσχηκεν ἡ βασίλισσα. γνοὺς δὲ τὴν πρὸς ̓Εσθὴρ τοῦ Μαρδοχαίου συγγένειαν ὁ βασιλεὺς δίδωσιν αὐτῷ τὸν δακτύλιον ον εδωκε πρὶν τῷ ̓Αμάν. καὶ ἡ βασίλισσα τὴν ἐκείνου κτῆσιν τῷ Μαρδοχαίῳ παρέσχετο, καὶ τοῦ κινδύνου ἀπαλλάξαι τὸ τῶν ̔Εβραίων εθνος τοῦ βασιλέως ἐδέετο. καὶ ος γράφειν α βούλεται ἐξ ὀνόματος αὐτοῦ ἐφῆκε περὶ τοῦ εθνους. τὰ δὲ γραφέντα ησαν τοιαῦτα. τοῦ μὲν ̓Αμὰν κατηγόρουν ὡς πονηροῦ καὶ ἀγνώμονος καὶ αἰτησαμένου εθνους ἀπώλειαν μηδὲν ἀδικήσαντος, τὸν δέ γε Μαρδοχαῖον σωτῆρα ἐκάλουν, καὶ τοὺς ̓Ιουδαίους τὸν αριστον πολιτευομένους τρόπον καὶ τὸν θεὸν σεβομένους, καὶ οὐ μόνον σφᾶς τῆς τιμωρίας ἀπέλυον εἰς ην ὁ ̓Αμὰν αὐτοὺς ἐξῃτήσατο, ἀλλὰ καὶ τιμῆς ἠξίουν καὶ τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετ' εἰρήνης ἐπέτρεπον, καὶ ἐδίδουν ἀμύνεσθαι τῇ τρισκαιδεκάτῃ ἡμέρᾳ τοῦ δωδεκάτου μηνός, ος ἐστιν Αδαρ, τοὺς αὐτοὺς ἀδικήσαντας, καὶ τοῖς τῶν χωρῶν σατράπαις ἐκέλευον βοηθεῖν αὐτοῖς, ινα τοὺς ἐχθροὺς μετελεύσονται. Οἱ δὲ ἐν Σούσοις ̓Ιουδαῖοι τὰ κατὰ τὸν Μαρδοχαῖον γνόντες, κοινὴν τὴν εὐπραγίαν ἡγήσαντο, καὶ κατὰ τὴν τρισκαιδεκάτην τοῦ Αδαρ μηνός, ος κατὰ Μακεδόνας ∆ύστρος ὠνόμασται, οι τε ἐν Σούσοις ̓Ιουδαῖοι περὶ πεντακοσίους ἀπέκτειναν τῶν ἐχθρῶν, καὶ οἱ ἐν ταῖς αλλαις πόλεσί τε καὶ χώραις ἑπτακισμυρίους καὶ πεντακισχιλίους ἀπώλεσαν. οἱ δ' ἐν Σούσοις καὶ τῇ ἑξῆς ἡμέρᾳ τριακοσίους διέφθειραν, τοῦτο αἰτησαμένης ̓Εσθήρ· καὶ οἱ δέκα τοῦ ̓Αμὰν 1.283 παῖδες ἀνεσταυρώθησαν, χαρισαμένου καὶ τοῦτο τοῦ βασιλέως αὐτῇ. τὴν δὲ τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ἑορτάσιμον τὸ εθνος απαν ἐποίησε. καὶ εκτοτε τὰς ἡμέρας καὶ αμφω ἑορτάζουσι, φρουραίας ταύτας προσαγορεύοντες. ὁ δὲ Μαρδοχαῖος μέγας τε ην καὶ συνδιεῖπε τῷ βασιλεῖ τὴν ἀρχήν. Τῆς δ' ἀρχιερωσύνης εἰς ̓Ιωάνναν μεταπεσούσης τὸν υἱὸν ̓Ιωδαέ, ὁ ἀδελφὸς αὐτοῦ ̓Ιησοῦς, φίλος ω Βαγώα τοῦ στρατηγοῦ τῆς ̓Αρταξέρξου δυνάμεως, ὑπόσχεσιν εσχε τὴν ἀρχιερωσύνην λαβεῖν. διὰ ταύτην γοῦν τὴν αἰτίαν ὁ ̓Ιωάννας παροξυνθεὶς ἐν τῷ ναῷ ἀνεῖλε τὸν ἀδελφόν. καὶ ὁ Βαγώας εὐθὺς ἐπιστὰς εἰς τὸν ναόν τε εἰσῆλθεν εἰπὼν ὡς "εἰ οἱ τὸν φόνον ἐν τῷ ναῷ τολμήσαντες εἰσέρχονται ἐν αὐτῷ, κἀγὼ εἰσελεύσομαι καθαρώτερος τυγχάνων αὐτῶν," καὶ ἐπ' ετεσιν ἑπτὰ τοὺς ̓Ιουδαίους ἐκάκωσε. τοῦ ̓Ιωάννα δὲ τὴν ζωὴν καταστρέψαντος διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ ̓Ιωάδ. ην δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς, ῳ Σαναβαλέτης σατράπης ∆αρείου τοῦ τελευταίου βασιλέως Περσῶν τὴν ἑαυτοῦ θυγατέρα συνῴκισε, Νικασὼ καλουμένην. οἱ δὲ τῶν ̔Ιεροσολυμιτῶν λογάδες ἐστασίαζον, οτι ἀλλοφύλῳ συνῴκησεν ὁ τοῦ ἀρχιερέως