112
γυναικομανὲς, καὶ ἐν συγκοπῇ γυναιμανές. η λέγομεν, ωσπερ παρὰ τὸ τιμὴ γίνεται Τιμόθεος, ουτως καὶ ἀπὸ τοῦ γυνὴ γυνομανὲς καὶ γυναιμανὲς, κατὰ μετάθεσιν τοῦ ˉο εἰς τὴν ˉαˉι δίφθογγον, ὡς μεσοπόλιος, μεσαιπόλιος, καὶ Κλυτομνήστρα, Κλυταιμνήστρα. Γύργαθοσ. τὸ δίκτυον. Γυρῖνοι. οἱ μικροὶ βάτραχοι. *παρὰ τὸ γυρὸν, τὸ περιφερές. τοιοῦτοι γὰρ καὶ οἱ μικροὶ βάτραχοι.* ̓Αριστοφάνης· οιον πατέρες βοῶσι γυρίνων. Γῦροσ. κύκλος, στρογγύλος καὶ περιφερής. Γυμνόσ. τριχῶς ἐξηγεῖται τὸ γυμνὸς ἐπὶ τῆς τοῦ ̓Αδὰμ γυμνότητος. γυμνὸς κατὰ τὴν ἁπλότητα τοῦ τρόπου· ουπω γὰρ ἡ διπλόη ἐπετηδεύθη καὶ ἡ πονηρία. γυμνὸς κατὰ τὴν ατεχνον ζωήν· υστερον γὰρ αἱ τέχναι εὑρέθησαν. γυμνὸς καὶ κατὰ τὰ αμφια· υστερον δὲ καὶ ταῦτα ἐπενοήθησαν. (Θηλυκόν.) Γύαροσ. νῆσος μία τῶν Σποράδων. λέγεται δὲ, οτι ἐν ταύτῃ οἱ μῦες ηγουν οἱ ποντικοὶ διατρώγουσι τὸν σίδηρον. Γυμνοπαιδία. ἡ παλαίστρα. gamma.459 Γυμνῆτισ. γυνὴ γυμνητεία. Γυμνασία. ἡ τριβή. Γυναίκισισ. ἡ γυναικεία μίμησις. πρὶν τῆς ἑτέρας γυναικίσεως δίκην δοῦναι. γυναικεία φύσις διφθόγγως. Γυνή. παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, γίνεται γυνή· ἡ δεκτικὴ τοῦ σπέρματος. η παρὰ τὸ γόνω, τὸ τίκτω, γίνεται γονὴ καὶ τροπῇ τοῦ ˉο εἰς ˉυ Αἰολικῶς γυνή. ὡς ομοιον, υμοιον. τὸ δὲ γυνὴ ακλιτόν ἐστι· συστέλλει δὲ τὸ ˉυ. εἰκότως ουν ὡς μονῆρες ακλιτον εμεινεν. ευρηται δὲ καὶ τὴν γυνήν. οιον· ὡς ατοπόν ἐστι καὶ μητέρα ειναι καὶ γυνήν. Γυρίησ. περιφεροῦς. Γυρινώ. ονομα κύριον. παρὰ τὸ γύρινος Γυρινὼ, ὡς κάλλιστος Καλλιστὼ, καὶ κλέος Κλεὼ καὶ Κλειώ. Γύψοσ. οἱονεὶ γύεψος τὶς ουσα, ο ἐστιν ἡ ἑψεθεῖσα γῆ. Γυιοκόρουσ. τὰς κατεσθιούσας τὰ μέλη μέχρι κόρου. ̔Ησίοδος· καὶ γυιοκόρους μελεδῶνας. (Οὐδέτερον.) Γύαλον. τὸ κοῖλον. οιον· θώρηκος γύαλον. παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γίνεται παράγωγον γύω, ἀφ' ου γυὸν καὶ πλεονασμῷ τῆς ˉαˉλ συλλαβῆς γύαλον. ὡς πτύω, πτύαλον. Γυῖα. τὰ γόνατα καὶ τὰ λοιπὰ μέλη. κυρίως δὲ ἐπὶ τῶν ποδῶν λέγεται, παρὰ τὸ ἐπὶ τῆς gamma.460 γύης, ο ἐστι γῆς, ἰέναι· ἐπὶ ταύτης γὰρ βέβηκε. καὶ ἡ πρώτη κίνησις τῶν ἀνθρώπων διὰ χειρῶν καὶ ποδῶν γίνεται. η παρὰ τὸ τὴν γῆν γίνεται γήϊα καὶ τροπῇ τοῦ ˉη εἰς ˉυ γυῖα, ὡς ἁλμηρὸς, ἁλμυρός. τάττεται δὲ καὶ ἐπὶ τῶν χειρῶν. οιον· γυῖα δ' εθηκεν ἐλαφρά-. γίνεται παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γύω καὶ γῦον. ὡς πτῶ πτύον, καὶ θῶ θύον. οιον· κέδρου τ' εὐκεάτου θύου τ' ἀνὰ νῆσον ὀδώδει. καὶ πλεονασμῷ τοῦ ˉι γυῖον, ιν' ῃ τὸ λαμβάνον καὶ δεχόμενον. δύναται καὶ ἐπὶ τῶν μικρῶν παιδίων τάττεσθαι ἡ λέξις· ταῦτα γὰρ χερσὶ καὶ ποσὶ βαίνουσιν ἐπὶ τῆς γύης, ο ἐστι τῆς γῆς. Γυμνάσια. κυνήγια· ἀλειπτήρια· λοῦτρα· η ἱππικόν. τρία γυμνάσια τῆς ̓Αττικῆς· ̓Ακαδημία, Λύκειον, Κυνόσαργες. Γύλιον. ἀγγεῖον πλεκτὸν ἀπὸ φοινίκων. Γυπαρίοισ. στενοῖς χωρίοις. φωλεαῖς· καλιαῖς. Γύῤῥον. κυρτὸν, στρογγύλον. ( ̔Ρῆμα.) Γυιώσω. βλάψω. γυιῶ· ἐξ ου καὶ τό· γυιώσω μὲν σφῶϊ. Γυμνητεύω. Γυμνάσαι. τὸ εἰς φῶς ἀγαγεῖν. Γυναικιζόμενοσ. θηλυνόμενος. Γυνομανῶ. ἀκολασταίνω. gamma.461 Γυρῶσαι. φιαλῶσαι, περιφράξαι. παρὰ τὸ γύρον ποιεῖν ἐν τῷ περιφράσσειν. Γύμναζε. ἀντὶ τοῦ εθιζε. ὁ ̓Απόστολος· γύμναζε δὲ ἑαυτὸν πρὸς εὐσέβειαν. Τὸ Γ μετὰ τοῦ Ω. ( ̓Αρσενικόν.) Γωβρύασ. κύριον. Γωβάρης η Γώβαρισ. κύριον. Γώγης καὶ Γωγιδίσκοσ. κύρια. Γώδασ. κύριον. Γωλειόσ. φωλεὸς, σπήλαιον. Γώνυμοσ. ὁ φερώνυμος. Γωνιασμούσ. ἀποφυγάς· ἀπαγωγάς. εδειξα τουτουσὶ ἐπὶ λεπτῶν κανόνων εἰσβολὰς, ἐπῶν δὲ γωνιασμούς. Γωρυτόσ. ἡ ξιφοθήκη. χωρυτός τις ων· τροπῇ τοῦ χ εἰς γ. εἰς ον χωροῦσι τὰ ῥυτά· τουτέστι τὰ τόξα. γράφεται καὶ ἡ γωρυτός. Γώγ. κύριον. Γώυνοσ. κύριον. Γωσίθρας· Γωβίασ. κύρια. (Θηλυκόν.) Γωβαρηνὴ καὶ Γωγώνη. κύρια. Γωνία. ἡ τοῦ οικου. καὶ γωνιασμός. γωνίᾳ πορθμῶσαι, τὸ ἐν γωνίᾳ ὑπὸ τινὸς περανθῆναι. γωνία παρὰ τὸ γόnu. τὸ κτητικὸν γωνία, κατὰ εκτασιν τοῦ ˉο εἰς ˉω, οπερ ἐπικαμπεῖ τὲ καὶ κεκλασμένῳ σχήματι μεταπεποίηται. γωνία τὸ ˉνˉι ἰῶτα διατί; τὰ διὰ τοῦ ˉεˉιˉα θηλυκὰ μονογενῆ, πρὸ μιᾶς τὸν τόνον εχοντα, ὑπὲρ δύο συλλαβὰς,