διαρρηγνύειν, ὅπου δηλαδὴ τύχῃ τὰς ἀντιπτώσεις καὶ ἀντισπάσεις αὐτοῦ προσερείδειν καὶ ἀντιβαίνειν τοῖς ἕλκουσι. Καὶ τὸ μὲν ἐκ τοῦ ἀέρος δεῖγμα τοιοῦτον καὶ τοσοῦτον τοῖς φιλοπράγμοσιν ἐμποιοῦν. ὁ δὲ βασιλεὺς τῶν προτέρων 312 ἐχόμενος, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς καθολικοῖς πράγμασιν ἐπαγρυπνῶν, καὶ δικῶν ἀκροατὴς ἐν ταῖς ἀνέσεσι καθιστάμενος καὶ κρίνων ὀρφανὸν καὶ δικαιῶν χήραν κατὰ τὸ θεῖον λόγιον, καὶ παντοδαπαῖς ἐπιδόσεσι χαρισμάτων καὶ τιμῶν καταγεραίρων διὰ παντὸς τὸ ὑπήκοον, οὐδὲ τὸν νυκτερινὸν χρόνον ἔξω τῶν ἑαυτοῦ σπουδασμάτων ἐτίθετο, ἀλλὰ τοῖς βιβλίοις καὶ ταῖς ἀναγνώσεσιν ἐπιδιδοὺς ἑαυτὸν πολυΐστορα καὶ μεμυημένον τὰ θεῖα περιίστα καὶ τὰ ἀνθρώπινα. ἐμέλησε δ' αὐτῷ καὶ νομικῶν διαταγμάτων, καὶ διορθώσεως τῶν ἀμφισβητουμένων δογμάτων, καὶ καταστολῆς τῶν τικτομένων ἐξ αὐτῶν κυδοιμῶν. διὸ καὶ τοῦ περὶ τῶν μαινομένων συνοίκων κεφαλαίου διακλονηθέντος ποτὲ θεραπείαν ἀκριβεστάτην τῇ ἀμφισβητήσει κηδεμονικῶς ἐπεζήτησε. καὶ εὑρὼν ὅτι ὁ ἐν ἀοιδίμῳ τῇ λήξει βασιλεὺς κῦρις Λέων ἔγραψε μὲν νεαρὰν περὶ τούτων, συνεχώσθη δὲ τῷ χρόνῳ καὶ ἄπρακτος ἔμεινεν, ἀνήγειρε ταύτην πεσοῦσαν καὶ τὸ κράτος ἐπεψηφίσατο, κάλλιστα προθεὶς τὰς αἰτίας, καὶ πρὸς τὸ μεγαλοπρεπές τε καὶ δικαιότερον ἐξ ἀφορμῶν εὐλόγων περικαλλύνας τὸ θέσπισμα, ὅρους τε τάξας τῆς μανίας καὶ τρόπους καὶ χρόνους ὑπομονῆς, καὶ τηνικαῦτα τὸ διαζύγιον προτρεψάμενος ὅταν θηριωδῶς ἡ νόσος ἐκμαίνηται καὶ τῷ συνοικοῦντι καθορᾶται ἀφόρητος, καὶ ὁ χρόνος τὴν ἐλπίδα τῆς θεραπείας ἀπείπῃ, καὶ τὸ δεινὸν ὑπεραίρηται. 313 Φιλάνθρωπος δὲ ὢν εἰς τὸ ἄγαν ὁ βασιλεὺς καὶ νόμον ἕτερον ἀνεζώωσε θανόντα κἀκεῖνον, καὶ θάνατον πολλοῖς ἐκ τῆς θνητότητος ἀπότομον καὶ ἀμεταμέλητον παρεισάξαντα. τίς δὲ οὗτος, ὁ λόγος δηλώσει προϊών. ὁ ἐν βασιλεῦσιν ἀοίδιμος Θεοδόσιος στασιασάντων ποτὲ τινῶν κατ' αὐτοῦ, μεγάλῳ θυμῷ καταφλεχθεὶς τὴν ψυχήν, θάνατον τούτων ἀνυπερθέτως κατεψηφίσατο. εἰς ἑαυτὸν δὲ γενόμενος, μᾶλλον δὲ καὶ παρά του τῶν θεοφόρων ἀνδρῶν μετὰ παρρησίας ἀπελεγχθεὶς καὶ ὡς μιαιφόνος τῶν ἐκκλησιαστικῶν περιβόλων ἀποκλεισθείς, μετάμελον ἔθρεψε, καὶ τὸν ἐλέγχοντα δι' αἰδοῦς ποιησάμενος καὶ ἀγαπήσας αὐτὸν ὡς σοφός, εἴπερ ἀληθὲς τὸ "ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε", γόνυ τούτῳ ἔκλινε, καὶ συγγνώμην μετὰ πολλῆς οἰμωγῆς καὶ συντριβῆς ᾔτησε. καὶ τῶν πεπλημμελημένων ἀξίαν ποιησάμενος τὴν μετάνοιαν, καὶ πλέον ἤπερ ἐχρῆν ἰδιώτῃ ταπεινωθείς, συμπάθειαν ἔλαβε παρὰ τοῦ ἀνδρὸς (ἦν δὲ οὗτος ὁ μέγας Ἀμβρόσιος ὁ τῶν Μεδιολάνων ἐπίσκοπος), καὶ τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς κοινωνίας εἷς γενέσθαι παρ' αὐτοῦ κατηξίωται. ἔκτοτε οὖν τὸ ἀπηνὲς καὶ ἀπότομον καὶ ἄχρονον τῆς τιμωρίας κινδυνῶδες καὶ ἀπάνθρωπον λογισάμενος, χρόνον ὡρίσατο τὴν ἀναβολὴν τῆς τιμωρίας παρέχοντα, θεσπίσας μὴ πρὶν δι' αἵματος κολάζεσθαι ἄνθρωπον ἢ τριάκοντα ἡμερῶν παρῳχηκέναι διάστημα μετὰ τὴν κατ' αὐτοῦ τελευταίαν ἀπόφασιν. ἔκτοτε δὲ ὁ χρόνος 314 ἀπήμβλυνε καὶ καθύβρισε τὸ φιλάνθρωπον τουτὶ νομοθέτημα, καὶ εἴτε ὡς τοῖς βασιλεῦσιν ἀγνοούμενον εἴτε μὴν ὡς καταφρονούμενον ἀπαρρησίαστον ἔμεινε, καὶ ἡ καταδίκη τοὺς δειλαίους κατακρίτους εὐθέως ἀνήρπαζε, καὶ ταχεῖαν αὐτοῖς τὴν πληγὴν ἐσχεδίαζεν. ὁ δὲ φιλανθρωπότατος οὑτοσὶ βασιλεὺς ἀφορμὰς φιλανθρωπίας εὑρίσκειν βουλόμενος καὶ τῷ ἐλέῳ τὸν ἔλεον ἀντικαταλλάττεσθαι, οὐχ ἑαυτῷ μόνῳ παρεφυλάξατο τὴν τῆς νομοθεσίας ταύτης ὑπόθεσιν καὶ τὴν ἀναβολὴν εἰς ἑαυτὸν ἀπεκρύψατο, τὸ φιλάνθρωπον οὐ κοινὸν ἀλλ' ἴδιον ποιησάμενος διὰ φιλαυτίας ἐπίδειξιν, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα βασιλεῦσι