μόνος μὴ φέρων βλέπειν τῶν ἐχθρῶν τὴν δεισιδαιμονίαν. ὅθεν φησίν, «ἐμάκρυνα, δέσποτα, φυγαδεύων, ηὐλίσθην ἐν ἐρήμῳ δὲ» φυγὼν τοὺς ἀλλοφύλους, ἔχει δ' ἐμφάσεις καί τινας Χριστοῦ τῆς προδοσίας. Εἰς τὸν νεʹ ψαλμόν, «ἐλέησόν με, ὁ θεός, ὅτι κατεπάτησέ με» Τελείου εὐχαριστία ἐχθρῶν αὐτοῦ λυτρωθέντος. Τοῦτον ἐθρηνογράφησεν ὁ θαυμαστὸς προφήτης ὁπόταν ἔφυγεν εἰς Γέθ, τὴν πόλιν ἀλλοφύλων, καὶ τοῦτον ἐπαγίδευσαν κατακεκρατηκότες. «ἐλέησόν με» γάρ φησιν, «ὁ θεός, φιλανθρώπως, ὅτι με κατεπάτησεν ἄνθρωπος ἐν τῷ βίῳ», τοῦτ' ἔστιν, ἅπας ἄνθρωπος ἐξεπολέμησάν με καὶ νίκην εὗρον κατ' ἐμοῦ, κατετροπώσαντό με, εἶτά φησιν ἀπολυθείς, εὐχαριστῶν ἐκεῖθεν· «σὺ τὴν ψυχήν μου τὸ λοιπὸν ἐρρύσω τοῦ θανάτου, τοὺς ὀφθαλμούς μου πάλιν δέ, σωτήρ, ἀπὸ δακρύων.» καὶ γὰρ σχηματισάμενος νοσεῖν ἐπιληψίαν ἐκεῖθεν ἠλευθέρωτο τῆς χώρας τῶν βαρβάρων. Εἰς τὸν νϛʹ ψαλμόν, «ἐλέησόν με, ὁ θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου» Εὐχαριστεῖ καὶ προλέγει τὴν τῶν ἐθνῶν σωτηρίαν. Φεύγων τὸν κάκιστον Σαοὺλ ὁ κάλλιστος προφήτης ὑπό τι σπήλαιον βαθὺ κρύπτεται λανθανόντως, μέσας δὲ νύκτας ἐξελθὼν αὖθις ἐκ τοῦ σπηλαίου εὗρεν ὑπνοῦντα τὸν στρατὸν τὸν τοῦ Σαοὺλ ἐκεῖσε. εἶτα σκοπήσας ἀκριβῶς καὶ κατιχνηλατήσας εἰς τὸν κοιτῶνα τοῦ Σαοὺλ ἀγνώστως ἐπεισῆλθεν· ἔνθα δυνάμενος αὐτὸν φονεῦσαι καθυπνοῦντα τοῦτο μὲν οὐκ ἐτέλεσεν ὁ θαυμαστὸς προφήτης, μονονουχὶ πρὸς ἑαυτὸν λέγων «μὴ διαφθείρῃς τὴν ἀρετὴν τὴν θαυμαστήν, τὴν ἀμνησικακίαν», ἀλλὰ πρὸς πίστιν ἐντελῆ τῆς ἀμνησικακίας τὸ κράσπεδον ἐξέκοψεν ἐκείνου τῶν δεμνίων καὶ πάλιν λάθρᾳ πέφευγεν ἐκεῖθεν ὁ προφήτης. Εἰς τὸν νζʹ ψαλμόν, «εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε;» ∆ιδασκαλία τοῖς πᾶσι θεοῦ δικαιοκρισίας. ∆ὶς τὸν Σαοὺλ αἰχμάλωτον κρατήσας ὁ προφήτης πάλιν ἀπέλυσεν αὐτὸν μεγάλως νουθετήσας καὶ δείξας καὶ τὸ κράσπεδον ἐκείνου τῶν δεμνίων καὶ πείσας ὅτι δυνατὸς ἦν τοῦτον ἀποκτεῖναι· κἀκεῖνος ὑποσχόμενος ὅρκοις φρικωδεστάτοις εἰρήνην ἔχειν μετ' αὐτοῦ, τοῦτ' ἔστι τοῦ προφήτου, τοὺς ὅρκους, φεῦ, παρέβαινε καὶ τοῦτον ἐπολέμει, ὡς γοῦν ἐκράτησεν αὐτὸν αἰχμάλωτον καὶ πάλιν, φησὶ πρὸς τοῦτον ὁ ∆αυίδ, μὴ θέλων τοῦτον κτεῖναι· «εἰ ἀληθῶς λελάληκας ποτὲ δικαιοσύνην», τοῦτ' ἔστιν, ἂν οὐδέποτε παρέβης σου τοὺς ὅρκους, «αὐτός, Σαούλ, ἀπάγγειλον καὶ δίκασον καὶ κρῖνον.» Εἰς τὸν νηʹ ψαλμόν, «ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός» Κλῆσιν ἐθνῶν, Ἰουδαίων ἀποβολὴν προφητεύει. Φθόνῳ τυρεύων ὁ Σαοὺλ τὸν φόνον τοῦ προφήτου, ἐπείπερ τοῦτον σύνδειπνον εἶχεν αὐτὸς πολλάκις, καὶ τότε μᾶλλον κατ' ἀρχὰς τῆς τούτων συγγενείας (ἡ γὰρ θυγάτηρ τοῦ Σαούλ, Μελχὸλ ἡ καλουμένη, σύνευνος ἦν τοῦ θαυμαστοῦ ∆αυὶδ τοῦ ψαλμογράφου), ἔν τινι δείπνῳ κατ' αὐτοῦ τὸ ξίφος εὐτρεπίσας ἔσπευδε τοῦτον ἀνελεῖν, ὢ τόλμης ἀπανθρώπου. ὁ γοῦν ∆αυὶδ ὡς ᾔσθετο τῶν ἐπιβουλευμάτων, εὐθὺς ἐξέφυγε δραμὼν πρὸς τὸν οἰκεῖον οἶκον, ἀλλ' ὁ Σαοὺλ ἐξέπεμψεν ἐκεῖσε στρατιώτας πέριξ τὸν οἶκον καθορᾶν, μή πως ἐκεῖθεν φύγῃ· ὅμως δ' ἀπεδραπέτευσεν ἐκεῖθεν ὁ προφήτης, τοῦτον οὖν τότε γέγραφεν εὐχαριστῶν καὶ λέγων «ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός, καὶ πάλιν ἐξελοῦ με». Εἰς τὸν νθʹ ψαλμόν, «ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς» Ὕμνος ἱκέσιος ἅμα εὐχαριστίᾳ κυρίῳ. Τοῦτον δὲ γέγραφε, φησίν, ὁ μέγιστος προφήτης, ὁπόταν ἐνεπύρισε τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν τοῦ Σωβάλ, καὶ τὸν Ἐδὼμ ἀνεῖλε διὰ χειρὸς τοῦ Ἰωβάβ, δώδεκα χιλιάδας. οὐδὲν δὲ τούτων γέγραπται τοῖς Τετραβασιλείοις, ἀλλ' οὐδὲ πάλιν ὁ ψαλμὸς ἔμφασιν ἔχει τούτων, μόνης δὲ μέμνηται ἀεὶ τῆς πρὶν αἰχμαλωσίας, ἥνπερ ᾐχμαλωτίσθησαν οἱ παῖδες τῶν Ἑβραίων. ἄκουσον καὶ γὰρ τί φησιν, ὡς ἐκ τῶν αἰχμαλώτων ἐπιθυμούντων κατιδεῖν τὴν πόλιν τὴν ἁγίαν· «καὶ τίς ἀπάξει με» φησὶ «περιοχῆς εἰς πόλιν; ἢ τίς καθοδηγήσει με μέχρι τῆς