15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
φερομένοις ὁ φέρων», ἐπήγαγεν, «εἴ γε καὶ τοῦτο δώσουσι». ποῖον; τὸ ἄλλον οἴεσθαι τὸν κινοῦντα θεὸν παρὰ τὰ κατ' οὐρανὸν κινούμενα. ὡς γὰρ εἴρηκα, πολλοὶ τῶν φιλοσοφησάντων αὐτὴν τὴν κύκλῳ φορὰν ἥγηνται τὸν θεόν. εἶτα καὶ ὡς ἀφιλοσόφους ἐλέγχει τοὺς ἄνδρας ὅτι ὅλως κινεῖσθαι οἴονται τὸν θεόν, ὃς δὴ μόνον τῶν ὄντων ἀκίνητόν ἐστι καὶ ἀρχὴ τοῖς ἄλλοις κινήσεως· ἐλέγχει δὲ πῶς; ἐξ αὐτῆς τῆς κινήσεως. εἰ γὰρ καθ' ὑμᾶς πᾶν τὸ κινούμενον ὑφ' ἑτέρου κινοῦντος κινεῖται, εἰ καὶ τὸ κινοῦν κινεῖται, ὑφ' ἑτέρου κινοῦντος καὶ τοῦτο κινηθή σεται, καὶ ἐπὶ πάντων ὡσαύτως, ὥστε «εἰς ἄπειρον» ὑμῶν βαδιεῖται ἡ ἔννοια, ἀπὸ κινούντων καὶ κινουμένων χωρούντων εἰς ὅμοια. εἰ δὲ δεῖ που στῆναι, πάντως εἰς ἀκίνητον· τοῦτο δὲ τί ἐστιν ἄλλο ἢ θεός; οὐκ ἄρα πέμπτον σῶμα ὁ θεός, εἴ γε τὸ μὲν κινεῖται, ὁ δὲ ἀκίνητος ἕστηκεν.
51 ξϛʹ. Ἐκ τοῦ αὐτοῦ λόγου, εἰς τὸ «πῶς δὲ οὐκ ἐν τόπῳ πάντως» Φησί «Πῶς δὲ οὐκ ἐν τόπῳ», φησίν, «εἴ γε φερόμενον;» οὐκ οἶδα μὲν ὡς τί τοῦτο εἰρηκὼς ὁ πατήρ, εἴρηκε δέ· οὐ γὰρ τὸ μὴ κινούμενον οὐκ ἐν τόπῳ. ἰδοὺ γὰρ καὶ τὸ κέντρον τοῦ παντὸς ἡ γῆ οὐ κινεῖται μέν, οὐ μὴν οὐκ ἐν τόπῳ· ὁ δὲ οὐρανὸς κινούμενος κατὰ τὰς Ἀριστοτελικὰς ὑποθέσεις οὐκ ἐν τόπῳ, ἀλλὰ καὶ ἐν τόπῳ κατὰ τοὺς λοιποὺς φιλοσόφους, ὅτι πανταχοῦ. ἀλλὰ τὸ λεχθὲν οὕτως, οἶμαι, συνελογίσατο· εἰ τὰ ἑστηκότα σώματα ἐν τόπῳ, πολλῷ μᾶλλον τὰ φερόμενα, τὸ γὰρ κινούμενον ἔκ τινων εἴς τι ἀγόμενον ἢ δινούμενον ἐν δυσὶ τοὐλάχιστον τόποις νοεῖται, ἀφ' οὗ τε κινεῖται καὶ πρὸς ὃν φέρεται. Ἀλλ' ἐνταῦθα πληρώσας τὸν περὶ τοῦ πέμπτου σώματος λόγον ὁ πατήρ, «εἰ δὲ ἄλλο τι παρὰ τὸ πέμπτον» φησί «φήσουσιν, εἰ μὲν ἀγγελικόν, πόθεν ὅτι ἄγγελοι σώματα; καὶ τίνα ταῦτα; καὶ πόσον ὑπὲρ ἄγγελον εἴη θεός, οὗ λειτουργὸς ἄγγελος; εἰ δὲ ὑπὲρ ταῦτα, πάλιν εἰσήχθη σωμάτων ἑσμὸς ἀλόγιστος καὶ φλυαρίας βυθὸς οὐδαμοῦ στῆναι δυνάμενος». ἦσαν γάρ τινες τηνικαῦτα, οἳ καὶ τοῖς ἀγγέλοις ἐδίδοσαν σώματα, λεπτομερῆ δὲ καὶ κοῦφα καὶ ἀέρια, δι' ἃ δὴ πολλοῖς τε ὀπτάνονται καὶ μορφὰς τούτοις καὶ σχήματα παραδεικνύουσιν. ὅπως μὲν οὖν ὁρᾶται ἄγγελος, καὶ τίς ὁ τρόπος τῶν διαφόρων σχημάτων, καὶ διὰ τί οὕτως ἡμῖν ἐμφανίζονται, ἔστω τέως ἀπόρρητον, ἕως ἂν ἀκριβέστερον περὶ αὐτῶν ἐπισκέψωμαι. οὐ γάρ μοι ἀρέσκει τὰ λόγια, οὔτε ἡ τοῦ Πρόκλου περὶ τούτων ἐξήγησις οὔθ' ὁ Πορφύριος σωματικὰ τοῖς ἀγγέλοις διδοὺς ὀχήματα. ἀύλους δὲ πάντως αὐτοὺς πᾶς τις εἴποι, εἰ δὲ ἄυλοι, καὶ ἀσώματοι· ὕλη γὰρ σώματι ὑποβέβληται, καὶ νοεῖται μὲν καθ' ἑαυτήν, ἀεὶ δὲ εἰδοπεποιημένη ἡμῖν καθορᾶται· ὕλη δὲ εἰδοποιηθεῖσα σῶμα πάντως ἐστὶν ἢ φυσικὸν ἢ μαθηματικόν, φυσικὸν μὲν ὅτι σύνθετον καὶ μέρος οὐσίας, μαθηματικὸν δὲ ὅτι τριχῇ διέστηκε καὶ ὑπὸ τὸ ποσὸν ἀναφέρεται. πόθεν οὖν ἡ καινὴ σοφία μεμάθηκεν ὅτι ἄγγελοι σώματα; τίνα δὲ ταῦτα δώσουσι, πύρεια ἢ ἀέρια καὶ ῥέοντα ἢ στερέμνια; σχήμασι δὲ τίσιν ὑποβαλοῦσι, περι φερέσιν ἢ προμήκεσι, τετραγώνοις ἢ ἑτερομήκεσι, κυκλικοῖς ἢ εὐθυφορι κοῖς; καὶ γὰρ καὶ τὸ εὐθυφορούμενον ἐσχημάτισται, καὶ ἄλλο τι παρὰ τὸν κύκλον ἐστί. Τοιαῦτα γὰρ Ἕλληνες περὶ δαιμόνων ἀναγράψαντες μεμυθολογήκασι, τοῖς μὲν γὰρ νοεροῖς περιφερῆ δεδώκασι σώματα, γεγωνιωμένα δὲ τοῖς ψυχικοῖς καὶ τοῖς μετὰ ταῦτα εὐθυφορικά. εἶτα δὴ τὸν λόγον συμπεραιού μενοι, τοὺς μὲν ὑπὸ τὸν ἥλιον αἰλουροπροσώπους καὶ ἀλεκτρυονώδεις φασί, τοὺς δὲ ὑπὸ τὴν σελήνην λεοντοφανεῖς. καὶ ἡ ἀπόδειξις ὡς καινή. διὰ τί, γάρ φησιν ὁ Πρόκλος, ὁ λέων τὸν ἀλεκτρυόνα ὑπέσταλται; εἶτα ἐπάγει, ὅτι κρείττονα ἐν ἐκείνῳ τὰ συνθήματα ἢ ἐν τῷ λέοντι, ὁ μὲν