ἐνενήκοντα ἔτη βιοὺς οὐδενὶ ἀνθρώπων συνέμεινεν ἄχρι τῆς τελευτῆς. Ἀρσήνιος ἄλλος τοὺς τῶν νέων πταίσαντας οὐκ ἀφώριζεν, ἀλλὰ τοὺς προκόψαντας· λέγων ὅτι «ὁ νέος ἀφορισθεὶς καταφρονητὴς γίνεται, ὁ δὲ προκόψας τῆς ἐκ τοῦ ἀφορισμοῦ ὀδύνης ταχεῖαν λαμβάνει τὴν αἴσθησιν.» Πίωρ περιπατῶν ἤσθιεν· πυθομένου δέ τινος, «∆ιὰ τί οὕτως ἐσθίεις;» «Οὐ βούλομαι,» ἔφη, «ὡς ἔργῳ τῷ βρώματι χρήσασθαι, ἀλλ' ὡς παρέργῳ.» Πρὸς ἄλλον δὲ περὶ τοῦ αὐτοῦ ἐρωτήσαντα ἀπεκρίνατο· «Ἵνα μηδὲ ἐν τῷ ἐσθίειν,» φησὶν, «ἡδονῆς σωματικῆς αἰσθάνοιτο ἡ ψυχή.» Ἰσίδωρος ἔλεγε τεσσαρακοστὸν ἔτος ἔχειν, ἀφ' οὗ αἰσθάνεσθαι μὲν τῆς κατὰ διάνοιαν ἁμαρτίας, μηδέ ποτε δὲ συγκατατίθεσθαι μήτε ἐπιθυμίᾳ μήτε θυμῷ. Παμβὼς δὲ ἀγράμματος ὢν προσῆλθέ τινι ἐπὶ τῷ διδαχθῆναι ψαλμόν· ἀκούσας δὲ τὸν πρῶτον στίχον τοῦ ληʹ ψαλμοῦ τοῦ λέγοντος, «Εἶπα, φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου,» δευτέρου ἀκοῦσαι μὴ ἀνεχόμενος ἀνεχώρησεν· «ἀρκεῖσθαι» φήσας «τούτῳ τῷ ἑνὶ στίχῳ, ἐὰν δυνηθῶ ἔργῳ αὐτὸν ἐκμαθεῖν.» Ἐγκαλέσαντος δὲ τοῦ παραδεδωκότος τὸν στίχον, «διὰ τί ἑξαμηνιαίου παραδραμόντος χρόνου μὴ ἑωράκει αὐτὸν,» ἀπεκρίνατο, «Ὅτι τοῦ ψαλμοῦ τὸν στίχον οὔπω τῷ ἔργῳ ἐξέμαθον.» Μετὰ ταῦτα δὲ πολλοὺς ἐπιβιοὺς χρόνους, πρός τινα τῶν γνωρίμων ἐρωτήσαντα «εἰ τὸν στίχον ἐξέμαθεν,» «Ἐν ὅλοις,» ἔφη, «ἐννεακαίδεκα ἔτεσι μόλις αὐτὸν πράττειν ἐξέμαθον.» Ὁ αὐτὸς, δεδωκότος τινος χρυσίον εἰς διατροφὴν τῶν πτωχῶν, καὶ εἰπόντος, «Ἀρίθμησον ὃ δέδωκα,» ἔφη, «ἀριθμοῦ οὐ χρῄζειν, ἀλλ' ὑγιοῦς διαθέσεως.» Οὗτος ὁ Παμβὼς, Ἀθανασίου τοῦ ἐπισκόπου παρακαλέσαντος, κατῆλθεν ἐκ τῆς ἐρήμου εἰς τὴν Ἀλεξάνδρειαν. Ἰδὼν δὲ ἐκεῖ γυναῖκα θεατρικὴν, σύνδακρυς ἐγένετο· τῶν δὲ παρόντων πυθομένων «διὰ τί ἐδάκρυσε,» «∆ύο,» ἔφη, «ἐκίνησεν· ἓν μὲν, ἡ ἐκείνης ἀπώλεια· ἕτερον δὲ, ὅτι ἐγὼ οὐ τηλικαύτην ἔχω σπουδὴν πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, ὅσην αὕτη ἵνα ἀρέσῃ ἀνθρώποις αἰσχροῖς.» Ἄλλος δέ τις ἔλεγεν, ὅτι «ὁ μοναχὸς εἰ μὴ ἐργάζοιτο, ἐπίσης τῷ πλεονέκτῃ κρίνεται.» Πιτηροῦς πολλά τινα φυσικὰ θεωρήματα ἠπίστατο· καὶ συνεχῶς ἄλλοτε ἄλλα πρὸς τοὺς ἐντυγχάνοντας ἔλεγεν· καθ' ἕκαστον δὲ τῶν θεωρημάτων ηὔχετο. Ἐγένοντο δὲ ἐν τοῖς μοναχοῖς κατ' ἐκεῖνον τὸν χρόνον δύο ἄνδρες θεοφιλεῖς ὁμώνυμοι ἑαυτοῖς, ἑκατέρῳ γὰρ αὐτῶν ὄνομα ἦν Μακάριος. Ὧν ὁ μὲν ἐκ τῆς ἄνω Αἰγύπτου ἦν, ὁ δὲ ἐκ τῆς Ἀλεξανδρέων πόλεως· ἀμφότεροι δὲ πολλῶν ἕνεκεν γεγόνασι περιβόητοι, δι' ἄσκησιν, διὰ βίον, διὰ τὰ ἐν χερσὶν αὐτῶν γενόμενα θαύματα. Ὁ μὲν οὖν Αἰγύπτιος Μακάριος τοσαύτας θεραπείας ποιησάμενος, καὶ τοσούτους τῶν δαιμονώντων ἐξήλασε δαίμονας, ὡς ἰδίας δεῖσθαι συγγραφῆς, ὧν χάριτι Θεοῦ διεπράξατο· ἦν δὲ μετὰ τοῦ εὐλαβοῦς πρὸς τοὺς ἐντυγχάνοντας αὐστηρός. Ὁ δὲ Ἀλεξανδρεὺς Μακάριος, κατὰ πάντα παραπλήσιος ὢν τῷ Αἰγυπτίῳ, ἐν τούτῳ διήλλασσεν, ὅτι πρὸς τοὺς ἐντυγχάνοντας ἱλαρός τε ἦν, καὶ τῷ χαριεντίζεσθαι τοὺς νέους ἦγεν πρὸς ἄσκησιν. Τούτων Εὐάγριος γενόμενος μαθητὴς τὴν δι' ἔργων φιλοσοφίαν ἐκτήσατο, πρότερον λόγῳ μόνῳ φιλόσοφος ὤν· ὃς ἐν τῇ Κωνσταντινουπόλει ὑπὸ Γρηγορίου τοῦ Ναζιανζηνοῦ εἰς τὴν τοῦ διακόνου προχειρισθεὶς τάξιν, εἶτα ἅμα αὐτῷ εἰς τὴν Αἴγυπτον κατελθὼν, καὶ τοῖς προλεχθεῖσιν ἐντυχὼν ἀνδράσι, τὸν ἐκείνων βίον ἐζήλωσε. Καὶ τοσαῦτα τεράστια ἐν ταῖς χερσὶν αὐτοῦ γέγονεν, ὅσα καὶ ἐν ταῖς τῶν αὐτοῦ καθηγητῶν. Τούτῳ καὶ βιβλία ἄγαν σπουδαῖα συγγέγραπται· ὧν τὸ μὲν, «Μοναχὸς, ἢ περὶ πρακτικῆς,» ἐπιγέγραπται· τὸ δὲ, «Γνωστικὸς, ἢ πρὸς τὸν καταξιωθέντα γνώσεως,» κεφάλαια δὲ αὐτοῦ πεντήκοντα· τὸ δὲ, «Ἀντιρρητικὸς ἀπὸ τῶν θείων γραφῶν πρὸς τοὺς πειράζοντας δαίμονας,» ἐν ὀκτὼ διῃρημένον μέρεσι κατὰ τὸν ἀριθμὸν τῶν ὀκτὼ λογισμῶν. Καὶ ἑξακόσια «προγνωστικὰ προβλήματα·» ἔτι μὴν καὶ στιχηρὰ δύο, ἓν «πρὸς τοὺς ἐν τοῖς κοινοβίοις ἢ ἐν συνοδίαις μοναχοὺς,» καὶ ἓν «πρὸς τὴν παρθένον·» ἅτινα ὅπως ἐστὶ θαυμαστὰ, οἱ ἐντυγχάνοντες εἴσονται. Εὔκαιρον δὲ, ὡς